- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.11#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了急性胸膜炎患者迅速放血之必要性、选取健侧肘窝静脉刺络之取穴原则、避免昏厥之放血分量控制,以及以大麦粥为核心之饮食摄养与外用熏敷药之调配法。
Κεφ. ι′. Θεραπεία Πλευρίτιδος. οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδʼ ὑπερθέσιος μεγάλης ἰητρείης· ὅ τε γὰρ πυρετὸς, κάτοξυς ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει ἐπὶ τὸ κάκιον· ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας. μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν· ἢν δὲ ἀπὸ πλήσιος σίτων καὶ ποτῶν ἔῃ, ἐπʼ ἀσιτίης μίην ἡμέρην φυλάξαντα, ἀφαιρέειν ἀπʼ ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ φλεβὸς, τοῦ κατʼ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι·1 κρέσσον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης· περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος, ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ. εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος. πλευρῶν δὲ γειτόνημα, πνεύμων, καὶ κοινωνὸς ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται. περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ.2 χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ Ῥοῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα3 αὖθις ἀφαιρέειν· εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ, τῆς ἐπανέσιος μακρῆς γιγνομένης· ἢν δὲ μὴ, τῆς ὑστέρης· ἢν δὲ μηδὲ ὁ πυρετὸς ἐνδιδῷ· — τὰ πολλὰ γὰρ μίην ἡμέρην ὁ πυρετὸς ἴσχει τε καὶ αὔξει. — τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν, τῇπερ καὶ τὰ προσάρματα δοτέον, λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον· ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματος· καταιονεῖν δὲ τὸ πλευρὸν εὖ μάλα προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις. τροφῆς δὲ νῦν, ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος, ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ ὁμαλὴ, σμηγματώδης, διαλυτικὴ, λῦσαι, λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη προκεκρίσθω· ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη, ὡς τὸ στερεὸν αὐτέης διακεκρίσθαι, ξὺν μέλιτι πεποιημένη μοῦνον. πτισάνης δὲ τὰ ξυνήθεα ἐς ἡδονὴν καὶ ποικιλίην φάρμακα ἀπέστω, νῦν γὰρ ἀρκεῖ ὁ χυλὸς μοῦνος· ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆναι, δυνατὴ δὲ λῦσαι φλέγμα καὶ σμῆξαι· ἄνω δὲ ἀνάγειν μὲν ἀπόνως ὁκόσα ἀνάγεσθαι χρή· ὑπάγειν δὲ Ῥηϊδίως τὴν κοιλίην. προσηνὲς δὲ τὸ λεῖον αὐτῆς καὶ ἐς κατάποσιν εὔκολον. ἀτὰρ καὶ τὸ γλίσχρασμα θερμασίας πρηΰνει, ὑμένας καθαίρει, πεπαίνει βῆχας, πάντα μαλθάσσει. αἵδε κριθῆς ἔασι ἀρεταί· δευτέρην δὲ χώρην ἔχουσι οἱ χόνδροι, ὀλίγοισί τισι τῆς πτισάνης ἀγαθοῖσι καὶ αὐτοὶ ἄριστοι ἐόντες. τὸ γλίσχρασμα γὰρ, τὸ λεῖον, τὸ προσηνὲς ἐς κατάποσιν, ξυνόν· τὰ δʼ ἄλλα πάντα μείους· πεποιήσθωσαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δὲ ἐπʼ αὐτῶν ὄρυζα ξηρῆναι, τρηχῆναι, ἐπισχεῖν κάθαρσιν πλευρῶν μᾶλλον ἢ οὐρῆσαι· ἄριστος δὲ καὶ ἄρτος ξηρὸς κοπεὶς, κρησέρῃ σεσησμένος, εὔκρητος, εὔπεπτος, ξὺν μελικρήτῳ διαρκὴς τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ ἡ νοῦσος, πρὸς δὲ τὰ σιτία ἀπηυδήκῃ ὥνθρωπος, πτισάνη μὲν ἐκ κριθῆς διδόσθω λείη, κάθεφθος· ἄνηθον δὲ ἔστω καὶ ἅλες πτισάνης τὰ ὄψα· καὶ ἔλαιον λεπτὸν, ἄποιον, ἄγλισχρον, ἀτρήχυντον· κρέσσον δὲ ξὺν τῇ πτισάνῃ, ὡς μὴ πολλὸν τοῦ ἐλαίου ἑψεῖν. καὶ γὰρ πῖον ἴσχει τὸ Ῥόφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυσι. οὐδὲ γὰρ ἐμφανὲς ἔτι γίγνεται τῇ πολλῇ ἑψήσι εἰς τὸν χυλὸν ἀναποθέν. ἔστω δὲ καὶ πράσον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα.
第十章胸膜炎之治疗 对于胸膜炎患者而言,绝非迟疑延宕之时,亦非推迟施行强力救治之机;盖其热病极度暴烈,直趋危亡;胸膜之剧痛助长病情向恶化发展;加之咳嗽震动胸膈与头颅,消磨人体之力气。因此,首要之事乃是当日即行刺络放血;但若是因饮食过饱所致,则当禁食守候一日之后,从对应于健侧肋部那一侧的肘窝静脉放血;盖将血液引至尽可能远之处更为适宜。然而放血之量不可至于昏厥;盖若身体受寒而元气散失,则有转生肺炎之危险。因液体一旦失去体表之温热与张力,便会向内奔流。肺脏松虚多孔而性温,其吸引体液之力最强;且肺与肋膜相邻,同受其苦;加之肺部承受此病后极难生还。然而,若胸膜炎由肺炎转变而来,则危险较轻。因此,当在适度放血后,于间隔期让患者养精蓄锐,继而再次放血:若其情况良好,且缓解期较长,则于当日再次放血;若不然,则于次日进行;若热势仍不退——盖热病多半持续一日且愈演愈烈——则于第三日第二次缓解期放血,届时亦当给予滋养之物。当先以油充分涂抹患者全身,于肋侧敷以柔软之油,合以芸香或莳萝煎汁调成之温膏,并极为轻柔温和地热熨肋侧。在某些患者中,疼痛与炎症甚至向外漂移,以致看似此病在表;然此实乃内部病患之加剧增盛。 如今当论及饮食,宛若论及全盘医理,务使毫无差失。盖药物将寓于饮食之中,且药物亦在饮食之内。在性质上,饮食当属温润、光滑、均匀、具洁净与消散之力,能溶解并稀释黏痰。在一切食物中,当首推大麦粥:初期当滤为稀汁,使其固体残渣完全分离,仅调以蜜熬制。大麦粥中通常为增添美味与品类而加之药物配料均当免除,盖此时单用其稀汁已足矣;它足以润燥生温,亦有力溶解并涤荡黏痰;能使应上涌之物无痛咳出,亦能轻松通导下腹。其质地滑润怡人,极易咽下;且其黏稠之质能缓解热性,荡涤黏膜,促熟咳嗽,软化一切。此乃大麦之功德。位居第二者为去壳粗麦粒(孔德罗斯),其自身亦具备大麦粥若干益处而甚为优良;盖其黏润、平滑与易于吞咽与大麦相同,然在其他方面皆有所逊色;此物亦当素制,仅调以蜜。去壳双粒小麦亦佳。但稻米逊于此等麦类,它更易使患部干燥、生涩,阻滞肋膜之清除,甚于利尿。经捣碎并以罗筛筛过之干面包亦极佳,其性和平、易于消化,配以蜜水即为充足之养料。若病势已深,患者厌绝饮食,当予大麦所制之细腻、透熟之大麦粥;莳萝与食盐可作为大麦粥之调料,并当加清淡、无气味、不粘滞、不粗涩之橄榄油;宜将其与大麦粥同煮,以免煮入过多之油。盖此法既使饮汁肥润,油亦消除了其恶性;因在充分沸煮之下,油已吸收入汁液中而不复显露。亦当加带叶之韭葱及苦杏仁同汁煎煮。
- 1.11τοῦ κατʼ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι
冠词 τοῦ 指代臂弯(或手肘)一侧,前置词短语 κατʼ ἴξιν(顺着……方向、与……相对)支配与格 τῇσι ἑτέρῃσι πλευρῇσι(健侧肋骨、另一侧胸壁)。此处在医学上指“与未患病的健侧肋部相对之手臂”,体现了将血液引向离病灶最远之处以行转导宣泄(κρέσσον γὰρ ἀπωτάτω ἄγειν)的对侧刺络原则。
- 1.11περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ
περιεστηκυῖα 是动词 περιίστημι 的完成时主动分词阴性单数主格,意为“转变、转移(之病态)”。它与句末的因果分句 εὐηθέστερον γάρ(“因其更为温和/良性”)相呼应,主句省略了谓语(如 ἐστί 或 ἄμεινόν ἐστι)。全句表达了一种对比判断,即从肺炎演变为胸膜炎比胸膜炎转为肺炎更为良性、易于救治。
- 1.11μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα
该分词短语充当不定式 ἀφαιρέειν 之前提状语,以 τὸν ἄνθρωπον 为其直接宾语。动词 ξυλλέγω 在此具有医学惯用法中“使(患者)养精蓄锐、恢复体力”之意。此句指导医者不可一次性过量放血,而应在两次放血的间歇(μεσηγύ)让患者恢复精气神后再行操作。
