- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了癫痫急性发作的致命危险及其慢性化特征,并详细列举了用于发作时急救苏醒的疗法,包括针对小儿及青年的催吐、体位摆放、肢体按抚、温熨、通便引气以及具体的复方配伍。
Κεφ. ε′. Θεραπεία παροξυσμοῦ Ἐπιληπτικῶν. τῆς ἐπιληψίης ὀλεθρίη μὲν ἡ πρωτίστη κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ ἡ νοῦσος. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἡ ἐπιληψίη· ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωπος, ἡ δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται, οὐ χρονίη μοῦνον γίγνεται, ἀλλὰ μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθνήσκει. ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη, κλύσματα, χρίσιες, σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα. ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα, τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν οἷσι ἐκ διαφθορῆς, ἢ ἐκ ψύξιος ἰσχυρῆς, ξύνηθες τὸ πάθος, ἔμετος, ἢ σιτίων, ἢ φλέγματος, ἢ ἄλλου χυμοῦ τινος ὀνηϊστόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα1 τὸ παιδίον. τόδε γὰρ τὸ σχῆμα πρὸς ἔμετον Ῥήϊστον· ἢν δὲ καὶ σπᾶται ἢ διαστρέφηται τὴν κάτω γνάθον, ἢ τὼ χεῖρε καὶ τὰ σκέλεα Ῥίπτηται, καὶ ξύμπας τιταίνηταί οἱ ὢψ,2 τὰ γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάσσειν, ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα· πρηέως δὲ διακρατέειν, ὡς μὴ διαστρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν ἢ πιναροῖσι ἐρίοισι ἢ παλαιοῖσι τρύχεσι· διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ἢ ξὺν νίτρῳ, ἢ Ῥητίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά· φύσας δὲ διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρδαμώμου μέρος ἕν, χαλκοῦ κερ. ά. τάδε ξὺν μελικρήτῳ πιπίσκειν. ἢ γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι, ἢ ὑπηλάθη ἡ γαστήρ. ἄριστον δὲ ἔκλειγμα καὶ τόδε· τοῦ καρδαμώμου, καὶ σινήπιος, καὶ ὑσσώπου τῆς κόμης ἶσα, ἴριδος τῆς Ῥίζης μέρος α, ξὺν νίτρου διπλασίῳ, πεπέριος ἐς τρίτον, μέλιτι φυράσαντα ὁμοῦ τὰ πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν,3 ἀτὰρ καὶ ἔτι προσωτέρω τῶν παρισθμίων, ὅκως καταπίοιεν. τάδε μὲν ὦν παιδίοισι· τοῖσι δὲ νεηνίῃσι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα δυνατώτερα ἐς ἔμετον αἱρέεσθαι, ναρκίσσου βολβοὺς, σινήπιος καὶ ὑσσώπου ἶσα, καὶ χαλκοῦ καὶ πεπέριος, μοίρης τῶν προτέρων ἐς ἥμισυ, σὺν μέλιτι φυράσαντα διδόναι· τάδε μὲν ὦν ἐς ἀνέγερσιν τοῦ παροξυσμοῦ· τὰ δὲ ἐς λύσιν τοῦ νοσήματος ἐν τοῖσι χρονίοισι λελέξεται.
第五章癫痫发作的治疗 在癫痫中,若病情急骤发作,初次仆倒发作便是致命的;盖其有时甚至在一日之内毙命。周期性出现的发作亦甚危险。正因这些缘故,癫痫亦被记入急性疾患之中。但若患者已渐习于此恶疾,而病邪牢固深植拘留不去,则其不仅变为慢性,对某些人而言更是终身不愈。盖若其病程越过了生命的盛年,便将与人同老、与人同死。 凡作为慢性疾患的救治之法,将于慢性疾病篇中述及;但针对死期骤至当采取之举措,大部分已在卒中患者篇中论述:放血、灌肠、涂抹与吸角;盖此等疗法对于唤醒苏生最为强力。至于仆倒发作所特有之良方,我今当陈述。凡因宿滞食伤或因严寒受冷而惯发此病之小儿,使其吐出食物、痰涎或某种其他体液最为有益。浸过鸢尾花香膏的羽毛能引催呕恶;此外,鸢尾香膏用于涂抹咽喉扁桃处亦非无益。当使小儿腹部朝下悬空向前抱持,并轻柔按压其季胁;盖此姿势最易致呕。若其下颌抽搐歪斜,或手足狂乱挥掷,且整张面容拘挛绷紧,当以油脂按揉以使其肢体舒缓柔顺,并将面部歪斜之处扳直,轻柔把持以防端正之处歪斜。对发冷部位当用脏羊毛或陈旧破布施以温熨;并以芸香油调蜜,或加碱盐,或将液体树脂与这些同调,涂抹肛门,并轻柔推入肛门之内;盖此等药物能引排矢气,而小儿在此病中确会排气。若能咽下,当给服此药:豆蔻一份,铜屑一克拉提翁;将这些与蜜水同饮。盖彼等若非连同胃中压抑之物一同吐出,便是腹泻通下。此稠膏剂亦属极佳:豆蔻、芥子、牛膝草之顶穗等分,鸢尾根一份,加两倍之碱盐,胡椒三分之一份;将凡此诸物以蜜共调,撬开下颌倒入咽口,且更注入至扁桃体深处,以便其咽下。这些是针对小儿之法;对于青年人,这些亦属有益。但亦可选用更强力之催吐药:水仙球茎、等量之芥子与牛膝草,以及前药之半量的铜与胡椒;调蜜和匀后给予。凡此诸法乃为自发作中唤醒苏生;至于根除该疾患之方,将于慢性疾病篇中论述。
- 1.6ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα
中性单数宾格 ἐκκρεμές 作为述语补足成分修饰 προβάλλοντα 的宾语 τὸ παιδίον,表示“将小儿呈悬挂之势向前抱持”。介词短语 ἐπὶ γαστέρα 则作状语修饰体位,意为“俯卧、使腹部朝下”。
- 1.6ξύμπας τιταίνηταί οἱ ὢψ
恩克利提克与格代词 οἱ 作关系与格(或表所有的与格),修饰主语 ὤψ(“他的整张面容”)。动词 τιταίνηται 为中被动态,表示面部肌肉“拘紧、绷紧、痉挛”。
- 1.6μέλιτι φυράσαντα ὁμοῦ τὰ πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν
阳性单数宾格分词 φυράσαντα 与 διαστήσαντα 与作命令式用的不定式 ἐγχέειν 的逻辑主语(施治者/医者,未明言的宾格主语)在格、性、数上保持一致,结构为“(医者)以蜜和匀……撬开下颌后,当倒入……”。
