- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.2#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节阐述咯血内服治法(汤剂与丸剂)的三种药理机理,并针对脉络弛缓、断裂及溃蚀等不同病型,详述草木汁液、药用土、动物凝乳及锭剂等药物的配伍与用法用量。
Ἡ δὲ τῶνδε καιριωτέρη ἴησις ἐν τοῖσι ποτοῖσι καὶ καταπότοισι κέεται, ὡς ἄγχιστα τῶν τετρωμένων ἔῃ τὰ φάρμακα. τρισσὴ δὲ τουτέων ἡ ἰδέη· ἢ τοὺς ὀχετοὺς τοῦ Ῥοοῦ δῆσαι, ξυναγωγῇ καὶ πιέσι τῶν ἀγγείων, ἢ τὸ Ῥέον παχῦναί τε καὶ πῆξαι ὡς μὴ διαρρέῃ, κἢν παραπέμπωσι οἱ ὀχετοί· ἢ ξηρῆναι τὰς ἐφόδους πρὸς ἕδρην τὴν ἀρχαίην τὸ αἷμα στήσαντα, ὅκως μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προσμενέωσι, πλημμυρῶσι δὲ ἔνθα ἡ ξύνδοσις.1 ἐπὶ μὲν τῆς ἀραιώσιος τῶν φλεβῶν ἡ στῦψις ἀρκέει. διαρρέει γὰρ, ὡς ὑδρεῖον νέον δευθὲν, τῇσι ἀραιώσεσι. ἀτὰρ ἠδὲ ἐπὶ τῇσι διαιρέσεσι στῦψις μὲν ἰητρείη ἐς τὴν ξυναγωγὴν τῶν χειλέων· μέζοσι δὲ καὶ δυνατωτέροισι τοῖσι φαρμάκοις χρέεσθαι. ἢν δὲ ὁ τῆς διαβρώσιος ἔῃ τρόπος, καὶ μὴ ξυνάγηται ὑπὸ τῆς στύψιος τοῦ ἕλκεος τὰ χείλεα, σεσήρῃ δὲ τὸ τρῶμα, ἀξύμβατον ἐκ τῆς διαθλίψιος ἐὸν,2 πάγον χρὴ τοῦ αἵματος, ἀτὰρ ἠδὲ τῆς θέρμης ποιέειν. ἀκινησίῃ γὰρ τῶνδε καὶ πήξι ἵσταται ὁ Ῥόος. ὀξύκρητον μὲν ὦν τοῖσι ἀραιοῖσι ἱκανὸν ἐς στῦψιν. οὐδὲ γὰρ οὐδὲ αἷμα ἄκρητόν ἐστι τὸ Ῥέον, ἀλλὰ τοῦδε ἰχὼρ διὰ σμικρῶν τῶν στομίων· καὶ τοῦδε οὐ πολλοῦ οὐδὲ πολλάκις χρέος· μετεξετέροισι δὲ καὶ ἡ ἔξωθεν ἰητρείη· ἀτὰρ καὶ φοινίκων ἢ κερατίων ἐδωδίμων ἕψημα ποθὲν, μοῦνον ἤρκεσε. ἔστω δὲ τὸ ὄξος οἴνων μὲν τῶν στυφόντων τῷ γένεϊ, εἰ μὴ φαρμακείῃ δὲ, ἀλλὰ τῷ χρόνῳ δριμύ τε καὶ στῦφον. ἐπὶ δὲ τῇσι διαστάσεσι τῶν τρωμάτων πρὸς τῷ ὀξυκρήτῳ ἔστω φάρμακα ἁπλᾶ τὴν πρώτην, ἀρνογλώσσου χυλὸς, ἢ πολυγόνου, ἢ σέριδος, ἑκάστου μοίρη πρὸς τῷ ὀξυκρήτῳ· ἢν δʼ ἐπὶ μᾶλλον Ῥέῃ, ὑποκιστίδος, ἢ ἀκακίης ξηρῶν ἐμπάσσειν, ἐς γ′ κυάθους τοῦ ὀξυκρήτου, ὁλκῆς τῶνδε δραχμὴν μίην. ἄριστος δὲ καὶ χυλὸς ὄμφακος. ἢν δὲ κρέσσων ἡ ξυμφορὴ τῷδε γίγνηται, κηκίδα λείην καὶ βάτου Ῥίζην ξηρὴν, καὶ λίθον τὴν ἐξ ἁλὸς κουράλλιον λείην ξηρὴν ἐμπάσσειν. δυνατωτέρη δὲ τῶνδε τοῦ Ῥήου ἡ Ῥίζα, ἐμψῦξαι, ξηρῆναι, στῦψαι, τὰ πάντα ποιῆσαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ· ἢν δὲ μεζόνων ἀρήγειν χρέος, τοῖσι χυλοῖσι σέριδος, ξὺν ἀρνογλώσσῳ, τῆς Ῥίζης ἐμπάσσειν ὁλκῆς τριώβολον, ἐς κυάθους τοῦ ὑγροῦ τρεῖς ἢ τέσσαρας. ἐπὶ δὲ τῇσι διαβρώσεσι τότε ὅλως ἐν ἐκείνῃ στῦψιν ἐμποιέειν ἐς πάγον τοῦ διαρρέοντος αἵματος· καὶ τοῖσι δεχομένοισι ὅκως ἀπὸ πολλοῦ τοῦ τρώματος μύωσιν αἱ φλέβες·3 ἀλλὰ καὶ τὰ πινόμενα ἔστω κραταιὰ, δυνατὰ ποιῆσαι πάγον. χυλὸν ὦν κοριάνου ξὺν ὄξεϊ, ἠδὲ λαγοῦ ταμισὸς, ἢ νεβροῦ, ἢ ἐρίφου, μὴ πολλὸν δὲ διδόναι. ἔκτεινε γάρ κοτε τουτέων τι τῷ πλήθεϊ· ἀλλὰ τοῦ μὲν χυλοῦ τοῦ κοριάνου μὴ μεῖον μὲν ἡμικυάθου ἐς τρεῖς τοῦ ὀξυκρήτου, τῆς δὲ ταμισοῦ ὀβολοὶ μὲν τρεῖς, τὸ δὲ πλεῖστον4 ὀβολοὶ δʼ. ἐς δὲ τὰ τοιάδε εἴδεα τῆς φορῆς, καὶ γῆ ἀρίστη Σαμία, καὶ ἀστὴρ κάρτα λευκὸς, καὶ Ἐρετριὰς, καὶ Σινῶπις, καὶ σφραγὶς ἡ Λημνίη. τουτέων δὲ ὁλκὴ σταθμοῦ, τὸ μεῖον, ά. τρεῖς δὲ τὸ πλεῖστον· ξύν τινι τῶν ἑψημάτων, φοινίκων, ἢ κερατίων ἐδωδίμων, ἢ Ῥιζῶν βάτων· ἢν δὲ τρηχύνηται ἡ ἀρτηρίη καὶ ἐπὶ τῷδε βήσσῃ, σιραίῳ τῷ Κρητικῷ ἐμπάσσειν τάδε. ἄριστον ἐς λείωσιν ἀρτηρίης καὶ ἄμυλος ξὺν τοῖσι δευθείς· ξὺν γὰρ τῷ λείῳ καὶ τὸ παγερὸν ἴσχει. ἢν μὲν ὦν μὴ ξυνεπείγῃ ἡ φορὴ, ἅπαξ τῆς ἡμέρης πρὸ τῆς προσάρσιος δοτέον· ἢν δὲ, καὶ δὶς καὶ τρίτον ἐς τὴν ἑσπέρην. ἐκ δὲ τῶν φαρμάκων καὶ κατάποτα ποιέειν ξηρῶν ἐν μέλιτι ἑφθῷ ἐς σύστασιν· κηκὶς λείη· ἄριστον δὲ καὶ Ῥόος ἐς τὰ ὄψα, γίγαρτα, καὶ ὁ ὀξυλαπάθου καρπὸς, καὶ ἰδίῃ ἑκάστου, καὶ ξυνῇ. τάδε μέντοι καὶ ὑπὸ τῇ γλώσσῃ ἔχειν ἐς τὸ διηνεκὲς τῆς συντήξιος. ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον· ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου διʼ ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται.
然而,比此等外治更为关键之疗法,乃在于汤剂与丸剂之口服,务使药物能最切近受损之部位。此等内服药之作用机理凡有三端:或以收缩与压迫脉络以闭塞血行之沟渠;或令流溢之血黏稠凝固,纵使沟渠传送亦不能漏泄;或将血液止截于其本源之处而使通路燥涸,免使虚损之空隙复承注溢,且阻血液泛滥于破损之处。对于脉络弛缓之症,单纯收敛即可足用;盖因弛缓而溢血,正如新浸湿之陶器渗水一般。然对于脉络割裂断绝,收敛固为促使创口边缘闭合之疗法,但当用更大且药力更强之剂。若其症势属于腐蚀溃破,溃疡之边缘不为收敛所合,且因组织损缺而创口咧开、无法弥合,则必须使血液乃至温热皆行凝结冰冻;盖使此二者凝止冻结,血流始能止截。对于脉络弛缓者,以醋水行收敛已然足用;因所流之物甚至非为纯血,不过是微细孔窍渗出之血清而已;此物既毋须多服,亦毋须频服;对某些患者而言,单凭外治即已奏效,而仅饮海枣或食荚豆之煎汁亦足矣。其醋当取天然收敛之葡萄酒所酿,非凭药石混充,乃经岁月陈化而显辛烈收涩者。对于创口裂开者,初起当于醋水之外佐以单味之药:车前草汁、萹蓄汁或菊苣汁,各取一份和入醋水。若出血转甚,则撒入干燥之岩蔷薇寄生或金合欢粉,以醋水三合配药物一德拉克马之重。酸葡萄之汁亦属至善。若出血之势转烈而此等不及,则撒入研细之没食子、干黑莓根,以及研细干燥之海珊瑚石。比此诸药更具神效以清凉、燥湿、收敛、兼备诸功者,乃大黄之根;此药亦可单配醋水;若须加强疗效,则于菊苣汁兼车前草汁中,撒入此根三奥波尔之重,调入药液三至四合。至于腐蚀溃破之症,届时当纯用收敛以使漏泄之血彻底凝冻;并使承纳之处的脉络自远离伤口之处闭合;饮剂亦须峻猛,足生冻结之功。故当予芫荽汁和醋,及野兔、鹿羔或山羊羔之凝乳块,然不可过量;盖此等药物有时因过量而致人于死;芫荽汁配三合醋水不得少于半合,凝乳块则用三奥波尔,至多四奥波尔。对于此等咯血之症,萨摩斯土、至白星土、埃雷特里亚土、锡诺普土及利姆诺斯神印土亦极善。其称量之重,至少一德拉克马,至多三德拉克马;和以海枣、食荚豆或黑莓根之煎汁。若气管粗糙并因而致咳,则将此等药粉撒入克里特浓缩葡萄汁中。为润滑气管,以生粉调和同服亦属极善;盖其润滑之余兼具凝结之力。若血势不急,当于进食前进服,每日一次;若势急,则进服两次,至傍晚复进第三次。亦可用干药和以炼蜜调匀制成丸剂:研细之没食子;作调味用之漆树子、葡萄籽及酸模果实,或单用或共用,皆属上品。此等药丸宜含于舌下,任其缓缓融化。树胶随其本草,以及黄芪胶亦可如是含服。诸般药物之验方难以胜数,其功用亦千差万别:有以埃及刺槐制成之锭剂,有以琥珀制成者,亦有以番红花制成者,其炮制之法皆已分章别叙。
- 2.2ὅκως μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προσμενέωσι, πλημμυρῶσι δὲ ἔνθα ἡ ξύνδοσις
由 ὅκως 引导并连接虚拟式 προσμενέωσι 与 πλημμυρῶσι 的目的从句。κενεόμενοι οἱ χῶροι(被倒空的部位/血管空腔)作 προσμενέωσι 的主语,意为“免得虚脱的空腔等待进一步的注入(τῇ ἐπιρροῇ)”;后半句 πλημμυρῶσι 的主语暗指血液(或作不及物用法),指防止在血管弛缓(ἔνθα ἡ ξύνδοσις)之处泛滥渗溢。
- 2.2ἀξύμβατον ἐκ τῆς διαθλίψιος ἐὸν
修饰 τὸ τρῶμα 的分词短语。形容词 ἀξύμβατον 意为“不能愈合/靠拢的”;ἐκ τῆς διαθλίψιος 表原因,指由于组织挤压破损或组织缺损,导致伤口边缘无法弥合对接。
- 2.2καὶ τοῖσι δεχομένοισι ὅκως ἀπὸ πολλοῦ τοῦ τρώματος μύωσιν αἱ φλέβες
承接前文动词不定式 ἐμποιέειν(或表示“设法”的承接结构),以与格 τοῖσι δεχομένοισι(在承纳血液之处)配合 ὅκως 引导的从句(谓语为虚拟式 μύωσιν,意为“闭合、收缩”)。ἀπὸ πολλοῦ τοῦ τρώματος 表示空间距离,意为“距伤口极远之处”,旨在说明不仅患处局部,连带周围受纳血管亦当在远离创口处闭缩。
- 2.2τουτέων δὲ ὁλκὴ σταθμοῦ, τὸ μεῖον, ά. τρεῖς δὲ τὸ πλεῖστον
短语 ὁλκὴ σταθμοῦ 指“按衡量称取之分量”。字母 ά 代表数字“一”(德拉克马),与 τρεῖς(三)相对。中性副词性宾格 τὸ μεῖον(“至少”)与 τὸ πλεῖστον(“至多”)限定了用药分量的上下限。
