- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.9-1.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述悬雍垂急性疾患(柱状与葡萄状悬雍垂)通过刺络、灌肠与收敛药之治法,以及喉咽疫毒坏死性溃疡采用类火峻药扑吹与救治后遗挛缩之方。
Κεφ. η′. Θεραπεία τῶν κατὰ τὴν Κιονίδα παθῶν. τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλʼ οὐ τοῦ παρεόντος λόγου ἡ τῶνδε χειρουργίη· τὰ δὲ ὡς ὀξέα ἰῆσθαι.1 Ῥηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίστανται, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι· ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ ὁ κίων· ἀνίσῳ δὲ ἡ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάσις· ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήματι, ἢ πελιδνώσι· τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ὁ ἀπὸ πνιγὸς ὄλεθρος. ἢν μὲν ὦν νεηνίαι οἱ πεπονθότες ἔωσι, τάμνειν τὴν ἐπʼ ἀγκῶνι φλέβα, ἠδʼ ἀθρόον κενοῦν μέζονι τῇ τομῇ. ὡς γὰρ ἀπʼ ἀγχόνης ἀπέλυσε τῆς πνιγὸς ἡ τοιήδε ἀφαίρεσις·2 δεῖ δὲ ὑποκλύζειν κλυσμῷ πρηέϊ, ἔπειτα δὲ δριμέϊ ἄλλοτε καὶ ἄλλοτε, ἔς τʼ ἂν ἑλκύσῃ τι ἄνωθεν ἐς μετάστασιν. περικεέσθωσαν δὲ καὶ δεσμοὶ σφίγγοντες ἄκροισι τοῖσι σκέλεσι ὑπὲρ σφυρὰ καὶ γούνατα καὶ ὕπερθεν καρπῶν καὶ πήχεων ἐς βραχίονας. εἰ δέ τι ἡ πνὶξ ἐπισπέρχοι, σικύην ἐπὶ τὸ ἰνίον, ἠδὲ ἐς τὸν θώρηκα προσβάλλειν, καὶ τουτέων ἐντάμνειν τινὰ· πρήσσειν τε ἅπαντα, ὁκόσα μοι ἐν τῇ συνάγχῃ λέλεκται. ωὐτὸς γὰρ ἀμφοῖν ὀλέθρου τρόπος· ἀλλὰ καὶ τοῖσι ἐς τὸ στόμα φαρμάκοισι τοῖσι αὐτέοισι χρέεσθαι καὶ στύψεσι καὶ μαλθακτηρίοις, καὶ πυρίῃ τῇ ἔξωθεν, καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι· περὶ δὲ τὸν κίονα ἢ τὴν σταφυλὴν ἔστω στῦμμα, Ῥοὸς χυλὸς, μέλιτι ἢ ὕδατι λυθεῖσα ἀκακία, ὑποκιστὶς, γῆ Σαμίη, ἢ Λημνίη, ἢ Σινῶπις, ἠδὲ ὀμφάκιον· ἢν δὲ ἑλκώδης ἔῃ, κόμμι καὶ ἄμυλον δευθέντα Ῥόδων ἢ φοινίκων ἀφεψήματι, καὶ πτισάνης, ἢ τράγου χυλός· ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου, καὶ κυπέρου. ἀνέχεται γὰρ τῶνδε τῶν δριμέων ὁ κίων. ἢν δὲ ἔμπυος ὅδε ὁ χῶρος γένηται, μετεξετέροισι ἠδὲ τὰ τῆς ὑπερώης ὀστέα ἐφθάρη, καὶ ἐς μακρὸν φθίνοντες τὸν βίον ἐτελεύτησαν. τῶνδε μέντοι τὰ ἄκεα ἑτέρωθι λελέξεται.
第八章悬雍垂疾患之治疗 发生于悬雍垂周围的疾患中,有的应当予以切除,然其手术操作非当前论述之范围;有的则应当作为急症予以治疗。盖其中某些疾患易于因窒息及呼吸困难而致人于死地。我们称之为“葡萄悬雍垂”与“柱状悬雍垂”者,正属此类病态。盖二者皆伴随炎症、增厚与延长而形成,以致下垂悬挂于气管处。柱状悬雍垂从基底直至腭端皆呈均匀之粗细,而葡萄悬雍垂之粗细则不均:其发自腭部之基底纤细,向端部则呈圆钝膨大,伴有发红或青紫;是以此疾获名为“葡萄悬雍垂”。故对此等患者当速行救助,盖因窒息所致之死亡最为迅速。 若患者为青年,当刺肘弯之静脉,以较阔之切口令血液喷涌骤泄;盖此等放血能解除窒息,宛若解开绞索一般。亦当先以温和之灌肠剂通导下元,继而时常改用峻烈之灌肠剂,直至自上部下引体液以成转运宣泄之势。亦当在四肢末端紧勒绑带,即在踝部与膝关节上方,以及腕部与前臂上方至上臂处紧勒。若窒息急迫,当于枕骨及胸部拔火罐,并于其中若干部位施以乱刺刺络;且当遵行我于咽峡炎一章中所述及之一切疗法,盖二者致死之机序毫无二致。此外,口腔内用之药物亦当取用相同者,并用收敛药、润软药、外部熏熨、贴膏,以及涂口药膏。环绕柱状悬雍垂或葡萄悬雍垂,当施以收敛之剂:漆树果汁,以蜜或水调溶之金合欢胶,岩蔷薇寄生汁,萨摩斯土、利姆诺斯土或锡诺普土,以及幼青橄榄榨汁。若已溃烂,当用以玫瑰或大枣煎汁浸润之树胶与淀粉,加大麦粥或双粒小麦之汤汁。对于柱状悬雍垂,当稍多加入较为强劲之药,如没药、木香与香附;盖柱状悬雍垂颇能耐受此等辛辣峻烈之物。若此部位化为脓肿,部分患者甚至连腭骨亦遭腐蚀坏死,经长期羸弱消瘦而终告不治。然而此等疾患之救治法将于别处详述。
Κεφ. θ′. Θεραπεία τῶν κατὰ τὴν Φάρυγγα λοιμικῶν παθῶν. πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸς τἄλλα πάθεα τὰ ἐν τοῖσι παρισθμίοισι ἰητρείη, πῆ δὲ ἰδίη. ἐπὶ φλεγμασίῃ καὶ ἀγχόνῃ, κλυσμοὶ, φλεβοτομίη, τέγξιες, ἐπιπλάσιες, πυρίη, διάδεσμοι, σικύη, πάντα τωὐτά. χρίσιες δὲ φαρμάκων δυνατωτέρων· οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐσχάραι γίγνονται ἐπιπολῆς· ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴσω στάξῃ, ὤκιστα μὲν ἑλκοῦται τὰ μέρη, κἢν ἀσινέα ᾖ· ὤκιστα δὲ εἰς τὸ εἴσω νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθος ἀρωγὸν, ἀλλʼ ἀξύνετον διὰ τὸν ἰσθμόν·3 φαρμάκοισι δὲ πυρὶ ἰκέλοισι χρέεσθαι ἔς τε τὴν ἐπίσχεσιν τῆς νεμήσιος, ἀτὰρ ἠδὲ ἐς τὴν τῶν ἐσχαρέων ἔκπτωσιν. ἔστι δὲ στυπτηρίη ξὺν μέλιτι, κηκὶς, βαλαύστιον, ξηρὰ, ἢ ξὺν μελικρήτῳ. τοῖσι δὲ αὐτοῖς καὶ ἐμφυσῆν καλάμῳ, ἢ πτίλῳ, ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ, ὡς τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα. ἄριστον δὲ καὶ χαλκῖτις ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης διπλάσιον τῆς καδμίης, καὶ Ῥήου ἡ Ῥίζα ξύν τινι ὑγρῷ. φυλάσσεσθαι δὲ χρὴ τῶνδε τὰς ἐπιθλίψιας· ὑγραίνει γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ καταπάσσειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐς τὸν γαργαρεῶνα ἐγχέειν. ἢν δὲ αἱ ἐσχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνος τότε μάλιστα σπασμοῦ. ἐπιξηραίνεται γὰρ ὡς ἐπίπαν τὰ ἕλκεα, καὶ τοῖσι δὲ τὰ νεῦρα ξυντείνεται. χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτισάνης, ἢ τράγου, ἢ λίνου σπέρματι, ἢ τήλιος μαλθάσσειν καὶ ὑγραίνειν. μετεξετέροισι δὲ καὶ ἡ κιονὶς διεβρώθη μέχρις ὀστέου τοῦ τῆς ὑπερώης, καὶ τὰ παρίσθμια ἄχρι βάσιος καὶ ἐπιγλωττίδος, καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε στερεὸν, οὔτε ὑγρὸν ἠδύναντο, ἀλλὰ καὶ τὸ ποτὸν ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ.4
第九章喉咽疫毒性疾患之治疗 此等疾患之治疗,在某些方面与扁桃体其他疾患相通,在另一些方面则有其独特之处。对于发炎与窒息,灌肠、刺络放血、温敷、贴膏、熏熨、绑扎、拔火罐,凡此诸法皆完全相同。然涂抹之药物则当选用更为强劲有力者;盖溃疡绝非静止不动,焦痂亦非仅局限于表层;反之,哪怕自其中有分泌物向内滴落,即便原本无损之部位亦会最速溃烂,且极速向内蔓延并致人死命。以火烙灸患处固属有益,然因咽峡狭隘难入,此法实属鲁莽无谋;是以当用性质类火之药物,既用以阻止其蔓延,亦用以促使焦痂脱落。此类药物即为:明矾调蜜,没食子,石榴花,可干燥用之,亦可合蜜水用之。当以芦管、禽羽或粗长之植物茎秆将同类药物吹入,务使药粉触及溃疡。以烧成之铜矿石合研细之炉甘石调醋亦为极妙;然炉甘石之用量当加倍,并当合大黄之根调以适量汁液。然对此等患处须防施加重压;盖重压会使溃疡潮湿,以致进一步蔓延。是以干药当以羽毛扑撒;液体药物则当调至极稀,倾注入悬雍垂处。若焦痂现已脱落,溃疡转为潮红,则此时尤有抽搐痉挛之险;盖溃疡多半转为干燥,筋脉随之拘挛。是以当以牛奶调淀粉,以及大麦粥、双粒小麦、亚麻子或胡芦巴之汁液予以润软润燥。在某些患者中,悬雍垂甚至被腐蚀深达腭骨,扁桃体亦深蚀至根基与会厌,终因瘢痕挛缩而无法吞咽固体或流质,饮水倒呛,昔日曾令人因饥饿窒息而死。
- 1.9τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ ... τὰ δὲ ὡς ὀξέα ἰῆσθαι
句首之属格 τῶν παθέων 带有关系从句 ὁκόσα...,为表示话题与整体之部分属格。在主句中由对文宾格短语 τὰ μὲν ... τὰ δὲ 加以承接,充当非人称动词 χρὴ 所辖不定式 ὑποτάμνειν 以及与之对举之 ἰῆσθαι 的直接宾语。
- 1.9ὡς γὰρ ἀπʼ ἀγχόνης ἀπέλυσε τῆς πνιγὸς ἡ τοιήδε ἀφαίρεσις
ὡς 为表示比况的副词(“宛若……一般”)。介词短语 ἀπʼ ἀγχόνης(自绞索)与动词 ἀπέλυσε 以及形成倒装离隔(hyperbaton)的分离属格 τῆς πνιγός(自窒息)相配,意为“此种泻血之法解除窒息,宛如自绞索中解脱一般”。
- 1.10ἀλλʼ ἀξύνετον διὰ τὸν ἰσθμόν
形容词 ἀξύνετον 作表语或非人称表述,意为“缺乏考虑的”、“不明智的”或“鲁莽的”(而非单纯字面的“不可理解的”)。指出鉴于咽峡(ἰσθμός)狭深凶险,施用实际火烙(πυρὶ καίειν)在临床上实属不智之举。
- 1.10ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ
ἀπέπνιγε 为未完成过去时,表示过去曾有的事例,由爱奥尼亚方言形式 κοτε(即 ποτε,“曾经”、“有时”)修饰。原因与方式与格 λιμῷ(因饥饿)与动词 ἀποπνίγω(窒息、扼杀)相结合,生动描绘出患者因无法咽下饮食而反呛窒息、终致饥馑死命的惨状。
