← 阿莱泰乌斯

论急性疾病的治疗

§2.3#1

心病失神的早期预防与放血及调摄

本章论述心病(失神)的疗法,强调及早预知防患于未然,并就放血疗法、拔罐疗法的慎用指征以及饮食与环境调养等保全元气的措施作出了指示。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#1

Κεφ. γ′. Θεραπεία Καρδιακῶν. ἐν συγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς, τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖέν σοι, ἀτὰρ ἠδὲ ἐξελάοις ἂν1 αὐτέην πρὶν ἥκειν. παρεοῦσαν δὲ οὐ Ῥηϊδίως διδρήσκουσι οἱ νοσεῦντες. λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα· οὐ παλίσσυτος δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν· ἢν δὲ μὴ, ἄρτι ἀρχομένην. προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα. καῦσος μὲν γὰρ ὁ πυρετὸς ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα, ξηρότης, ἀγρυπνίη, θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι· ἀναπνοὴ ἐς ὁλκὴν μακρή· ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ, πυκνότατοι, τρομώδεες. ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδʼ ὁκόσα μοι ἐν τοῖσι σημηΐοισι λέλεκται, αὐτίκʼ ἐξ ἀρχῆς ἀρήγειν. ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὥρη, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ,2 ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα· ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει· ξυντεκμαίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί.3 ἢν δʼ ὑπὸ πλήθεος γίγνηται συγκοπὴ, καὶ φλεγμασίη τις ὑποχονδρίου, ἢ ἥπατος, μέγα διασημαίνῃ, οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπʼ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλον ᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ διʼ ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῴη, Ῥηϊδίως εἰς ᾄδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ. ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμονῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης, ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος· μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ· κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαιοῖσι μοῦνον χρέο· τῆς δυνάμιος δὲ φείδεο. τέγξιες κεφαλῆς ψυχραὶ, ὁκόσαι μοι ἐπὶ φρενιτικοῖσι λελέχαται, ὅκως εὐμετρίης ὀλίγῳ μέζω.4 καθαρὸς ἠὴρ, ψυχρότερος, ἐς ἀνάπνευσιν. ὄψιος τερπωλὴ, φυτῶν, γραφῆς, ὑδάτων, ὡς ὁρῆσθαι τὰ πάντα ἡδέως. λαλιὴ τῶν παρεόντων φιλομειδής· ἡσυχίη, θυμηδίη τοῦ νοσέοντος. ὀσμαὶ εὐώδεες, ἀβαρέες ἐς κεφαλῆς αἴσθησιν. ἀτὰρ καὶ τῶν τρεφόντων ἔστωσαν ὀσμαὶ, ἀλφίτων ξὺν ὕδατι δευθέντων, ἢ ὄξεϊ· ἄρτων θερμῶν νεοπέπτων· οἴνῳ δὲ μὴ κάρτα κλύζειν στόμα, μηδὲ ἅμα εἴργειν.

第三章心病之治疗。 凡遇失神厥脱之症,医者尤须深图预谋;盖若于其将发未发之际早先察知,则目前诸般方策便能速效助功,且可在其袭来之前将其驱除。然一旦业已发作,病者便难于逃脱;因我曾言失神乃生命元气之解体,而元气既散,断难遽返。故此症最当于将作之时加以防遏;若不能,亦须于甫起之时制止之。预见之法,当根据在论急性诸疾中所述,即我们在说明其病因及征候时所言者。盖火热病即其发端。在火热病中,最恶之征为:干燥、不眠、内脏灼热如受火炙,体表反凉;手及足末极冷;吸气引长,盖因其呼出者为火,遂渴求冷气。脉象微细、至极频数、震颤不宁。故当据此以及我在征候篇中所论诸端加以推断,自始即刻施救。 因此,若非一切条件——体质、年龄、时节、患者之虚怯——皆加阻碍,便当切开静脉;即令多有不利之阻碍,然若见有一条枢要之要征,譬如舌苔焦糙、干燥而黑,〔亦当切开静脉〕;盖此舌象正能标示体内一切病况。然尤须通盘审察患者气力,看其是否已因病痛折磨与调摄之法而气竭力衰。盖失神之作,非独由匮乏虚脱所致,亦由壅塞遏窒而生。若失神起于充实之极,且季肋或肝脏之炎症大有显露,则绝不可迁延稽留。当切肘弯之正中深静脉;然当下小口放血,免使其气力顿感不支。骤然大量排泄极易折损元气;且所出之血当远少于因其他缘由而放血之时。盖在失神之际稍有差失,便极易使人归于黄泉。故当即刻投以饮食,以复其气力;盖元气既喜旧物之排除,亦欣新物之补益。 若元气衰弱不能耐受刺络,而炎症犹存,则当在疾病转危之期大早之前,于患处施加拔罐。盖失神常发于转危期,正于此时,生机得以决胜,而疾病亦足以杀人。纵使患者势必饮酒,在炎症未消之时饮酒亦绝不安全;盖酒于有炎症者乃增益痛苦之物,于无炎症者始为充养生机之源。在拔罐之前一二日,须用敷药,既以使局部舒缓,亦使血液畅流;对若干患者,亦可于拔罐后次日再施敷药。然拔罐亦当审度节制;因过量失血之险在拔罐中亦复相同。灌肠仅可施于宿结之燥屎,尤须爱惜元气。头部之冷敷,如我在论脑炎患者时所言,当略胜于适度之凉。呼吸之空气当清爽微凉。悦目之景,如花草、画作、流水,俾其所见皆适人心意。侍奉者言笑当和悦欣喜,使病者心神安宁恬畅。气息当芬芳清和,不使头脑觉重。亦当有滋补之物的气息,如以水或醋浸润之大麦粉,以及新烤之温热面包;然切勿频频以酒漱口,亦不可断然全禁。

语法注4 条
  1. 2.3τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖέν σοι, ἀτὰρ ἠδὲ ἐξελάοις ἄν

    在承接条件从句 ἢν προγιγνώσκῃς(虚拟语气)的归结从句中,前一分句动词 συνεργοῖεν 单独使用祈愿语气而未带 ἄν,与后一分句的 ἐξελάοις ἄν 共同表达潜势含义。这符合伊奥尼亚方言散文中在两个并列祈愿语气中仅置一个 ἄν 或省略 ἄν 的语法惯例。

  2. 2.3εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ

    名词 ἀριθμός 在此并非普通的“数目”,而是医学散文(如希波克拉底文集及阿勒泰乌斯著作)中用以表示需要考量的“单一征候”、“临床项目”或“要点”。随后的同位语例释 ὁκοῖον γλῶσσα τρηχείη(如舌苔粗糙)证实了其所指为具体的体征项目。

  3. 2.3οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί

    此处为省略了谓语动词(γίγνεται συγκοπή)的紧缩句。双重否定词 οὐδὲ... οὐδέ 起到了强烈的强调作用(“盖实非仅因……”)。与格 ἐνδείῃ 与 πνιγί 为原因与格,对比了失神不仅可由虚脱匮乏引起,亦可由壅塞窒息引起的双重病理机制。

  4. 2.3ὅκως εὐμετρίης ὀλίγῳ μέζω

    由连词 ὅκως(相当于 ὅπως)引导的从属从句,省略了虚拟语气动词 ὦσι。比较级 μέζω(中性复数,伊奥尼亚方言相当于 μείζω)支配比较属格 εὐμετρίης,并带程度与格 ὀλίγῳ(“稍微”),构成“使之略高于适度之凉”的指示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.3#1