← 阿莱泰乌斯

论急性疾病的治疗

§2.11

色情狂的病理与放血消炎治疗

本章论述了色情狂导致的持续勃起与心神放荡之症状,详述了通过肘踝大量放血、“神圣药”通下、寒凉外敷与火罐水蛭等消炎疗法,并指出在出现痉挛危险时当转为温热疗法,最后强调医者在应对急性病变时须具备独立应变之裁量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11

Κεφ. ια′. Θεραπεία Σατυριάσεως. τῶν ἐν τοῖς αἰδοίοισι νεύρων ἡ φλεγμασίη ὄρθιον ἀνίσχει τὸ αἰδοῖον, ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδισίων ἔργων πρήξιος. ἐντάσιες δὲ γεννῶνται σπασμώδεες, οὐδαμᾶ πρηϋνόμεναι· ἀλλὰ καὶ ἐπὶ τοῖσι ἀφροδισίοισι ἀμάλθακτος ἡ ξυμφορή. προσεκμαίνονται δὲ καὶ τὴν γνώμην, τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην, ἐπὶ παρρησίῃ τοῦ πράγματος. θαρσέας γάρ σφεας ποιέει ἡ ἀκυρίη τῆς ξυνουσίης· μετέπειτα δὲ, ἐπάν ἀναλωφήσωσι, εὖτʼ ἄν σφισι ἡ γνώμη τέλεον μίμνῃ.1 πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι,2 καὶ τὴν ἐπὶ τῷ σφυρῷ. καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκις. οὐδὲ γὰρ ἄκαιρον νῦν λειποθυμίην ἐμποιέειν, ἔς τε νάρκην τῆς γνώμης, καὶ ἐς τὰς τῆς φλεγμασίης ξυνδόσιας, καὶ ἐς τὰς τοῦ θερμοῦ τοῦ κατʼ αἰδοῖον πρηΰνσιας. αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή· φλεγμασίης δὲ τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα· καθαίρειν δὲ καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρσιος δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακίης προσηνέος. δρῆν μέντοι τάδε ἄμφω ἱερὴ δύναται· κατειλίσσειν δὲ τὰ τε αἰδοῖα καὶ τὰς ἰξύας καὶ τὴν πλιχάδα καὶ τοὺς ὄρχιας ἐρίοισι τοῖσι ἀπὸ ὄϊος Ῥυπῶσι· Ῥοδίνῳ δὲ καὶ οἴνῳ διῆναι χρὴ τὰ ἔρια, καὶ τέγγειν τὰ μέρεα, πολλόντι μᾶλλον τάδε καταιονοῦντα, ὅκως μήτε θάλψις ἐκ τῶν ἐρίων ἔοι, ἀτὰρ ἡ ἔμφυτος θέρμη ὑπὸ ψυχρῆς δυνάμιος τῶν χυμῶν πρηΰνηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα τιθέναι· ἄρτον ξὺν ἀρνογλώσσου χυλῷ καὶ στρύχνῳ, καὶ σέριδι, καὶ φύλλοισι μήκωνος καὶ τοῖσι ἄλλοισι, ὅσα νάρκην καὶ ψύξιας ἐμποιέει. ἀτὰρ καταχρίειν τοῖσι ἰκέλοισι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰσχία, κωνείῳ, ξὺν ὕδατι, ἢ οἴνῳ, ἢ ὄξεϊ· μανδραγορίῃ, ἀκακίῃ· καὶ σπόγγοισι ἀντὶ τῶν εἰρίων χρέεσθαι. μεσηγὺ δὲ ὑποκλύζειν μαλάχης ἑψήματι, καὶ ἐλαίῳ, καὶ μέλιτι. δριμὺ δὲ πᾶν ἀντερείσθωσαν σικύαι3 κατʼ ἰσχίου, ἢ ἤτρου. ἄρισται δὲ καὶ βδέλλαι νέρθεν ἑλκύσαι αἷμα· καὶ ἐπὶ τοῖσι τρώμασι ἐπίπλασμα, αἱ ψίχες ξὺν ἀλθαίῃ· ἔπειτα ἐνίζειν ὕδατι ἀρτεμισίης, ἐλελισφάκου, κονύζης ἑψήματι· καὶ εὖτʼ ἂν προσωτέρω μὲν ἥκῃ χρόνου, μὴ κατὰ λόγον δὲ τὸ πάθος ἐνδιδῷ, δέος δὲ σπασμοῦ· (μάλα γάρ τοι ἐπὶ τῷδε σπῶνται)· μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖσι θερμαίνουσι· χρέος μὲν γλευκίνου, ἢ σικυωνίου ἀντὶ Ῥοδίνου σὺν εἰρίοισι δὲ καθαροῖσι καὶ ἐπιπλάσμασι ἀλεαίνουσι. ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰς πρήσιας ἡ τοιήδε θεραπείη. ἀτὰρ καὶ πιπίσκειν τοῦ κάστορος ξὺν μελικρήτῳ. τροφαὶ ἄτροφοι, ψυχραὶ, βραχέα μὲν τὰ σιτώδη· τὰ πλεῖστα, λάχανα, μαλάχη, βλίτον, θριδακίνη, ἑψητὴ κολοκύντη, σίκυος ἑφθὸς, πεπέων ὡραῖος· οἴνου δὲ, καὶ κρειῶν, μέσφι πολλῆς ἀναλήψιος, φειδώ. οἶνος γὰρ θάλψις μέν ἐστι νεύρων, μάλθαξις δὲ ψυχῆς, ἐπανάκλησις δὲ ἡδονῆς, γονῆς γένεσις, καὶ πρόκλησις ἀφροδισίων. τάδε μοι ἐς τὰ ὀξέα γεγράφθω ἄκεα. χρὴ δὲ καὶ αὐτόν τινα ξυνευπορέειν, μὴ πάντα ἀλλοτρίῃ ξυγγραφίῃ προσίσχοντα τὸν νόον. οὕτω τὰ ὀξέα πάθεα γίγνεται, ὡς ἐν τάξι τε τοῖσι γεγραμμένοισι, καὶ μούνοισι, ἢ ἅπασι χρέεσθαι.4

第十一章色情狂的治疗 私处神经的炎症使阴茎持续勃起挺立,伴随着对施行交合行为的欲望与痛苦。痉挛性的紧绷由此产生,绝无法得以平息;甚至在交合之后,此种灾难亦丝毫不减。他们的神志亦陷入疯狂,起初走向无耻,对此事毫无顾忌地直言不讳;盖交合行为的不能自制令他们胆大妄为;然在此后,一旦他们得以缓解,当其神志完全恢复如常时,[便深感羞愧]。 故因这一切,当切开肘部静脉与踝部静脉,且当大量且频繁地放血。盖此刻诱发虚脱晕厥亦非不合时宜,既为使神智麻木,又为使炎症消退,亦为平息私处之热。因大量的血液正是热力与放肆的剧烈火种、炎症的滋养,以及神志混乱与失常的引柴。亦当以名为“神圣药”的药物荡涤全身;盖他们所需要的不仅是导泻,更需要温和的药力;而神圣药确能兼具二者之效。当以直接取自羊身且未经洗涤的羊毛包裹私处、腰部、会阴与睾丸;须以玫瑰油与葡萄酒浸润羊毛并濡湿上述部位,更当多加浇淋浸润,以免羊毛生热,反令内生之热得以借汁液的寒凉之性而告平息。敷剂亦当敷贴此类之物:面包与车前草汁、龙葵、苦苣、罂粟叶,以及其他凡能致麻木与寒凉之物调和。且当以类似之物涂抹私处、会阴与髋部:如毒芹配水、葡萄酒或醋;或曼陀罗、金合欢;并以海绵替代羊毛。其间当以锦葵煎液、油与蜂蜜灌肠。[当避开]一切辛辣刺激之物;火罐当牢固拔于髋部或下腹。水蛭亦极善于从下方吸出血液;伤口之上敷以面包屑与药蜀葵调成之敷剂。随后令其坐浴于含有苦艾、鼠尾草、蚤草煎液的水中。若历时已久而病情未见相应缓解,且有痉挛之虞(盖在此病中患者极易发生痉挛),则须将疗法转换为温热之品:当以新酿酒油或西锡安油替代玫瑰油,配以洁净羊毛与温煦之敷剂。盖此类疗法曾能软化神经之肿胀。此外,当令其随蜜水饮服海狸香。饮食当少养分而清凉,谷物面食宜少;绝大部分当为蔬菜:锦葵、野苋、莴苣、煮葫芦、熟黄瓜、适时之甜瓜。在充分康复之前当禁绝葡萄酒与肉类;盖酒乃神经之温煦、心灵之弛荡、欢愉之唤醒、精液之生化,亦是对交合之诱发。 关于急性病患之疗法,谨以此记。然医者自身亦须善于随机应变,不可将心思完全寄托于他人之著述。盖急性疾患之发生,决非令人能按部就班地使用所载诸方、或仅用所载之方、或尽用所有之方。

语法注4 条
  1. 2.11ἐπάν ἀναλωφήσωσι, εὖτʼ ἄν σφισι ἡ γνώμη τέλεον μίμνῃ

    此处仅由连词 ἐπάν 与 εὖτʼ ἄν 引导的时间从句并列,主句动词脱落,构成顿跌(aposiopesis)。与前文言及起初走向“不知羞耻”(τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην)相对照,语境中隐含主句“[便感到羞愧]”之意。

  2. 2.11τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι

    此处及后文连续出现的不定式(τάμνειν, ἀφαιρέειν, καθαίρειν, κατειλίσσειν 等)均为祈使性不定式(imperatival infinitive),用于医学处方与操作规程中表达指令。

  3. 2.11δριμὺ δὲ πᾶν ἀντερείσθωσαν σικύαι

    在 δριμὺ δὲ πᾶν 之后疑有文本脱落(如意为“避开/消除”的动词),使得该宾格短语与后文由被动祈使动词 ἀντερείσθωσαν 统领的主节脱节。在句法上当理解为独立的省略指示(即“[当避免]一切刺激辛辣之物”),与后文拔火罐的指令分开理解。

  4. 2.11οὕτω τὰ ὀξέα πάθεα γίγνεται, ὡς ἐν τάξι τε τοῖσι γεγραμμένοισι, καὶ μούνοισι, ἢ ἅπασι χρέεσθαι

    由 οὕτω ... ὡς 引领并支配不定式 χρέεσθαι 的结果从句。承接前文不可拘泥于他人成书的告诫,此句表明急性疾患之变化使得医者绝不能机械地按既定次序、或单纯依赖、或全部套用所载药方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.11