← 阿莱泰乌斯

论急性疾病的治疗

§1.5#1

中风的预后与肘部放血及灌肠疗法

作者论述了重度与轻度中风的预后,详细说明了肘弯放血的要领与分寸、禁忌放血时的辛烈灌肠配方,以及初见恢复征象时服用清下圣药的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#1

Κεφ. δ′. Θεραπεία Ἀποπληξίης. ἀποπληξίη ἰσχυρὴ μὲν εἴη, ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ,1 τοῖσί περ ξύνηθες τὸ πάθος. οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ. ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ, ἰῆσθαι μὲν οὐ Ῥηΐδιον, πειρῆσθαι δὲ ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον, ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη, ἢν μή τις ἐς ἁμαρτωλὴν ἴῃ τοῦ πλήθεος δυστέκμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον. ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον, καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν·2 ἤν τε μεῖον τῆς αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος· ἔτι γὰρ ἡ αἰτίη μίμνει· κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν. ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο, αὖθις ἐπανατάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος, εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ· ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπʼ ἀριστερὰ, ἢ δεξιὰ, ἡ πάρεσις. ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν. τῇδε γὰρ τὸ αἷμα εὔροον· τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν. ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ συλλογίζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος· ἢν δὲ ἀπὸ πληγῆς, ἢ καταφορῆς, ἢ πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι. μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν. ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι (τὰ πολλὰ γὰρ ὑπʼ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονται), καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόντων χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἢ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε· τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς Ῥητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος. καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι, ἠδʼ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ,3 μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον·4 κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις.

第四章中风的治疗 若中风极其剧烈,且患者又已年老,则万事皆呈濒死之象;盖此症正多发于此等人。由于病情之严重与年事之不利,他们委实不能幸免。至于当如何审度此等严重程度,我此前已有陈述。但若是年轻人,且中风轻微,则虽不易治愈,亦当勉力一试。因此,作为应对重症的一大救助,最相当的疗法乃是放血,只要不失之于份量之差误;然而其度量至难推求。盖纵使多取微许,便会致使人更加窒息而亡。因为对于维持生命而言,微量之血液在此等人身上亦至为有力,乃是肉体生命与营养的温热所在;若取血少于病因之所需,则虽用大药亦未见大效,盖病因犹存。然而宁可失之于少。因为纵然显得有所不足,但若出现某些良好征兆,则可再度切开静脉。所切者当在肘弯处之静脉,盖此静脉在左侧流出顺畅;于轻度中风中,亦须一并审度瘫痪部位,看瘫痪系在左侧还是右侧。盖理当从所谓健全之处进行取血,盖此处血液畅流,且能从此引流病损部位之体液。因此,若无明显诱因而中风者,对取血当如是推论;但若是由于撞击、跌倒或压迫所致,则切勿迁延。对某些人而言,单凭此举便足以疗疾延命。 然而若由于严重的冷凝、僵痹与无感觉困缚此人,而显得不宜切开静脉,则当施以灌肠,以清泄肠中之郁积(盖多数人系因暴食与酗酒而致中风),并借以反向引流郁闭头部的体液。灌肠剂当具辛烈之性,能导泄黏液与胆汁,故不仅当含碱盐,亦当按此灌肠剂之常例份量加入重约三奥波尔之大戟脂,以及药西瓜瓤,或百金花梢在油或水中的煎剂。如下之灌肠剂亦属上选:于常例之蜂蜜中,加入与油脂同煎之芸香、笃耨香树之脂、代碱盐之食盐,以及海索草之煎汁。 若经由这些治疗,此人稍见苏醒,或因发热而有动静,或自麻木中重获知觉,或脉象转佳,或面色完全转好,则当抱有希望,更大胆施救。于是在此间恢复其体力之后,当趁空腹投以清下之圣药,最好服尽全量;若体力有所妨碍,则与蜜水合服半量。当将其置于靠背椅中加以挪动,由抬轿者轻轻摇晃,并为了免于疲乏而不断让其歇息。若肠胃顺畅下行,则纳受之;若不然,当予饮水或蜜水约两合。若在下泄时伴有恶心,切勿阻止。盖其用力之势含有某种复苏之火种,且黏液之呕吐能驱逐病因。圣药实为感官、头部与神经之清泄药。关于初期各种清泄之法,至此足矣。

语法注4 条
  1. 1.5ἀποπληξίη ἰσχυρὴ μὲν εἴη, ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ

    希求语气 εἴη 表达假设条件(“若中风剧烈”)。其主句(结句)在句法上略去,在语义上实际上由随后的原因分句 ἅπαντα γὰρ ἔασι νεκρώδεες(“盖万事皆呈濒死之象”)和 οὐ γὰρ περιγίγνονται(“他们委实不能幸免”)承担。

  2. 1.5καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν

    分词 ἐόν(爱奥尼亚方言,相当于雅典方言的 ὄν)为中性单数,在此与阴性主语 ἡ ἀλέη 搭配,构成一种主格绝对结构或破格句法(“因其乃是身体生命与营养之温热”),亦可能受到前文代词/名词 αἷμα(中性)的性吸引。

  3. 1.5κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ

    不定式 διδόναι 用作祈使语气。宾格分词 κρατύναντα 修饰不定式的逻辑主语(医者)。τῆς ἱερῆς τοῦ καθαρτηρίου 为部分属格,作 διδόναι 的宾语,引出后文所言的服药分量(τὸ πᾶν 与 ἐς τὸ ἥμισυ)。

  4. 1.5διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον

    阳性单数宾格分词 διαναπαύοντα 与此前的 ἐνθέντα 及 κρατύναντα 相应,修饰作为逻辑主语的施治医者。此处 διαναπαύω 作及物动词用,意为“使(患者)休息”,διὰ τὸ ἄκοπον 表目的/原因(“为了免于疲乏”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.5#1