- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.5#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述中风后针对全身与患部外用油膏、涂敷剂及贴膏的配方与适应证,发热时治疗方案的调整,后枕部刺络拔罐法,吞咽麻痹的对策与喉部误用拔罐之戒,以及排泄功能麻痺(尿闭与失禁)的处置与油浴法。
ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν1 λίπαϊ σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ ξυμπάντεσσι συμμεμιγμένοισι· ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων· ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάσσειν δὲ καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ· μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον· καὶ ἄλειμμα, ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρήτῳ. τὸ δὲ πλῆθος ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν· ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος, εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος. ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος, εὐφορέστερά τε καὶ δυνατώτερα. οὔτε γὰρ περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος· ἀχάριστον γὰρ τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης ἀνεπόθη. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊστόν, περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι λέλεκται· ξὺν αὐτέοισι δὲ καστόριον, Ῥητίνη τερμίνθου τοῦ δένδρεος, εὐφορβίου, λημνήστιδος, πυρέθρου ἶσα· πεπέριος, χαλβάνης ἐς ἥμισυ· ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον, κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ. ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης Ῥίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἔωσι ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι, τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης. ἢν δὲ πυρετοὶ ὀξέες ἔωσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται, καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι, πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι. τροφῇσί τε ὦν τελέως λεπτῇσι, εὐπέπτοισι χρέεσθαι· καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον· καὶ τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή. ἢν δὲ πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως. καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον, καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ.2 παρελύθη κοτὲ καὶ κατάποσις, ἥπερ μούνη ἀποπλήκτοισι ἄλκαρ ἐστὶ σωτηρίης, εἴς τε τὴν τῆς τροφῆς κατάποσιν καὶ ἐς τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίης καὶ λιμοῦ κίνδυνος μοῦνον, ἀλλὰ καὶ βηχὸς, καὶ δυσπνοίης, καὶ πνίξιος. κἢν γὰρ καὶ ἐγχέῃ τις εἰς τὸ στόμα ὑγρὸν σιτίον, ἐς τὴν ἀρτηρίην ὑπορρέει, οὔτε τῶν παρισθμίων ξυμπιπτόντων ἐς τὸν ὠσμὸν τῶν σιτίων, οὔτε τῆς ἐπιγλωττίδος ἐνιζούσης ἐς τὴν ἑωυτῆς ἕδρην, ἥτις ἐπίθημα τῆς ἀρτηρίης πέφυκε. χρὴ ὦν μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυστίλῃ μακρῇ ὑπεραίροντα ὑπὲρ τῆς ἀρτηρίης ἐς τὸν στόμαχον ἐγχέειν. τόδε γὰρ ἔτι ἐς κατάποσιν ὑπουργέει· εἰ δʼ ὁ νοσέων ἐς ὄλεθρον ἴῃ ὕστατον, ὁ δὲ αὐχὴν σὺν τῇ ἀναπνοῇ πηγνύηται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμάσμασι χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀΐδριες ὁκόσοι σικύην ἐς τὸν ἀνθερεῶνα προσβάλλουσι ἐς εὐρύτητα τοῦ στομάχου. οὐ γὰρ διαστάσιος χρέως ἐς ἔνθεσιν τῆς τροφῆς, ἀλλὰ ξυμπτώσιος ἐς κατάποσιν. προσδιαστέλλει δὲ σικύη, κἢν καταπίνειν θέλῃ, ἐπίσχει τῇ ἀποστάσι τε καὶ ἀνθολκῇ· ἐπανιέναι δὲ χρὴ ἐς τὴν περιστολὴν τῆς καταπόσιος· πρὸς δὲ τουτέοισι τὴν ἀρτηρίην πληροῖ ἐς κίνδυνον ἀποπνίξιος. ἀλλʼ οὐδʼ εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείης ἀρήγει· μύες γὰρ καὶ νεῦρα, καὶ τένοντες, καὶ φλέβες ἐπίπροσθεν ἔασι αὐτέου. κύστις δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν περιττῶν ἀεὶ ἔντερα πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων,3 διαρρέει γὰρ τὰ περιττὰ ὡς διʼ ἀψύχων. ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι· νδυνος γὰρ σφακελίζειν τῇ κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον· κἢν ἐκκοπρωθῇ τὸ ἔντερον, προσενιέναι ξὺν ἐλαίῳ καστόριον. ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων, καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις. ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται.
当将患者全身裹以羊毛,并用西库昂油、新酒油或陈油灌注,或分别单用,或全部混用。最好融化少许蜂蜡以增稠油膏;且当使此油膏效力更强,掺入碱盐与胡椒。这些药末须用细筛筛过。海狸香对麻痹部位亦有极大效力,既可与上述某种油脂调合作涂剂,若与蜜水同饮则效力更强。其剂量一如我们对嗜睡症患者所知;亦须兼顾患者之年龄与其意愿,看其是否准备连饮数日。涂敷剂亦优于灌注,更易耐受且效力更强。盖其既不致流溢而污损褥席——此等事甚为患者所厌恶——且能附着于肉体,并被温热所消耗的部位吸收。此外,其恒常存留最为有益,而灌注则易流失。油膏之原料即我所陈述之诸物;与彼等同用者,尚有等份之海狸香、笃耨香树之脂、大戟脂、利姆诺斯土、除虫菊;半量之胡椒与白松香;三倍量之埃及碱盐,以及足以成柔软稠度之蜂蜡。比这些远为繁复的配方,已另有更详尽的论述。对患处之硬结与拘紧当敷以贴膏;原料为亚麻仁、葫芦巴、大麦粉、蜂蜜、煎过芸香或莳萝之油、捣碎并在蜜水中煎成蜡状之蜀葵根;其质地当柔软而温和。因此,若彼等尚无发热,或仅微热,则当施行此等疗法而不必顾忌温热。 若发热剧烈,且其余疾患较发热为轻,而发热正催逼危险,则当使食饮摄生与其他治疗适应于发热。故当进极清淡、易消化之食;此时更当留心良机;于一切治疗中皆当避开发作期,且须全然致力于退热。 若随时间推移病情迁延,病因仍在头部,则当于后头骨处施加吸角,毫不吝惜地放血。盖此法较放血术更为有益,且不致耗损元气。但在施用后头骨吸角之前,当先在肩胛之间施一轻吸角以作反向引流。 有时吞咽机能亦告瘫痪,而这本是中风患者得救的唯一屏障,无论对咽下食物抑或通过药物而言皆然。盖不仅有消瘦与饥饿之危,亦有咳嗽、呼吸困难与窒息之险。盖纵使有人将流质食物注入其口中,亦会流注于气管,既因喉头扁桃体未能收紧以推进食物,亦因天然作为气管盖子的会厌未能落入其本位。故当用长匙注入蜜水或流汁,越过气管注入食道。盖此法仍有助于吞咽。但若患者已濒临绝境,颈项随呼吸而僵直,则当以温热之剂涂抹颈项与下颌并施以温熏。凡在下颌施加吸角以图开阔食道者,皆属劳而无功且愚昧无知。盖进纳食物并不需要张开,吞咽反需合拢。吸角使其进一步张开,即使其意欲吞咽,亦会因离隔与反向牵拉而受阻;然而理当使其恢复至吞咽的收缩蠕动;此外,吸角还会充塞气管而致窒息之危。但若将吸角置于喉咙两侧亦无济于事;盖肌肉、神经、腱与静脉皆遮蔽其前。 膀胱与直肠括约肌有时在排泄方面出现瘫痪,肠中常积满宿食排泄物,膀胱亦膨胀至极大;有时则在闭蓄方面瘫痪,排泄物如穿过死物般径自流出。在此种情形下,对膀胱使用导尿管器具实非明智之举;盖有使膀胱坏疽并致人痉挛之危险。用少量流质灌肠更为稳妥;若肠中粪便得以排出,当注入掺有海狸香之油。无论是对于所有麻痹部位整体,抑或对于局部而言,唯一的希望乃是浸入油中(油浴)。其方法将在慢性疾病篇中论述。
- 1.5ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν
非人称动词 χρὴ 后接不定式 καταιονεῖν,不定式在逻辑上的施事主体由宾格分词 εἰλίξαντα(阳性单数,指代不特定医者)表示。宾格名词短语 τὸν ἄνθρωπον 作 καταιονεῖν 的直接宾语(“浇灌患者”),分词 εἰλίξαντα 表“包裹之后”。
- 1.5προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ
在短语 τῆς ἐν τῷ ἰνίῳ 中,阴性属格定冠词 τῆς 省略了承前而来的 σικύης,限定介词短语 ἐν τῷ ἰνίῳ(“后头部的那个[吸角]”)。它在句中作 ἀντίσπασιν 的宾格性属格(“为了对后头部的吸角进行反向引流”)。
- 1.5ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται... ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων
此句为 ἄλλοτε μὲν... ἄλλοτε δὲ... 的呼应对称结构。动词 παρεῖται(παρίημι 的完成时被动态,“处于麻痹/松弛状态”)统摄两项:前者指在“排泄”(ἔκκρισιν)机能上麻痹(导致蓄积不通),后者指在“闭蓄”(κάθεξιν αὐτέων)机能上麻痹(导致失禁自流)。
