← 阿莱泰乌斯

论急性疾病的治疗

§2.2#1

咯血的静养要求、分次放血与外用止血法

作者阐述了各类咯血病势的险恶与紧迫,详尽记述了保持静养、以肘正中皮静脉为主的分次审慎放血法、四肢捆扎法,以及冷敷、硬膏与贴剂等外敷止血之方。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

Κεφ. β′. Θεραπεία Αἵματος Ἀναγωγῆς. πᾶσαι δὲ ἰδίαι ἀναγωγῆς αἵματος οὐκ εὐήθεες, οὐ τοῦ τρόπου μοῦνον, ἢν ἐκ Ῥήξιος, ἢ διαβρώσιος, ἀλλὰ κἢν ἀραίωσις φέρῃ· οὐδʼ ἢν ἀπὸ θώρηκος, ἢ πνεύμονος, ἢ στομάχου, ἢ ἥπατος, τῶν κινδυνωδέων· ἀλλὰ κἢν ἀπὸ κεφαλῆς ἡ ἀσινεστέρη.1 αἵματος γὰρ ἡ φορή· αἷμα δὲ πάντων τροφὴ, πάντων δὲ θέρμη, πάντων δὲ χροιή· καὶ φοβερὸν μὲν ἰδεῖν διὰ στόματος ὁκωσοῦν Ῥέον· κακὸν δὲ, ἤν γε ἀπὸ σπλάγχνου καιρίου· κάκιον δὲ ἢν ἐκ Ῥήξιος καὶ διαβρώσιος. χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεος ξυνεπείγειν μᾶλλον2 ἀρήγοντα. καὶ πρῶτον μὲν ψυχρότερον αἱρέεσθαι ἠέρα ἐς ἀναπνοὴν, σηκὸν ἐπίπεδον, κλίνην ἑδραίην, ὅκως μηδὲν σείηται — ἐρεθιστικὸν γὰρ αἱ σείσιες — κοίτη δὲ στερεὴ, μὴ κάρτα εἴκουσα μηδὲ βαθείη, ἄθερμος· ὄρθιον δὲ τὸ σχῆμα· ἡσυχίη λαλιῆς, ἠδὲ ἀκουσμάτων. ψυχῆς ἀταραξίη, εὐθυμίη. πάγχυ δὲ τοῖσι τουτέοισι ξυνομαρτέει δυσελπιστίη. τίς γὰρ ἐμέων αἷμα θάνατον οὐκ ὀρρωδέει; ἢν ὦν πολύαιμοι καὶ ἐπίφλεβοι ἔωσι, ἐπὶ πάσῃ ἰδέῃ ἀναγωγῆς τάμνειν φλέβα· ἤν τε γὰρ ἐκ Ῥήξιος ἢ διαβρώσιος, εὐάρμοστος φλεβοτομίη· ἤν τε ἐπʼ ἀραιώσι, δέος μὴ ἀπορρήξῃ τὸ πλῆθος· τάμνειν δὲ τὴν ἐπʼ ἀγκῶνι κοίλην· εὔροόν τε γὰρ τὸ αἷμα τῆσδε καὶ κατασχάζεσθαι Ῥηϊδίη, καὶ ἐς πλεῦνας ἡμέρας Ῥέειν ἀσινέως εὔστομος. ἐπὶ πᾶσι δὲ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν καιρίων σπλάγχνων ὁδὸς ἥδε αἵματος. ἡ δὲ ἀνωτέρη τῆσδε, καὶ ἥδε, ἀποσχίδες ἔασι, μιῆς τῆς ἀπὸ τοῦ βραχίονος, ἄμφω. ὥστε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆς μέζης ἐς ὄνησιν ἴσχει. ἀΐδριες γὰρ τῶν ἀποσχισίων, ὅσοι στομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ σπληνὸς Ῥέῃ, τάμνειν τῆς ἀριστερῆς χειρὸς τήν μέσην δακτύλων μικροῦ τε καὶ παραμέσου. τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουσι ἐπὶ σπλῆνα κραίνειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπʼ ἀγκῶνι τῆς κάτω ἐστὶ ἡ ἀπόσχισις. τί ὦν πλέον εἰ πρὸς τοῖσι δακτύλοις, καὶ μὴ ἐπʼ ἀγκῶνι τάμνοι τις αὐτέην; μείζων γὰρ τῇδε καὶ εὔροος. τὸ ξύμπαν μὲν ὦν πρόσω λειποθυμίης ἐπισχεῖν·3 ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν. ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶσαι τὸν ἄνθρωπον. ξυνεχὲς δὲ καὶ ἀπὸ σμικρῆς ἀφαιρέσιος ἐπαφαιρέειν, καὶ αὐτῆμαρ, καὶ τῆς ὑστεραίης, καὶ ἐπὶ τῆς ἄλλης ὑστέρης. ἢν δὲ ὁ ἀσθενέων ἰσχνὸς καὶ λείφαιμος ἔῃ, μὴ τάμνειν φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέσιος αἵματος. ἀρήγειν δὲ καὶ δεσμοῖσι ἄκροις· ποδῶν μὲν, ὑπὲρ σφυρὰ καὶ γούνατα· χειρῶν δὲ, ὑπὲρ καρπὸν καὶ βραχίονα· ταινίη πλατείη, ὅκως ἡ διάσφιγξις κραταιὴ μὲν ᾖ, ἄλγος δὲ μὴ φέρῃ· τοῖσι δὲ αἱμορραγέουσι χωρίοισι ἐπιβάλλειν χρὴ ἔρια μὲν πινόεντα οἰσύπῳ ἀπὸ τῆς ὀΐος· τέγγειν δὲ χυμῷ, οἴνῳ αὐστηρῷ, καὶ Ῥοδίνῳ, ἢ μυρσίνῳ λίπαϊ. ἢν δὲ ξυνεπείγῃ ἡ αἱμορραγίη, ἀντὶ μὲν τῶν ἐρίων σπόγγοισι χρέεσθαι· ὄξεϊ δὲ, ἀντὶ τοῦ οἴνου. ὑπαλειφέσθω δὲ μυρσίνῳ τὸ χωρίον· ἐπιπάσσειν δὲ τοῖσι σπόγγοισι τῆς ἀκακίης, ἢ ὑποκιστίδος ξηρῶν τῶν χυλῶν, ἢ καὶ ἀλόης. ἄριστον δὲ καὶ τὸ ὀμφάκιον ὄξεϊ λυθέν. ἢν δὲ ἡ τέγξις ἄσηρον ᾖ καὶ δύσφορον, ἐμπλάστροισι χρέεσθαι. καὶ γὰρ τὸ δέρμα περιτείνουσι, καὶ οἷον τῇ χειρὶ κρατέουσι. ἀτὰρ καὶ αἱ δυνάμεις αὐτέων στῦψαι καὶ ξηρῆναι δυνατώταται. μυρίαι δὲ καὶ ἄλλοισι ἄλλαι πείρῃ ἔασι πισταί· ἄρισται δὲ ὁκόσαι ὄξος ἴσχουσι καὶ ἰτέης φύλλων χυλὸν, ἠδὲ καὶ ἄσφαλτον, καὶ ἰὸν, καὶ στυπτηρίην, καὶ λιβανωτὸν, καὶ σμύρνην, καὶ χαλκὸν κεκαυμένον καὶ λεπίδα, καὶ ὁκόσαι τοιαῖδε ἐπὶ τοῖσι ἐμπλάστροισι· ἢ ἔρια τὰ πινόεντα, ἢ οἱ σπόγγοι ἐν βραχέϊ δευθέντες ὄξεϊ· ἢν δὲ τὴν τάνυσιν τῶν ἐμπλάστρων μὴ φέρωσι, ἐπίθεμα ποιέειν· φοίνικες οἱ πίονες ἐν οἴνῳ μέλανι αὐστηρῷ δευθέντες ἐς μᾶζαν τρίβονται· ἔπειτα ἀκακίη ἐμπάσσεται λείη καὶ σίδια· ἐγχρισθέντα δὲ ἐς τρύχιον κατὰ τοῦ θώρηκος τίθεται. ἄλφιτα οἴνῳ, ἢ ὄξεϊ δευθέντα, ἠδὲ φακῆς ἄλητον λεπτὸν, κρησέρῃ σεσησμένον, κηρωτῇ ἢ Ῥοδίνῳ μύρῳ ἀναλαμβάνοντα τιθέναι. μίσγειν δὲ καὶ συμφύτου τῆς Ῥίζης σεσησμένης. ἄλλο· βραβύλων ἀγρίων Ῥίζας ἑψεῖν ἐν ὄξεϊ καὶ τρίψαντα ἐς μᾶζαν, παραμίσγειν Ῥοὸς, καὶ κόμμιος, καὶ μυρσίνης βραχύ. τῶνδε μέντοι γε ἄλλα ἄλλοισι ξυμμίσγειν, ὅκως ἂν ἰσχύος τῆς τῶν φαρμάκων καὶ προσηνείης καὶ ὀσμήσιος δέηται. χρὴ γὰρ καὶ τοῖσι κάμνουσι χαρίσασθαι. τάδε μὲν ἐκτὸς θετὰ ἄκη.

第二章咯血的治法 凡一切咯血之症,皆非轻浅之患,非特由血管破裂或腐蚀溃破所致者为然,纵由于脉络弛缓渗漏者亦复如此;亦非特自胸廓、肺、食管或肝脏等危重部位溢出者可虞,纵使自头部下注之较无大害之血,亦不可轻视。盖此乃血液外溢之故;血为万物之滋养,万物之温热,万物之充荣。目睹血液从口中喷薄流出,任其如何皆属骇人;若出于紧要脏腑则为大患,而由破裂溃蚀所致者则更为凶险。 故医者当乘疾发之先,以全力救疗相争。首当择清凉之气以利吸纳,居处平旷,卧榻坚稳,使之毫无震动——盖动荡最易激惹病势——寝具当坚实,不可过软亦不可深陷,更不可温热;身躯宜取直立之姿;禁绝言语,杜绝喧嚣;心神澄澈,情志畅达。然此等患者往往极度绝望;试问吐血之人,有谁能不畏惧死亡? 若其人多血而脉络丰隆,则不论何种咯血,皆当开脉放血。因无论由破裂抑或溃蚀而起,放血皆甚合宜;即因脉络弛缓而起者,亦恐血多势涌致令崩决。当刺肘部正中皮静脉;盖此脉血行畅利,极易下刀,且创口舒通,可于数日内平稳引流而无害。尤要者,一身至关紧要之脏腑,其血路大抵皆通于此。其上部之脉与此脉,本皆同出上臂主脉之分歧。故上方之脉施治之效,绝不胜于此正中之脉。凡将上方之脉径系于食管与肝脏者,皆是不识经脉分歧之故。若血自脾脏而来,则开左手小指与无名指间之中脉;医中或有以为此脉直通脾脏者;然此脉亦不过肘部诸脉中下方之脉的一支耳。舍肘部不取而剖指端,复有何益?肘部之脉于此处更为阔大而通畅。总括而言,当于昏厥未至之前止住血流,亦不可一次多取;因失血本身已足令病患形销骨立。然当以少取之法连贯频取,当日取之,翌日复取,其后次日又取之。若病者羸弱而缺血,则不可开脉。关于刺血之事,大略如此。 亦当结扎四肢以助止血:足部缚于踝上及膝上;手部缚于腕上及上臂;当用宽带,务求捆扎紧固而不生剧痛。于咯血之各部位,当敷以带有原脂之羊毛,浸以收敛浓汁、苦涩葡萄酒,和以玫瑰油或香桃木油。若出血甚急,则易羊毛以海绵,易葡萄酒以米醋。患处先以香桃木油涂抹;海绵之上撒以干燥之金合欢汁、岩蔷薇寄生汁或芦荟粉末。以米醋化开酸葡萄汁亦属极善。若湿敷令人生厌难耐,则用硬膏;盖硬膏亦能紧绷皮肉,宛如以手紧紧按压。况其收敛燥湿之药力极雄。历经试用而见信于各家之膏方繁多,然最善者乃含醋、柳叶汁者,兼有地沥青、铜绿、明矾、乳香、没药、煅铜、铜屑,以及诸如此类之硬膏;或取带脂羊毛,或取浸少许米醋之海绵。若难耐硬膏紧勒之势,则调制湿敷膏:取肥美海枣浸于浓涩红葡萄酒中,研磨成膏泥;继而撒入细腻之金合欢粉与石榴皮;敷抹于布片之上,覆于胸部。以酒或醋调和大麦面,以及细绢筛过之细腻扁豆粉,和入蜡膏或玫瑰香膏后敷贴。亦可掺入筛细之康复草根。又一方:以醋煮野李根,研碎为泥,调入少许漆树子、树胶及香桃木。然诸药可互为配伍,视药力、温润与香气之所需而定;盖亦当使受苦之人适意为怀。以上皆属敷贴于外之治法。

语法注3 条
  1. 2.2ἀλλὰ κἢν ἀπὸ κεφαλῆς ἡ ἀσινεστέρη

    在接于 κἢν(καὶ ἢν)之后的条件从句中,动词(ῥέῃ 或 ᾖ)与名词主语(ἀναγωγή)被省略。此句与前文 οὐδʼ ἢν ἀπὸ θώρηκος... τῶν κινδυνωδέων(“不仅出于胸部等危险部位者如此……”)相呼应,承接主句判断,意为“即便出于头部之较为无害(较轻)者[亦非吉兆]”。

  2. 2.2τοῦ πάθεος ξυνεπείγειν μᾶλλον

    属格 τοῦ πάθεος 作比较属格,由比较级副词 μᾶλλον(或由含“争先、竞逐”之意的复合动词 ξυν- 构词引申)所支配,表现了医治之急迫:“救治之步履当争先于病情[之发展]”。

  3. 2.2πρόσω λειποθυμίης ἐπισχεῖν

    副词 πρόσω(“在前、未及……之前”)支配表示界限与终点的属格 λειποθυμίης,意为“在达于昏厥之前止住[流血]”。此句用意与前一章之 μὴ μέσφι λειποθυμίης(“不可至于昏厥”)完全一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.2#1