- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.7#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者总结了非外伤性破伤风于枕部施以拔罐的要领,随后详细阐述外伤所致破伤风的救治之法,包括局部温化排脓敷剂、海狸香与阿魏的内服及外用,以及温热灌肠疗法。
ἀνωτέρω γὰρ εἰ θείης, τὴν κεφαλὴν πλήσεις ἀτμῶν τοῦ λίνου σπέρματος καὶ τῆς τήλεως· ἐπὶ δὲ τοῖσι ἐπιπλάσμασι1 ἀγαθὸν ἡ σικύη ἐς τὸ ἰνίον τῆς Ῥάχιος ἑκατέρωθεν· ἔστω δὲ φειδὼ πολλὴ τῆς φλογός· ὀδυνηρὸν γὰρ καὶ σπασμῶδες τῶν χειλέων τῆς σικύης ἡ ἀμφίθλασις. χρὴ ὦν ἐς δηρὸν ἕλκειν καὶ μαλθακῶς μᾶλλον, ἢ ἀθρόον ἐν ὀλίγῳ χρόνῳ. ὧδε γὰρ ἄν σοι κυρτωθείη τὸ χωρίον ἀπόνως, ὅπερ ἐπιτάμνειν χρή.2 τέκμαρ δέ σοι τῆς αἱμάξιος τῆς συμμετρίης ἡ δύναμις γιγνέσθω. τάδε μὲν ὦν τῶν ἄνευ ἑλκέων τετάνων τὰ ἄκεα. ἢν δὲ ἐπὶ τρώματι σπασμὸς γένηται, ὀλέθριον μὲν καὶ δυσέλπιστον· ἀρήγειν δὲ χρή· μετεξέτεροίτε γὰρ καὶ ἐκ τοιῶνδε ἐσώθησαν. χρὴ ὦν, πρὸς τῇ ἄλλῃ ἰητρείῃ καὶ τὰ ἕλκεα ἰῆσθαι, τέγξι θερμαινόντων, ἅσσα μοι λέλεκται, καὶ πυρίῃ καὶ ἐπιπλάσμασι, φαρμάκοισίτε ὁκόσα Ῥηϊδίως θερμαίνειτε καὶ πολλὸν τεύξει πῦον. ξηρὰ γὰρ ἐπὶ τετάνῳ τὰ ἕλκεα. ἔστω ὦν λιβανωτοῦ τῆς μάννης, καὶ πολίου τῆς κόμης, καὶ Ῥητίνης ἀπὸ τερμίνθου καὶ πίτυος τῶν δενδρέων, καὶ ἀλθαίης Ῥίζης, καὶ πηγάνου καὶ κονύζης τῆς βοτάνης. τάδε χρὴ συμμίσγειν τοῖς ἐπιπλάσμασι, τὰ μὲν τήκοντα, τὰ δὲ ἐμπάσσοντα, τὰ δὲ ξὺν ἐλαίῳ προλεαίνοντα· ἐν μελικρήτῳ δὲ τὴν ἀλθαίην κεκομμένην προεψεῖν· ἐπιπάσσειν δὲ τῷ ἕλκεϊ καὶ τοῦ καστορίου· οὐ σμικρὴ δὲ ἡ ἔνθεν ἀλέη ὅλῳ τῷ σκήνεϊ, ὅτι καὶ τὰ Ῥίγεα τὰ ἀπὸ τῶν ἑλκέων κακοήθεα. ἐγχρίειν δὲ τὰς Ῥῖνας τῷ καστορίῳ ξὺν κροκίνῳ λίπαϊ· ἀλλὰ καὶ πιπίσκειν τοῦδε ξυνεχέως ὁκόσον ὁλκῆς τριώβολον· ἢν δὲ πρὸς τόδε ἀπαυδήσῃ ὁ στόμαχος, μεσηγὺ σιλφίου Ῥίζης διδόναι3 τῆς ὁλκῆς τὸ ἶσον τῷ καστορίῳ, ἢ σμύρνης, τοῦ σιλφίου ἥμισυ. ἅπαντα δὲ ξὺν μελικρήτῳ πιπίσκειν. εἰ δὲ εὐπορίη ὀποῦ τοῦ σιλφίου τοῦ ἀπὸ τῆς Κυρήνης γένοιτο, τόνδε χρὴ μέλιτι ἑφθῷ ἐνειλίξαντα, ὁκόσον ὀρόβου μέγεθος, καταπιεῖν διδόναι. ἄριστον γὰρ ὧδε, ὡς τὴν ὑπερώην λάθοι παραλλάξας· δριμὺς γὰρ καὶ τὴν ἐρυγὴν ἀπηνὴς, κάκοδμος ἐών. ἢν δὲ μὴ δύνηται ὧδε καταπιεῖν, μελικρήτῳ λύσαντα διδόναι. ἁπάντων γὰρ τῶν καταποτῶν δυνατώτερον, ὁκόσα πέφυκε ἀλεαίνειν τε καὶ ὑγραίνειν, καὶ ἀνιέναι τῆς τάσιος, καὶ μαλθάσσειν νεῦρα. ἢν δὲ μηδὲν καταπίνωσι, ἐς τὴν ἕδρην ἐγχέειν ξὺν ἐλαίῳ, τοῦ καστορίου. τῷδε καὶ χρίειν τὴν ἕδρην ξὺν λίπαϊ ἢ μέλιτι· τῷδε καὶ τὴν κύστιν τέγγειν τε καὶ χρίειν ἐς πάχος ξὺν κηρῷ τήξαντα. ἢν δὲ καὶ φύσας καὶ κόπριον ἄγειν καιρὸς ᾖ, τῆς ἱερῆς τοῦ καθαρτηρίου ὁλκῆς͵ δύο4 ξὺν μελικρήτῳ καὶ ἐλαίῳ ἐνιέναι. ξὺν γὰρ τῷ ἄγειν τάδε ἔτι καὶ τὸ ἔντερον καὶ τὴν κάτω κοιλίην ἐκπυριῇ. ποικίλον γὰρ καὶ θερμὸν φάρμακον ἡ ἱερή.
盖若置于更高之处,便会使头部充斥亚麻子与胡芦巴之蒸气。在敷贴膏药之外,于脊柱两侧近枕骨处施以拔罐亦属良法;然用火务须极为慎节,因火罐口缘挤压周遭肉理极易致痛并诱发痉挛。因此,与其在短时间内猛烈骤吸,毋宁徐缓持久地抽拔;盖如此施术,当割刺放血之部位方能无痛隆起。而放血之适度与否,当以患者之体力为准绳。凡此诸法,皆为无创伤破伤风之治则。 若痉挛系因创伤而发,则凶险难料且令人绝望;然医者仍当极力救治,因历来亦有自此等绝境中获救者。故除其他治疗之外,亦须医治疮口,以我所言之温热濡润之剂、温熨与膏药敷贴之,并用凡能轻易温煦且催生稠脓之药物;盖破伤风之疮口干燥无脓。是以当取乳香屑(乳香甘露)、石蚕草之梢叶、笃莉香树与松树之树脂、蜀葵根,以及芸香与蚤草之茎叶。诸物当混入贴膏之中,或融化之,或研末撒布,或预先以油磨调;捣碎之蜀葵根须先以蜜水煎煮。疮口之上亦当撒上海狸香;由此散布全身之温热不可小觑,盖伤处引发之寒战极属恶候。又当以海狸香合藏红花油涂鼻;亦当令其连连饮服此药,重约三俄波尔。若胃气不支难耐此药,间歇之时可进服与海狸香等重之阿魏根,或进服阿魏半量之没药。诸药皆当调蜜水饮之。若得产自昔兰尼之阿魏汁液,当以熟蜜包裹,大如雀豆,令其咽下。盖以此法最佳,因其迅速通过而不犯上腭;此物气味恶臭,辛烈且噫气难堪。若无法以此法咽下,则溶于蜜水进之。盖在一切长于温润、宽舒拘挛、柔润筋脉之汤药中,此药力道最为强劲。若患者滴水难下,当以海狸香合油灌入后阴。亦以此药调油或蜜涂抹后阴;以此浸润膀胱,并与蜂蜡熔和后厚厚涂敷。若值当行气下结之机,当以神圣清肠膏二德拉克马合蜜水与油灌肠。盖此药除能行气排粪外,更能温熨肠道与下焦。盖神圣膏实为兼具诸功且性大热之良药。
- 1.7ἐπὶ δὲ τοῖσι ἐπιπλάσμασι
介词 ἐπί 接与格表示累加或相继(“在膏药敷贴之上/此外”),指在先前所述的外敷贴膏之外,配合使用拔罐法。
- 1.7ὅπερ ἐπιτάμνειν χρή
关系代词 ὅπερ 的先行词为主句的主语 τὸ χωρίον,在关系从句内部充当无人称动词 χρή 所带不定式 ἐπιτάμνειν 的宾语(宾格)。
- 1.7μεσηγὺ σιλφίου Ῥίζης διδόναι
副词 μεσηγύ(μεταξύ 的爱奥尼亚方言形式)充当状语,表示时间或次序上的间隙(“在此期间/作为交替”)。随后的属格 σιλφίου ῥίζης 修饰作宾语的中性名词短语 τὸ ἶσον(“等量的阿魏根”)。
- 1.7ὁλκῆς͵ δύο
ὁλκῆς 为表示分量或重量的属格(在古希腊医学文献中常代表一德拉克马的重量单位),与数词 δύο 连用表示“两德拉克马重”。前面的名词短语 τῆς ἱερῆς τοῦ καθαρτηρίου 作部分属格修饰此数量表达。
