← 阿莱泰乌斯

论急性疾病的治疗

§2.1

肺炎之放血用药与急救疗法

本章详述急重症肺炎之全方位救治之法,涵盖两臂放血、灌肠、拔罐、排痰与安眠药剂、饮食与外敷调理,并指出诸法不效时的绝望预后。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Κεφ. α′. Θεραπεία Περιπνευμονίης. κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλεγμασίη καὶ πρῆσις τοῦ πνεύμονος, ἐφʼ οἷσι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήματα· τάμνειν αὐτίκα τὰς ἐπʼ ἀγκῶνι φλέβας· ἠδʼ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριστερὰ μᾶλλον, ἢ ἐκ μιῆς μέζονος, — ὡς ἀφʼ ἑκατέρης τῆς χώρης τοῦ πνεύμονος ἡ ἀντίσπασις τῶν ὑγρῶν ἔῃ· μὴ μέσφι λειποθυμίης·1 προστιμωρέει γὰρ τῇ πνιγὶ ἡ λειποψυχίη. ἀλλὰ κἢν σμικρὸν ἀναπνεύσωσι, ἐπισχόντα χρὴ τὴν Ῥοὴν αὖθις ἀφαιρέειν.2 ἢν γὰρ ἐξ αἵματος αἱ προφάσιες ἔωσι, αὐτὴν τὴν αἰτίην ἡ φλεβοτομίη ἄγει· ἤν τε φλέγμα, ἢ ἀφρὸς, ἤ τι ἄλλο τῶν ὑγρῶν πρήσσῃ, αἱ τῶν φλεβῶν κενώσιες εὐρυτέρην τὴν τοῦ πνεύμονος ποιέουσι χώρην ἐς δίοδον τῆς ἀναπνοῆς. χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύσας, ἐπὶ μὲν φλεβοτομίης διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, Ῥητίνῃ τῇ ἀπὸ τῆς τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆς φλεβοτομίης, εἰ μέζων ἡ κώλυσις ἔοι, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλσὶ μὲν πρὸς τῷ λίτρῳ, ἡ Ῥητίνη δὲ τῆς τερμίνθου ξὺν τῷ μέλιτι· πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα. καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται. Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι. ἢν δέ πως ὁ θώρηξ εὔσαρκος ἔῃ, ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα ἡ σικύη ἀμφιθλάσῃ ἐρείδουσα, καὶ τῷδε προσβάλλειν· ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται, οἷσί περ ὁ πνεύμων πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ. πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην. ἀτὰρ μηδὲ τῶν διὰ στόματος ὠφελούντων φαρμάκων ὑπερορῆν μηδέν. ἕλκει γὰρ ὁ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν, καὶ ἢν νοσῇ. φαρμάκων διδόναι ὦν ὁκόσα λεπτύνει τὰ ὑγρὰ ἐς διαπνοὴν, ἠδὲ ὀλισθηρὰ καὶ εὔροα ἐς ἀναγωγὴν τεύξει· πίνειν μὲν ἐς τάχος τῆς ὠφελείης λίτρον ξὺν ὑσσώπου ἑψήματι, ἢ ἅλμην ξὺν ὄξεϊ καὶ μέλιτι, ἢ σίνηπι ὑγρὸν ξὺν μελικρήτῳ. ἐμπάσσειν δὲ ἑκάστῳ καὶ τῆς ἴριδος τῆς Ῥίζης καὶ πεπέριος εὔτολμον·3 ἀτὰρ καὶ τάδε ξηρὰ σήσαντα ξὺν μέλιτι διδόναι. ἢν δὲ ἄϋπνοι ἔωσι διʼ ἡμέρης, ἠδὲ ἐγρηγορῶσι πάννυχοι, δέος μὴ ὁ ἄνθρωπος μανῇ, καὶ ποικίλων φαρμάκων ὑπνωτικῶν χρέος, ἢν μή τι ἐνδιδῷ ἡ νοῦσος, ὅκως καὶ τὴν ταλαιπωρίην ὁ τῶν φαρμάκων καιρὸς εὐνάσῃ. τὰ πολλὰ γὰρ γίγνεται καρώδεα. ἢν δὲ ἐν ἀκμῇ τῆς πνιγὸς καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον διδῷς, θανάτου ἂν εἴης παρὰ τοῖσι δημότῃσι αἴτιος. χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτὰ, διαλυτικὰ παχέος, σμηγματώδεα· λαχάνων, πράσον, ἢ κορωνόπους, ἢ κνίδη, ἢ κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ, πτισάνης ὁ χυλὸς, τῆς ὀριγάνου ἢ ὑσσώπου προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν· χόνδροι ξὺν μελικρήτῳ κάθεφθοι. ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν, ἢν ἄπυροι ἔωσι, μὴ πολλόν τι τῆς στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων ἡ στῦψις. χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον. πολλὸν δὲ ἄγειν τὰ πτύελα· τὸ ξύμπαν δὲ, ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν, οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης. θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ λίτρῳ, ἢ ἁλσί. ἄριστον δὲ χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων, χρίσιες, ἄκρων δεσμός. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος,4 ἀνέλπιστος ὁ ἄνθρωπος.

第一章肺炎的治法 肺之炎症与肿胀乃极度急性且关乎性命之大恶疾,窒息于须臾间随之而至。故御邪之法必须刚劲而敏捷:当立剖肘部静脉,且宜左右两臂齐施,胜于仅开单侧较大之静脉,以便由肺之两侧区域反向引流体液;然不可至于昏厥,盖失神反会助长窒息。然患者但得少许平复喘息,即当止住血流而后再度取血。因发病之端若在于血液,放血便能径去其病因;纵由黏液、泡沫或其余体液为患,静脉之排空亦可使肺部通道开阔,以利呼吸出入。 亦当使体液与气滞下行:放血之时,以天然碱、蜂蜜、芸香及液态黄连木脂涂抹肛门。若放血之阻碍更大,则代之以辛辣药汁灌肠:天然碱配以食盐,黄连木脂和以蜂蜜,并用油煎芸香与水煎海索草。水煎苦西瓜之内瓤亦属上乘。 于两肩胛间、背部及胁下各处施以轻拔罐皆极有益。若胸部肌肉丰满,拔罐按压时不致挫伤骨周皮肉,亦当拔于此处;盖若将体液自周身各处汲出,并将气滞牵拉于外,肺脏正由此等所窒塞,则恶疾或得舒缓之机。盖治肺炎当四面环围而攻之。 然经口有益之药亦不可有丝毫忽视;因肺脏无论在平素无病抑或罹患疾患之时,皆能吸纳津液。故当进以能稀释体液以利发散,且能使痰涎滑润易于喀出之药物:欲求速效,可服天然碱加海索草汤剂,或盐水调和醋与蜂蜜,或以蜜水调和稀芥子膏。于各剂中皆当撒入菖蒲根及足量之胡椒;亦可将诸药研末筛细,调和蜂蜜服之。若昼不能眠而彻夜醒觉,则恐其人发狂,若病势全无减退,便需各色安眠之剂,以便乘药力之宜时以平息苦楚;盖其多数会致昏睡。然若于窒息极期及濒死之际进药,则必在市井平民之间被归咎为致死之由。 饮食亦当与此相类,须辛辣、清淡、善化稠滞且具荡涤之功。蔬菜之中,宜韭葱、角蒿、荨麻或以醋煮卷心菜。涩味之物中,宜大麦汁,掺入牛至或海索草,多用胡椒及天然碱以代食盐;细麦屑与蜜水同煮极烂。烹煮时切须使诸物不生滞气,因腹胀之气对肺炎患者极有害。若已退热,饮以无甚收敛之葡萄酒;盖收敛之性会致形骸闭密。对此类患者,宁当宣散解弛肌体,并多量排咯痰涎;总括而言,饮水量当少,因滋润过度对肺有大害,盖肺会自食管及腹胃汲取津液。 胸部当以羊毛蘸油脂、天然碱或食盐覆盖之。最佳涂剂为沼泽盐霜所制者,以及干芥子调和稀软蜡膏。总之当将体液、热力及气滞尽皆引之于外。嗅闻辛辣之物、涂敷药膏、捆缚四肢亦有所裨益。然施治者行此诸法而病仍不退让,则患者已绝无生还之望矣。

语法注4 条
  1. 2.1μὴ μέσφι λειποθυμίης

    否定词 μή 修饰前文的不定式 τάμνειν,表限制性禁戒,意为“(放血)切勿至于昏厥”。μέσφι 为伊奥尼亚方言介词,后接属格,相当于 μέχρι(“直至”)。

  2. 2.1ἐπισχόντα χρὴ τὴν Ῥοὴν αὖθις ἀφαιρέειν

    在非人称动词 χρή 接不定式(ἀφαιρέειν)的句式中,宾格分词 ἐπισχόντα 充当不定式的逻辑主语(施治的医者),表明当病患稍得喘息时,医者应当止住血流而后再度放血。

  3. 2.1πεπέριος εὔτολμον

    中性单数形容词 εὔτολμον(“大胆的、果敢的”)在此作名词化用法,支配部分属格 πεπέριος,意为“大胆分量的胡椒”,即用量颇重、毫不吝啬的胡椒剂量。

  4. 2.1τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος

    分词 ποιέοντι 为表示参照的与格,指代施治者。句中插入条件从句 ἢν μὴ εἴκῃ ἡ νοῦσος(“若疾病仍不退让”),统摄至主句谓语 ἀνέλπιστος ὁ ἄνθρωπος(“此人便无可救药”),整体结构为“施治者即便行此诸法,若病势仍不减退,患者便绝无希望”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.1