- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.2#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述了内出血合并发热时的用药禁忌,依病势施行的食疗配伍(收敛、清凉与增稠之品),以及止血后的将息调养与向恢复期的过渡。
ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν1 ἐπὶ τοῖσι φαρμάκοισι, καὶ πολλὰ καὶ πολλάκις διδόντα· ἢν δὲ ἐπιπυρεταίνωσι, — τὰ πολλὰ καὶ ἐπὶ τῇσι φλεγμασίῃσι τῶν τρωμάτων γίγνονται πυρετοὶ, — μήτε ἀθρόον ἴσχειν τὴν φορὴν, μήτε ἐν τοῖσι παροξυσμοῖσι φάρμακα πιπίσκειν. πολλοὶ γὰρ ὑπὸ πυρετῶν θᾶσσον ὄλλυνται ἢ ὑπὸ τῆς τοῦ αἵματος φορῆς. τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. οὔτε γὰρ ἐπὶ μιῇ μούνῃ ἅπαντα εὑρεῖν τὰ τροφῆς ἀγαθὰ εὔπορον, οὔτε, ἢν μὲν οὖν μούνη ἐς ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεσθαι, διὰ τὸν κόρον Ῥηίδιον. καὶ γὰρ τὰ ποικίλα εἴκειν,2 εἰ δὴ ἀπὸ χρόνιον γίγνεται. ἔστω ὦν στύφουσα καὶ ἐς δύναμιν ψύχουσα· ἀτὰρ ἠδὲ ἐς θίξιν· θέρμη γὰρ αἵματος πρόκλησις. χόνδροι πλυτοί· ὄρυζα ἐς ὀξύκρητον· ἢν δὲ τὸ ὄξος βῆχας ἐμποιέῃ, φοινίκων ἕψημα, ἄρτος ὀπτὸς, κατάξηρος, κοπεὶς, ἠδὲ καὶ ἐς ἄλητον σεσησμένος. ἁπάντων ὦν Ῥόφημα ξὺν λίπαϊ· θύμβρη ἁλσὶ ἡδυνθεῖσα, Ῥοὸς ἐπίπασμα. ἢν δὲ καὶ χαρίσασθαί τι κάμνοντι ἐθέλῃς, κορίανον ἔστω ἐς ἡδονὴν ὅτῳ φίλον, ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων σπερμάτων. φακὸς,3 ἢν μὲν ἡ αἱμορραγίη ἐπείγῃ, ξὺν ἀρνογλώσσου χυλῷ· ἢν δὲ μὴ, τοῦ χυλοῦ ἔστω φειδώ. οὐ γὰρ εὔπεπτον οὐδὲ προσηνὲς ἐς γεῦσιν. χρὴ δὲ τουτέοισι ἥκιστα πάντων δύσπεπτα διδόναι. ἢν δὲ ἐξ αἱμορραγίης θάνατον ὀρρωδέῃς, καὶ ἀτερπὲς καὶ δύσπεπτον· ἠδὲ ἀπηνέα ἔστω τὰ σώζοντα.4 κηκὶς ὦν ξηρὴ, λείη, προσεπιπασσέσθω φακῷ τῷ ξηρῷ καὶ ψυχρῷ· ὠὰ ἑψήσι παχέα, ξὺν Ῥοιῆς σιδίοισι, ἢ κηκῖδι. ἥδε ἐστὶ ὑπʼ ἀνάγκης ἐν φαρμάκῳ τροφή· ποτὸν δὲ τὸ ξύμπαν ὀλίγον ἔστω· ξηρῇ γὰρ διαίτῃ ὑγρὸν ἀξύμφορον. τοιάδε μὲν, στῦψαι καὶ ψῦξαι εἰ ἐθέλεις· ἢν δὲ παχῦναι καὶ αἷμα καὶ πνεῦμα, γάλα καὶ ἄμυλος καὶ χόνδροι, ἄλλοτε μὲν ξὺν ἀμύλῳ, ἄλλοτε δὲ ξὺν χόνδρῳ γάλα· ἐς πῆξιν δὲ ἡ σύστασις ὡς μὴ Ῥόφημα ὑγρὸν ᾖ. ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ στῦψαι ἐθέλῃς, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείσθωσαν· ἐς δὲ τὴν σύστασιν, ἄμυλος ἔστω, καὶ γάλα, ἄριστον καὶ φὰρ τὸ Τυρρηνικὸν, παχὺ ἐὸν καὶ γλίσχρον, καὶ κολλῶδες ξὺν τῷ γάλακτι· ταμισοῦ δὲ τοῦ ἐρίφου ὑγροῖσι τοῖσι ἑψήμασι προσεγχέειν ἐς πῆξιν, ὅκως ἐπὶ γάλακτι ἐς νέου τυροῦ ξύστασιν ἴσχει· παχύτερον δὲ τουτέων, κέγχρος ἑφθὸς ξὺν γάλακτι ὡς τὸ φὰρ, καὶ τὸ ἐπίπαστον ἡ κηκὶς καὶ τὰ σίδια. τεκμαίρεσθαι δὲ τὰς ξυμμετρίας τῶν ξηραινόντων ἢ παχυνόντων· καὶ γὰρ βηχώδεα ταῦτα, ὑπερβολῇ τε ξηρότητος μετεξετέροισι προσέρρηξε τὰς φλέβας. ἢν δὲ εὖ πρήσσηται μὲν, ἴσχηται δὲ τὸ αἷμα, ἐς τἀναντία ἐκ προσαγωγῆς ἡ μεταβολή· καὶ μηδὲν ἄγαν. φιλόστροφα γὰρ τάδε καὶ κακοήθεα. χρὴ δὲ σαρκοῦν ἤδη τὸν ἄνθρωπον καὶ τὰς ὠτειλὰς ἐς τὸ πιηρὸν ἄγειν, αἰώρῃς, ἢ τρίψεσι μαλθακῇσι, περιόδοισι, θυμηδίῃσι, τροφῇ ποικίλῃ καὶ ξυνήθεϊ. τάδε μὲν ὦν, ἢν ἐκ τῆς φορῆς τοῦ αἵματος τὸ τρῶμα ξυμπεσῃ, καὶ ὁ χῶρος ὑγιασθῇ εὐακέως· ἢν δ͵ ἐγκαταλείπηται ἕλκος, καὶ διάπυον γίγνηται, ἑτέρης μελέτης χρέος· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ τῆσδε μέντοι ἐν τοῖσι χρονίοισι λελέξεται.
因此,若无发热,便当在药物上放胆尝试,大剂量且频频进服。但若并发发热——发热多伴随创伤的炎症而生——则既不可骤然止住血流,亦不可在热病发作时进饮药物;盖因死于发热者往往速于死于流血之人。 食物应当多样,且其性质应如药物一般;况且药物亦存于食物之中。盖单在一物之中既难求备一切营养之长,即便单一食物足以疗疾,亦难以始终单用一物,免生厌腻;因病情若转为迁延,自当转用多样之物。因此,食物须具收敛之性,且药力属凉,触之亦冷;盖温热乃激引血液之端。水洗麦仁;醋水渍米;若醋致咳,则用海枣煎汁;烤透、极干、捣碎并筛成细粉之面包。以此诸物和以油脂制成羹饮;配以拌盐之风轮菜,并撒以漆树粉。若欲略顺病人之意,好之者可投芫荽以悦口,或投利尿、利气之种籽。扁豆之剂,若出血急迫,则和用车前草汁;若势不急,则汁当省用;盖其既不易克化,入口亦不适,而对此类患者尤不当投难化之物。然若畏其因出血而毙命,则救命之物纵然不悦口、难克化且峻烈难当,亦当用之。故以干燥细研之没食子,撒于干冷之扁豆上;煮至凝固之熟蛋,配石榴皮或没食子。此乃危急之下寓药于食之法。饮水通当节制,盖燥烈之法不宜多水。凡此皆为欲行收敛与清凉时所用。若欲使血液与元气皆归黏稠,则用乳、淀粉与麦仁,或乳配淀粉,或乳配麦仁;其稠度当期凝结,不使成为稀薄羹饮。若欲更增黏稠收敛之效,则麦仁当与海枣同煮;增稠当用淀粉与乳;伊特鲁里亚粗麦亦属至佳,因其质厚粘滑,配乳更显胶粘。将山羊羔凝乳注入煎液之中以促其凝结,使其配乳得成鲜酪之稠度;比此更厚者,乃粟米配乳如粗麦般同煮,撒入之药则用没食子与石榴皮。必须审度燥湿增稠诸物之分量适中;盖此等药物每易致咳,且曾因过燥而致若干患者脉络破裂。若调治得宜而血流止戢,则当渐次向相反之法转变;切勿过激,盖此症极易复发且性属恶劣。此时当使病人肌肉渐丰,令瘢痕愈趋充实,假以摇晃休养、轻柔摩擦、徐步散步、怡悦心志,以及丰富而习见之饮食。凡此皆谓出血之后创口闭合、患处速愈者而言;若遗留溃疡且化脓成疮,则须另图调治之策;盖他物之流注亦接续而生。关于此症,将在慢性疾病篇中详叙。
- 2.2τολμέειν
用作祈使语气的独立不定式(命令性不定式)。在希腊医学散文中,不定式常独立充当指示处方或治疗准则的主动词,与祈使语气并用。
- 2.2καὶ τὰ ποικίλα εἴκειν
不定式 εἴκειν 承接上文的指示性语气,意为“向多样之物让步/转向多样”。其隐含主语为医者,τὰ ποικίλα 作支配与格意义的动词 εἴκω 的宾语/补足语。
- 2.2φακὸς
置于句首的悬垂主格(nominativus pendens),用以引入论题(“至于扁豆……”),但在句法上并未直接作后续分句的主语,其述谓需补足如 [δοτέος ἐστί] 之类的给药表达。
- 2.2καὶ ἀτερπὲς καὶ δύσπεπτον· ἠδὲ ἀπηνέα ἔστω τὰ σώζοντα
表语形容词(ἀτερπές, δύσπεπτον, ἀπηνέα)倒装置于系动词 ἔστω 及冠词分词主语 τὰ σώζοντα(“救生之物”)之前的倒装句,强调让步语义:“救命之法纵使不悦口、难消化且峻烈,亦当如是。”
