- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.11#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
详述拔罐后的护理、温熨疗法以及灌肠、内服舐剂等疗法,驳斥对胸膜炎患者施用冷水的谬误,并强调消除残留病症以防化脓之重要性。
οἱ γὰρ ἐκ τῆς συντήξιος ἰχῶρες τῶν ἁλῶν εἰσι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαος καταιονεῖν χρὴ, ὅκως τῷ προσηνέϊ τοῦδε ἀμβλύνῃ τὸ ἄλγος τῆς δήξιος. δευτέρῃ δὲ ἡμέρῃ ἄριστον τὴν σικύην προσβάλλειν, ὡς ἐκ τῶν τρωμάτων ἕλκηταί τις λεπτὸς ἰχώρ. τόδε πολλὸν μὲν τῆς ἐπίπροσθεν σικύης ἀνυσιμώτερον, πολλὸν δὲ τῆς δυνάμιος φυλακτικώτερον. οὐ γὰρ αἷμα, ἡ τροφὴ, ἀλλὰ ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι Ῥητίνης ξυντήκειν, ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν· καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης·1 ἔχειν ὦν χρὴ κεραμεοῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖναι τοῖσι ἀλγέουσι· ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλʼ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων. χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην· διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔστω, μελίκρητον ξὺν τῷ πηγάνῳ, καὶ χυλῷ πτισάνης, ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον· ἢν δὲ μὴ τροφῆς καιρὸς ἔῃ, ἔστω δή τι καὶ τῶν ποικίλων· πινέριον ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν, διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἔῃ· προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπʼ αὐτέῃ, καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι· ἀσίτῳ δὲ τὰ φαρμακώδεα, κνίδης καὶ λίνου τοῦ σπέρματος, καὶ ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάστου κύαθον· καὶ ἀμυγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν· τόσοι δὲ καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν ἔκλειγμα φυρῆν·2 τῶν δόσις μυστίλη μίη· ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη, πεπέριος κόκκοι δεκαπέντε, μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆς ἄρσιος δοτέον, μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ τοῖσι χρονίζουσι, εὖτε καὶ ὀξύμελι διδόναι χρὴ, ἢν δύσπνοια ξυνεπείγῃ. ψυχρὸν δὲ ὕδωρ ὁκόσοι τῶν ἰητρῶν τοῖσι πλευριτικοῖσι ἔδοσαν, οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω, οὔτε τῇ πείρῃ πιστώσασθαι. εἰ γάρ τινες ἀπὸ ψυχροῦ διηλλάξαντο τὸν κίνδυνον, οἵδε μοι οὐκ ἐδόκεον εἶναι πλευριτικοὶ, ἀλλὰ καὶ τοῖσι παλαιοτέροισι ἰητροῖσι ἰδέη τις ξυνδρομῆς πλευρῖτις ἐκικλήσκετο, χολῆς ἔκκρισις ἐοῦσα ξὺν πόνῳ πλευροῦ ἐπὶ σμικρῷ πυρετῷ, ἢ καὶ ἄνευ πυρετῶν. τόδε μέντοι τὸ πάθος οὔνομα μὲν πλευρίτιδος, τὸ δὲ πρῆγμα οὐκ ἴσχει· ἀλλὰ καὶ πνεῦμά κοτε, ξυνιστὰν ἐν πλευρῷ, δίψαν ἐνδιδοῖ καὶ ὀδύνην πονηρὴν, μαλθακήν τε θέρμην· καὶ τόδε ἐκάλεσαν ἄνδρες ἀΐδριες πλευρῖτιν. ἐπὶ τῶνδε ὦν ὕδωρ ψυχρὸν ἄκος ἂν γίγνοιτο εὐτυχίῃ τοῦ χρεομένου· ἐσβέσθη μὲν ἂν τὸ δίψος,3 ἡ δὲ χολὴ καὶ τὸ πνεῦμα ὑπηλάθη, καὶ διέπνευσε τὸ ἄλγος καὶ ἡ θέρμη· ἐπὶ δὲ φλεγμασίῃ πλευροῦ, καὶ τοῦ ὑπεζωκότος πρήσι, οὐ μόνον ὕδωρ ψυχρὸν, ἀλλὰ καὶ ἀναπνοὴ ψυχρὴ κακόν. ἢν ὦν ἐκ τῆς πρόσθεν ἰητρείης περιγίγνωνται οἱ πλευριτικοὶ, ἔτι δὲ βραχέα βήσσωσι καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἴσχῃ, σπεύδειν χρὴ διαλύειν τάδε· ἢ γὰρ ὑποστροφὰς ποιέει τὰ ἐγκαταλιμπανόμενα, ἢ ἐς ἐμπύησιν τρέπεται.
盖食盐溶解所生之汁液,其刺激较轻。须施以多量油脂温熨,俾以油之和润减缓刺痛。次日最宜施以拔罐,以便从划痕中吸出稀薄之汁液。此法远胜于此前之拔罐,且更能保全病患元气;因流出者非为血液此种养料,乃为体液。然行此法亦当预先审度患者体力。至第三日,当施以混有指甲花油与芸香之蜡膏。若痰涎仍须涤净,则于蜡膏中熔入松脂,或掺入生硫磺;并当再度以类似拔罐之法温熨患处。故须备一轻巧且契合肋侧之宽阔陶器,或以铜器,覆口置于痛处;器下燃大火并佐以油脂,使火势旺盛且能久持。切勿将器口紧压于肌肤之上,当留有通气之间隙,免其因闭塞而熄;盖如此方可令其久燃。器内之温热实为最佳之温熨,亦为发汗之良法。 亦不可忽视下部之调治,于男子当灌注芸香油入肠道,于妇人则兼入胞宫。所服饮药与咽剂当绵密不绝:若咳嗽频频,可饮芸香蜜水及大麦汁,作为饮食中之药饵;若未至进食之时,则当进以各色配剂:将松籽与蜂蜜同煎至凝稠,制成蚕豆大小之圆丸,令含于舌下,辗转移动,使其不致整丸吞下,而徐徐融化。以罂粟、蜂蜜与草木樨和合之剂亦极柔润、细腻且能致眠。此等药物当于食前、食际以及临寐时进服。空腹之时则施以药力较著之剂:荨麻子、亚麻籽、淀粉、细研松塔仁各一合,苦扁桃二十五枚,胡椒亦如其数。炒熟并研极细,以蜂蜜调和成稠膏;其服量为一匙。若咯出稀薄而未化之物,则以没药二钱、藏红花一钱、胡椒十五粒,与蜂蜜一磅调和。此药亦宜于食前服用半匙。此剂善治迁延日久之症,若气喘急迫,此时亦须进以蜜醋汁。 至于诸医中之施冷水于胸膜炎患者,我既不知其据何道理,亦未能由经验得其印证。纵有人因冷水而脱险,我亦以为其人非真正之胸膜炎患者。盖于古代医家之中,亦有一类复合征象被冠以胸膜炎之名,实乃伴随微热或全无发热之胁肋剧痛合并胆汁排泄。此种疾患仅有名义上之胸膜炎,而无其实质。又或有时气滞于肋下,引起口渴、剧痛与微温,不学之辈亦以此为胸膜炎。凡遇此类,饮以冷水或偶赖用者之侥幸而获痊愈:口渴得以止熄,胆汁与滞气得以下行,痛热亦随之消散。然若遇肋侧炎症及胸膜肿胀,则非特冷水有害,即吸入冷气亦属大害。 是故胸膜炎患者经前法施治而得保生全,若仍见微咳且偶有发热,必须急图消解;盖残余之邪若非引起复发,便必转为化脓。
- 1.11ὡς τρόπος δὲ σικύης
省略结构的表态短语,意为“如用火罐之法”。在连词 ὡς 后省略了动词(如 ἔχειν 或 γίγνεσθαι),用以补充说明前句 πυρίην τὸ χωρίον ἔχειν 的具体施温方式。
- 1.11ἐς ἂν ἔκλειγμα φυρῆν
此处 ἐς ἄν 或为 ἕως ἄν 的异写/方言形式,或指介词短语 ἐς ἕν(成为一体)。与不定式 φυρῆν(φυράω 的伊奥尼亚方言形式,承前文 χρή)连用,表示结果或目标:“调和直至成一稠膏(舐剂)”。
- 1.11ἐσβέσθη μὲν ἂν τὸ δίψος
直陈式不定过去时加 ἄν,表示对过去情况的潜在推论或非真实结果(随后的 ὑπηλάθη 与 διέπνευσε 亦同)。用以解释在非真正胸膜炎的情况下,冷水如何看似奏效:“口渴或得止熄,胆汁与滞气或得下行……”。
