← 阿莱泰乌斯

论急性疾病的治疗

§1.8

咽峡炎两种病型的病态与治疗方法

本节区分了咽峡炎的外肿型与内陷型两种病型,详述了适于各型的放血、泻下、贴膏、含漱等疗法,并明确驳斥了气管切开术的有效性与安全性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

Κεφ. ζ′. Θεραπεία Συνάγχης. δοιαὶ συνάγχης ἔασι ἰδέαι. ἡ μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσι τῶν παρισθμίων, καὶ ἐξογκώσι ἔξω· ἀτὰρ καὶ ἡ γλῶσσα, καὶ ὁ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε μέρεα ἐς ὄγκον ἀείρεται· ἡ δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις, ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν φλεγμασίην εἴσω μέσφι τῆς κραδίης ἐρηρεῖσθαι.1 τῇδε χρὴ μάλιστα ὠκέως ἀρήγειν· τῇδε γὰρ καὶ ὠκέως θνήσκουσι. ἢν μὲν ὦν ἀπὸ κραιπάλης καὶ οἰνοφλυγίης ἔωσι, ὑποκλύζειν αὐτῆμαρ. ἀλλὰ καὶ δισσοῖς κλύσμασι, τῷ μὲν ξυνήθεϊ, ὡς ἄγειν κοπρώδεα· τῷ δὲ ὡς ἀποσπᾶσθαί τι τῶν χυμῶν ἀπὸ τῶν παρισθμίων τε καὶ θώρηκος. ἔσται ὦν, ἀλλὰ μήτε ἀκρητεστέρη, καὶ κενταυρίου καὶ ὑσσώπου ἑψήματα. τάδε γὰρ καὶ φλεγμάτων ἀγωγά. κἢν δὲ ἀπὸ λεπτῆς διαίτης ἔωσι, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι. μέζονα δὲ τὴν τομὴν σχάζειν, ὅκως Ῥοιζηδὸν ἠδὲ ἀθρόον Ῥέῃ τὸ αἷμα. ὅδε γὰρ ὁ Ῥόος ἱκανὸς μὲν ὡς ὤκιστα θερμασίην πρηϋναι, δυνατὸς δέ ἀγχόνην λῦσαι καὶ πάντα μειῶσαι. οὐκ ἀγεννὲς δὲ καὶ μέχρι λειποθυμίης ἄγειν, μὴ μέντοι λειποθυμέειν.2 μετεξέτεροι γὰρ ξὺν τῇ πληγῇ ἐξέθανον ἐπὶ τῇ λειποψυχίῃ ἢ δεσμοῖσι σφίγγοντες ὑπὲρ σφυρὰ καὶ γούνατα· ἄριστον δὲ καὶ ὑπὲρ καρποὺς ἐς πήχεας καὶ ὑπὲρ πήχεας ἐς βραχίονα· ἢν δὲ καταπίνειν Ῥήϊστον ᾖ, ἐλατήριον διδόναι ξὺν μελικρήτῳ καὶ ὀρρῷ γάλακτος, ὁκόσον ἂν καθῆραι ἱκανὸν ᾖ τὸν ἄνθρωπον. ἐλατήριον δὲ τοῖσδε τῶν ἄλλων καθαρτηρίων κρέσσον· ξύμφορον δὲ καὶ κνέωρον καὶ νᾶπυ. τώδε γὰρ ἄμφω τὰς κοιλίας καθαίρει· ἐπὶ δὲ τοῖσι ἢν μὴ ἐνδίδωσι αἱ πρήσιες, πρὸς τὸν οὐρανὸν ἀνακλάσαντα τὴν γλῶσσαν τάμνειν τὰς ἐν αὐτέῃ φλέβας. κἢν εὐρόως καὶ πολλὸν Ῥυῇ τὸ αἷμα, τῶν ἄλλων μᾶλλον ἂν ὤνησε. τέγξιες ἐπὶ τοῖσι φλεγμαίνουσι, τὰ πρῶτα μὲν στύφουσαι, ὅκως ἐς παλίρροιαν ἴωσιν αἱ ὗλαι· ἔριά τʼ ὦν πιναρὰ ξὺν οἰσύπῳ, δευθέντα οἴνῳ καὶ ἀλείφατι τῷ ἀπὸ τῆς ἐλαίης τῆς ὄμφακος. ἀτὰρ καὶ τὰ ἐπιπλάσματα ἴκελα τῇ τέγξι, φοίνικες ἐν οἴνῳ δεδευμένοι, λεῖοι ξὺν Ῥοδίοισι πετάλοισι. ὡς δὲ γλίσχρον τε καὶ μαλακὸν ἔῃ τὸ ἐπίπλασμα, καὶ ἄλητον ἔστω, ἢ λίνου σπέρμα, καὶ μέλι, καὶ ἔλαιον, ἐς τὴν ἁπάντων μίξιν. ἢν δὲ ἐς πύησιν τρέπηται, τοῖσι θερμοῖσι χρέεσθαι, οἷσπερ καὶ ἐπὶ τῆς ἑτέρης συνάγχης. τῆλις ὦν ἔστω τὸ ἄλητον, καὶ μάννα, καὶ Ῥητίνη τὰ τηκτά· καὶ πολίου κόμη ἐμπασσέσθω. καὶ πυρίη θερμὴ σπόγγοισι δάφνης τοῦ καρποῦ καὶ ὑσσώπου ἑψήματι. ἐς δὲ ἐμπύησιν δυνατώτατον, πελιάδων ἢ κυνῶν κόπρον προσεπιπάσσειν λεπτὴν ἀπὸ κρησέρης· διακλύσματα δὲ, μελίκρητον ξὺν φακῆς ἢ ὑσσώπου ἑψήματι, ἢ Ῥόδων, ἢ φοινίκων, ἢ ὁμοὺ πάντων. ἐγχρίειν δὲ τὸ στόμα πᾶν μέχρι τῆς ἔσω φάρυγγος, ἁπλοῖσι μὲν, — χυλῷ μόρων, Ῥοιῶν ὕδατι λεανθέντων, ἢ φοινίκων ἑψήματι· φαρμάκοισι δὲ τῇ διὰ τῶν μόρων, ἢ καὶ τῇ βησασᾷ, καὶ χυλῷ Ῥοὸς, καὶ τῇ διὰ τῶν χελιδόνων. ἢν δὲ ἕλκεα ἐσχάρων ἔωσι, διακλύσματα τάδε καὶ ἀνακογχυλισμοὶ, ὑσσώπου ἀφεψήματι ἐν μελικρήτῳ, ἢ σύκων τῶν πιόνων ἐν ὕδατι καὶ ἐπὶ τοῖσδε ἄμυλος διεθεὶς ἐν μελικρήτῳ, ἢ πτισάνης χυλῷ, ἢ τράγου. ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὑγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομένου νίτρου· καὶ ἐπιπλάσματα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης Ῥύεται ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχικοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπʼ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι·3 ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι· ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα.

第七章咽峡炎之治疗 咽峡炎有两种类型。其一伴有热感及扁桃体显著肿大,并向外凸起;且舌、悬雍垂及该处所有部位皆隆起成肿块。另一种则是此等部位出现萎陷并向内挤压,伴有更为剧烈的窒息感,以致炎症仿佛内陷深植至心脏。对于此型尤须极速救治,盖患此者亦极速死亡。 若因暴饮暴食及沉湎过度而发病,须在当日灌肠。且当施以两道灌肠:其一为常法,以排积粪;其二则用以自扁桃体及胸部引出部分体液。是以当用矢车菊与牛膝草之煎汤,然不可过浓;盖此等药物亦能导引痰涎。若因饮食清淡而发病,当刺肘弯处之静脉。切口当阔,令血液喷涌骤流;盖此等血流足以最速化解热势,并能解除窒息、消减一切肿胀。引致将欲昏厥亦非下策,然绝不可令其真致昏厥;盖历来有人因刺络昏厥而猝死;或以绑带紧勒踝部与膝关节上方;尤妙者亦在腕关节上方至前臂、肘关节上方至上臂处紧勒。若吞咽甚易,当以蜜水及乳清调服喷瓜汁(泻瓜汁),其量以足能宣导其体为度;盖喷瓜汁在此等证候中胜于其他泻剂;欧瑞香与芥子亦属有益,盖二者皆能清涤肠胃。除此诸法之外,若肿胀仍不退,当使舌反卷向上腭,刺破其上之静脉;若血液流通畅达且多量涌出,则获益胜于其他诸法。对于发炎之部位,初时须用收敛性之温润敷剂,以使病邪之体液回流;是以当取带脂之未洗生羊毛,浸以葡萄酒及幼青橄榄所榨之油。膏药亦当与温敷相类:以酒浸大枣,合玫瑰花瓣研至细腻。为使贴膏黏韧柔软,配料中亦当加面粉、或亚麻子、蜜与油共同调和。若转为化脓,当用温热之法,一如对待另一型咽峡炎。其面粉当用胡芦巴,融化之料当用乳香屑(乳香甘露)与树脂;并当撒以石蚕草之梢叶。亦当以海绵浸月桂果与牛膝草之煎汤行温热熏熨。至于促其成脓,最强之法莫过于加撒过罗之鸽粪或犬粪细粉。含漱剂当用蜜水合扁豆或牛膝草之煎汤,或合玫瑰、或大枣、或诸物相合。整个口腔以至喉咽内奥处皆当涂抹药物,单方如桑椹汁、水研石榴、或大枣煎汁;复方成药如桑椹成药、或称作贝萨萨之药、漆树果汁,以及燕子药。若有焦痂样溃疡,含漱及仰喉漱口当用:牛膝草之蜜水煎汁,或肥美无花果之水煎汁,继之以溶于蜜水之淀粉、或大麦粥之汤汁、或双粒小麦之汤汁。 至于萎陷型之咽峡炎,当自内向外引导一切,包括津液、热气及诸般肉理,务使全处向外肿起。是以温敷当合芸香与莳萝,并撒入天然碱(碱石);贴膏亦与此等药物配合前述之料。为发热之目的,敷设合碱石与芥子之蜡膏甚佳;盖达于外部之热气能愈此等疾患。且亦向颈项肿出;而外悬之肿胀可免转为肺炎,若内陷则对咽峡炎患者乃必死之大恶。凡因防范咽峡炎之窒息而切开气管以通呼吸者,在我看来并未以经验证实此法之可行;盖伤口所致之发炎热势反增,助长窒息,且令患者咳嗽不止;即便以其他机缘免于此险,伤口之边缘亦不得闭合。盖两缘皆属软骨,绝不相合生肌。

语法注3 条
  1. 1.8ὡς δοκέειν τὴν φλεγμασίην εἴσω μέσφι τῆς κραδίης ἐρηρεῖσθαι

    连词 ὡς 与不定式连用(ὡς δοκέειν),表达结果或外在表象(“以致看似……”)。不定式 ἐρηρεῖσθαι 为动词 ἐρείδω(牢固固定、扎入)的完成时被动不定式,表明炎症宛如深深内陷、牢固扎根直至心脏。

  2. 1.8οὐκ ἀγεννὲς δὲ καὶ μέχρι λειποθυμίης ἄγειν, μὴ μέντοι λειποθυμέειν

    短语 οὐκ ἀγεννές 运用了缓饰法(双重否定),意为“并非下策/亦属可行”。及物不定式 ἄγειν 省略了宾语(指患者或放血过程),并与不及物动词 λειποθυμέειν(昏厥)形成对比,指可将患者引至濒临昏厥之境,但绝不可令其真正失去知觉。

  3. 1.8ὁκόσοι δὲ ὑπʼ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι

    关系代词从句 ὁκόσοι... ἔταμον(切开气管者)作主句动词 δοκέουσι 的人称主语(“凡切开气管者……在我看来并未……”)。此处 ἀρτηρίη 依古代医学惯例指气管(导气管)。该长句构成阿雷泰乌斯从临床实践与软骨愈合特性角度明确反对气管切开术的核心论述句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.8