← 阿莱泰乌斯

论急性疾病的治疗

§1.7#1

破伤风患者的调护环境、放血与温熨法

本章论述了破伤风的治疗与护理环境(柔软温暖的卧榻及室温)、肘部放血的指征与注意事项、滋养流质的补给、药油包裹与涂抹,以及对颈项、膀胱与头部施行温熨的具体方法与禁忌部位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

Κεφ. ς′. Θεραπεία Τετάνου. νῦν μάλα χρὴ κοίτην μαλακὴν, εὐαφέα, λείην, προσηνέα, θερμὴν ἔμμεναι. ἀπηνέα γὰρ καὶ σκληρὰ καὶ τιταινόμενα τὰ νεῦρα ὑπὸ τῆς νούσου γίγνεται. ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρφαλέον καὶ τρηχὺ περιτέταται, τὰ πρόσθεν εὔτροχα βλέφαρα μόγις τοῖσι ὀφθαλμοῖσι ἐπιμύει. ὀφθαλμοὶ δὲ ἀτενέες, ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται οὐ κινεύμενα τῇ τάσι. ἔστω δὲ καὶ ὁ οἶκος ἀλεεινὸς, κἢν θέρεος ᾖ, μὴ μέχρι ἱδρώτων, ἢ ἐκλύσιος. ἐς συγκοπὴν γὰρ ἡ νοῦσος Ῥέπει. χρὴ δὲ μηδὲ ἐς τὰ ἄλλα τὰ μεγάλα ἄκεα μέλλειν· οὐ γὰρ καιρὸς ἀμβολῆς. εἴτε ὦν διὰ ψύξιν ἄνευ φανερῆς προφάσιος γένοιτο τέτανος, εἴτε ἐπὶ τρώματι, εἴτε ἐπʼ ἀμβλώσει γυναικὸς, φλέβα τὴν ἐπʼ ἀγκῶνι τάμνειν. προμηθευόμενον1 καὶ τὴν πίεσιν τοῦ βραχίονος ἐν τῇ ἐπιδέσι, ὡς ἐς ἄνεσιν ἔχοι, καὶ τὴν τομὴν ὡς εὐαφέως καὶ Ῥηϊδίως γένοιτο. τάδε γὰρ σπασμῶν προκλήσιες· καὶ ἐσάπαξ ἀφαιρέειν εὐμέτρως, μὴ μέχρι λειποθυμίης καὶ περιψύξιος. μηδʼ ἐπʼ ἀσιτίης ἔῃ· ψυχρὸν καὶ ξηρὸν λιμός. διδόναι ὦν μελικρήτου παχέος ἀκρητεστέρου, καὶ πτισάνης χυλοῦ2 ξὺν μέλιτι. τάδε γὰρ καὶ παρισθμίοισι ἐς ἔκθλιψιν ἀπονώτατα, καὶ στομάχῳ ἐς κατάποσιν λεῖα καὶ Ῥήϊστα, καὶ ἐς μάλθαξιν κοιλίης μαλακώτατα, καὶ ἐς δύναμιν δυνατώτατα· τὸ δὲ ξύμπαν σκῆνος ἐρίοισι κατειλίχθω δεδευμένοισι ἐλαίῳ γλευκίνῳ, ἢ κροκίνῳ, ἐν οἷς ἢ λιβανωτὶς, ἢ κόνυζα, ἢ ἀρτεμισίη ἐνήψηται. καὶ τὰ πάντα θερμὰ ἐς δύναμιν καὶ ἐς θίξιν ἔστω· χρίειν δὲ τῷ διὰ τῆς λημνήστιδος, καὶ εὐφορβίου, καὶ νίτρου, καὶ πυρέθρου ἀλείμματι· προσβάλλειν δὲ τοῖσδε τοῦ καστορίου συχνόν· εὖ δὲ καὶ τοὺς τένοντας ξυλλαμβάνειν τοῖσι ἐρίοισι, καὶ χρίειν καὶ τὰ παρʼ οὖς καὶ ἀνθερεῶνα. τάδε γὰρ μάλιστα πάσχει τε δεινὰ καὶ τείνει. πυριῆν δὲ κούφοις θερμάσμασι τένοντας καὶ κύστιν, μαρσίποις ἔχουσι κέγχρον πεφωγμένην, ἢ κύστεσι βοῶν ἐλαίου θερμοῦ ἡμιπληρέσι, ὡς εἰς πλάτος ἐπικέηνται τῶν πυριωμένων χωρίων. ἐβιήσατό κοτε ἀνάγκη πυριῆσαι κεφαλὴν, οὐκ ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν.3 τάσδε μὲν γὰρ ὀμίχλης ἐπʼ ἀναφορῇ ἀτμῶν πίμπλησι, ἀνίησι δὲ τὰ νεῦρα. χρὴ οὖν τῷ τρόπῳ τε τῆς πυρίης ὡς ἀσφαλεστάτῳ χρέεσθαι, καὶ ὕλῃ μὴ σφόδρα βαρυόδμῳ μιῇ· ἀλλὰ ὕλη μὲν ἔστω ἔλαιον τὸ ἐν κύστεσι ἄκνισον ἐν διπλῷ ἀγγείῳ ἑψηθὲν, ἢ ἅλες λεπτοὶ ἐν τῷ μαρσιπίῳ. κέγχρος γὰρ καὶ λίνου σπέρμα εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα. τρόπος δὲ πυρίης· ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι4 τὰ πυριάματα ἄχρι τῆς κορυφῆς· προσωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν. τόδε γὰρ τὸ χωρίον ἁπάσης μὲν τῆς αἰσθήσιός ἐστι κοινὸν καὶ ἀπὸ τοῦδε πᾶσαι αἱ ἀφέσιες ὠφελίης τε καὶ βλάψιος· ἢν δὲ ἐπιπλάσσειν δέῃ τοὺς τένοντας, νέρθεν ἔστω τοῦ ἰνίου.

第六章破伤风的治疗 此刻卧榻极须柔软、触感舒适、平滑、宜人且温暖;盖筋脉因疾变而变得顽固、僵硬且极度拘急。加之通身皮肉绷张得干枯粗糙,从前灵动转折的胞睑如今几乎难覆双目;两眼直视凝滞,向内转侧。关节亦因拘牵而相联固着、动弹不得。室宇亦须温和,纵值盛暑,亦不可致患者汗出或虚脱;盖此疾极易倾向气绝厥逆。至于其他重大疗法,亦不可迟滞延误;盖此时非可迁延之际。是以无论破伤风系由受寒且无显因所致,或因创伤所发,抑或因妇人小产而起,皆当切开肘弯静脉,既当预先顾及包扎时对上臂之压迫,务令其松紧适度,又须留意切口,务令其顺遂平易;盖此等刺激极易诱发痉挛。且当一次适度放血,切莫放至昏厥与遍体发冷。亦不可令其绝食断谷;盖饥饿属阴冷而干燥。故当进饮黏稠且较纯之蜜水,以及调蜜之大麦汤汁;盖此等流质就咽喉扁桃挤咽而言最无痛楚,就食管咽下而言最为滑润顺易,就软润胃肠而言最为柔和,就扶助正气体力而言最为强劲。整副躯体当以浸透新酿葡萄油或藏红花油之羊毛周密包裹,油中当煎熬过迷迭香、或蚤草、或艾蒿。凡此诸物,无论是其药性还是触感皆当保持温暖;并以由水银渣(或黏土剂)、大戟脂、碱盐与除虫菊所合之膏剂涂抹;更当向其中加入大量海狸香。亦当以羊毛妥善护持颈项之筋腱,并涂敷耳侧与颌下;盖此等部位受损尤剧且拘挛最为显著。当以轻和之温热物对颈筋与膀胱施以温熨,或用盛有炒粟之小袋,或用半充温油之牛膀胱,以便其能宽展平覆于施熨之处。有时势所迫不得不温熨头部之情形,此举对诸感官虽非万全,对筋脉却大有裨益;盖其虽因蒸气上腾而使感官蒙蔽昏暗,却能缓解筋脉之拘挛。因此,温熨之法务须选用最为安全者,且不可单用气味极其浓重之物;其料当以重汤双层锅中加热、毫无焦灼气之膀胱储油,或袋中细盐为宜。盖粟米与麻仁触之虽柔,然蒸气郁郁且气味浊重。温熨之法如下:须将温熨之具自仰卧者颈筋之下展垫直至头顶;但不可更向前延及前囟。盖此部位为诸般感官之总汇,一切利害之发散皆由此而出;若需向筋腱施敷贴膏,亦当在枕骨隆突之下。

语法注4 条
  1. 1.7προμηθευόμενον

    阳性单数宾格分词,与具有命令力量的不定式 τάμνειν 的逻辑主语(医者)保持一致。后接两个 ὡς 引导的从属分句(ὡς ἐς ἄνεσιν ἔχοι 与 ὡς εὐαφέως καὶ Ῥηϊδίως γένοιτο),要求医者在行放血术时预先对压脉带的松紧度以及切口的顺滑度严加留心。

  2. 1.7μελικρήτου παχέος ἀκρητεστέρου, καὶ πτισάνης χυλοῦ

    受不定式 διδόναι 支配的部分属格(partitive genitive),表示给服“一定量/适量的”蜜水与大麦汤,而非全量。用以提供流质滋养,以对治前文所述断食带来的寒燥之弊(λιμός)。

  3. 1.7οὐκ ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν

    中性单数形容词短语,作前文不定式短语 πυριῆσαι κεφαλήν(温熨头部)的句子同位语(apposition to the clause)。借助 μέν...δέ 对称结构,概括了该疗法对感官的不利影响与对筋脉的舒缓益处之间的对立效果。

  4. 1.7ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι

    被动不定式 ὑποτετάσθαι(被展垫于下)所支配的与格补足语 τοῖς τένουσι 与形容词 ὑπτίοισι(仰卧的)保持性数格一致。此处解剖学部位(颈项之筋腱)与患者本身的卧姿(仰卧)通过借喻手法紧密结合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.7#1