- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述嗜睡病的治法,包括利用充足光照与感官刺激以促其觉醒、依据继发或原发区别施用泻下与排便灌肠、清稀行气的饮食调理、头部与脊柱的外涂敷药、拔罐吸角之宜忌,以及疏导体内风气滞塞之法。
Κεφ. β′. Θεραπεία Ληθαργικῶν. Ληθαργικοῖσι κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν· ζόφος γὰρ ἡ νοῦσος· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξις γὰρ ἔμφυτος ἡ αἰτίη. κοίτη εὐαφὴς, τοιχογραφίη, στρώματα ποικίλα, πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος, λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν· τιλμοί· κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ, ἐμβόησις, νουθεσίη ὀργίλη, δεῖμα, ἐφʼ οἷσι δειμαίνει. προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε. πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτικοῖσι. ἀμφὶ δὲ καὶ κενώσιος ληθαργικῶν τάδε χρὴ γινώσκειν. ἢν μὲν ἐξ ἑτέρης νούσου, ὁκοῖόν τι φρενίτιδος, διαδέξηται ἡ λήθη, φλέβα μὲν μὴ τάμνειν, μηδὲ ἀθρόον ποθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ τὴν κοιλίην, μὴ τοῦ κοπρώδεος εἵνεκε μοῦνον, ἀλλʼ ὅκως τι καὶ ἄνωθεν ἀντισπασθῇ, καὶ ἀπὸ τῆς κεφαλῆς ὀχετευθῇ. πλέον οὖν ἔστω ἁλῶν τε καὶ νίτρου. ἄριστον δὲ τῷ κλύσματι εἰ καστόριον ἐμπάσσοις· ψυχρὸν γὰρ τὸ κάτω ἔντερον ληθαργικοῖσι καὶ πρὸς ἔκκρισιν νεκρῶδες. ἢν δὲ μὴ ἐκ διαδέξιος νούσου, ἀλλʼ ἑωυτέου ἄρχηται ὁ λήθαργος, καὶ δοκέῃ πεπλῆσθαι ὁ νουσέων, ἢν μὲν αἵματος, φλέβα τὴν ἐπʼ ἀγκῶνι τάμνειν· ἢν δὲ φλέγματος ὑδατώδεος εἴτε ἄλλων χυμῶν, καθαίρειν χρὴ κνεώρῳ σὺν τῇ πτισάνῃ, ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρήτῳ, πρὸς τῇσι ἀρχῇσι, ἢν μετρίως βούλῃ· ἢν δὲ μεζόνως, τοῦ φαρμάκου τῆς ἱερῆς καλευμένης νήστι διδόναι ὁλκῆσβʼ, ξὺν μελικρήτου κυάθοις τρισὶ, καὶ περιμείναντα καθήρασθαι, τότε διδόναι σιτία, ἢν καιρὸς ᾖ· ἢν δὲ μὴ, εἰς τὴν ἐπιοῦσαν ἡμέρην ἡ τροφή· εὐκαιρίη δέ κοτε καὶ ἐν ἑσπέρῃ γίγνεται τῆς ἱερῆς ὁλκῆς ͵α′ ὕδατι ἢ μελικρήτῳ λυομένης, κυάθοις δύο. ἀτροφίη κακὸν, κακὸν δὲ καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοσιτίῃ χρέεσθαι ἐς ἑκάστην ἡμέρην· ἀθρόον δὲ μὴ ἀσιτεῖν· ὑπομνήσιός τε γὰρ ἠδʼ ἀλέης τῷ στομάχῳ χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι, κεγχρίδι. λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω. καὶ τοῖσι δὲ χυλοῖσι ἐμβάλλειν, εἴ ποι δέοι χυλῷ χρέεσθαι πτισάνης, εὔπνοον ἠδὲ οὔρων ἀγωγὸν, μάραθρον, σέλινον, τὰ λάχανα, ἢ τουτέων τοὺς καρπούς. ἀγαθὸν δὲ καὶ πράσον τῇ δριμύτητι, καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ· ἄριστον δὲ καὶ κύμινον γλυκὺ, ξὺν κράμβῃ, φυσέων ἠδὲ οὔρων·1 ἐρεθιστέα γὰρ ἡ κύστις, ἠδὲ γαστὴρ, ἐν πάσῃ τῇ νούσῳ. τέγξιες τῆς κεφαλῆς, αἵπερ καὶ τοῖσι φρενιτικοῖσι. ἀμφοῖν γὰρ αἱ αἰσθήσιες πλέαι γίγνονται ἀτμῶν, ἃς ἀπελαύνειν. χρὴ ψύξεϊ καὶ στύψι, Ῥοδίνῳ, καὶ κισσοῦ χυλῷ· ἢ ἐξατμίζειν ἐς διαπνοὴν τοῖσι λεπτύνουσι, οἷον ἑρπύλῳ ἐν ὄξεϊ σὺν τῷ Ῥοδίνῳ· ἢν δὲ νεύρων πόνος ἔῃ καὶ ψῦξις ὅλου, πολλῷ δὲ μᾶλλον ἀκρέων, τῷ καστορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν, ἠδὲ τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα, καὶ τὴν Ῥάχιν χρίειν τῷ αὐτῷ ξὺν λίπαϊ, σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ· ξυγχρίειν δὲ καὶ τὼ χεῖρε ἀπὸ τῶν ὤμων, καὶ τὼ πόδε ἀπὸ τῶν βουβώνων. τοισίδε μέντοι καὶ τὴν κύστιν καταιονεῖν, καὶ ὡς νεῦρον πάσχουσαν, καὶ ὡς οὔρων ὁδὸν κάμνουσαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν ἀχθομένην· χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμος ἔῃ, καὶ κίνδυνος σπασμοῦ, καὶ σικυωνίῳ εἰς τὴν κεφαλὴν ὑπʼ ἀνάγκης χρέεσθαι· ὀλίγη δὲ ἤτω ἡ χρῖσις· ἢν δὲ καὶ φλεγμασίαι τῶν ὑποχονδρίων ἔωσι, καὶ πρήσιες καὶ φῦσαι, καὶ περιτάσιες τοῦ δέρματος, ἢ κοῖλον γίγνηται, εἴσω εἰρυομένου τοῦ ὑποχονδρίου, ἐμβρέγματα καὶ ἐπιπλάσματα, ὁκόσα μοι ἐν φρενιτικοῖσι λέλεκται. σικύῃ ἥκιστα χρέεσθαι ἢν ἀπὸ φρενίτιδος ἔωσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι ὑποχονδρίοισι σημαίνῃ, ὑπʼ ἀνάγκης τῇ σικύῃ χρέεσθαι· ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι, τἄλλα δʼ εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς κεφαλῆς προσβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν.2 ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω.3 φυσέων γὰρ συναγωγὸν λήθαργος καὶ ἐν τῇσι κοιλίῃσι καὶ ἐν τῷ ὅλῳ σκήνεϊ ἀργίῃ καὶ νωθίῃ καὶ ἀψυχίῃ· διαπνευστικὸν δὲ κίνησις ἠδὲ ἐγρήγορσις. διαχρίειν οὖν πήγανον χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ· ἀγωγόν τέ ἐστι μᾶλλον φυσέων ξὺν τουτέοισι καὶ τερμίνθου Ῥητίνης μέρος ἕν· καὶ πυρίη προκλητικὴ φυσέων, ἢ πιναροῖσι θερμοῖσι ἐρίοις, τρηχέσι παλαιοῖς Ῥάκεσι, ἢ σπογγιῇ ξὺν ὕδατι, ἔνθʼ ὕσσωπον, ἢ ὀρίγανον, ἢ γλήχων, ἢ Ῥυτὴ ἕψηται· ἄγοι δʼ ἂν φύσας, ἠδὲ ὁκόσα πρὸ τῶν σιτίων πίνεται, τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖσι ἐντέροισι καὶ στομάχῳ ἄγει, ὕσσωπον ἐν μελικρήτῳ ἑψηθὲν, δίκταμνον τὸ Κρητικὸν, ὀρίγανον· δριμέα μὲν, ἀγωγὰ δὲ ἀδίαντον, ἄγρωστις· τάδε μέντοι καὶ φυσέων καὶ οὔρων καταρρηκτικά.
第二章嗜睡病人之疗法 对于嗜睡病人,其床榻应当置于光亮之中并迎向日光;盖此病本属晦暗;且尤当置于温热处,盖内生之寒凉即其病因。铺垫须触感柔软;当备有壁画、五彩卧具,以及凡能刺激视觉之一切物事,言语交谈,伴随足部按压之摩挲,拔毛与搔抓。若其陷入深沉之昏睡,当大声呼喊,怒斥规劝,以其所惧之事恐吓之。告知其曾经渴望与期盼之事。一切皆当旨在令其觉醒,与谵妄病人恰相反。 论及嗜睡病人之排下,亦当知晓以下诸事。若此嗜睡系承续他病(如谵妄)而来,则不可切开静脉,亦不可从任何部位骤然大举泻血。然当灌洗下焦肠道,非独为积粪之故,亦为使上部之邪受倒引而下,且令其自头部得以疏泄。故盐与天然碱之量宜多。灌肠剂中若撒入海狸香则为最善;盖嗜睡病人之直肠寒凉,排泄机能如死绝一般。若嗜睡非承续他病,而系自发而起,且病患显现充盈之象——若充盈者系血,当切开肘部静脉;若系水湿之痰饮或其他体液,在初起之时,若欲平缓,当用千金子同大麦饮,或黑嚏根草同蜜水泻之;若欲峻烈,当令其空腹服用所谓“神圣药”二德拉克马,配蜜水三勺,待其下泻之后,若得其时,方予进食;若不然,则待至次日进食。有时亦宜于傍晚,以水或蜜水二勺溶化神圣药一德拉克马服之。 绝食为害,多食亦为害。故当每日微予饮食,不可顿绝谷气;盖胃府整日皆需刺激与温煦。且饮食当具清稀疏通之性,多用羹汤而非炙烤之雏鸡或石鸡。同煮以野麻,并浇以少许醋。若何处需用大麦饮之汁,羹汤中亦当投入通气利尿之物,如茴香、芹菜、此等菜蔬或其子实。韭之辛辣亦佳,菘菜配油与鱼酱亦良;甘孜然同菘菜尤善于驱风利尿;盖在全病程之中,膀胱与肠胃皆当予以刺激。 头部之涂润,一如谵妄病人。盖二者之诸感官皆弥漫蒸气,当以清凉与收敛驱除之,用玫瑰油与常春藤汁;或以清稀之品宣散蒸化,如以野百里香浸于醋中同玫瑰油。若筋脉抽痛,周身发凉,四末尤甚者,当用海狸香配莳萝油以润之,涂浸其头颈,并以同药兑以西锡安油、新葡萄汁油或陈油摩擦脊椎;且从两肩下抹双臂,从腹股沟下抹双足。实则以此等药物亦当浇洗膀胱,盖其如筋腱般受累,如水道般困顿,复受体液辛烈之苦;盖其尿液偏于胆质。若震颤加剧,有痉挛之虞,迫不得已时亦当以西锡安油敷头;然涂抹宜轻淡。若季肋部亦有炎症、红肿、气胀及皮肤绷紧,或因季肋内缩而致塌陷,当用我于谵妄病人项下所述之温湿敷剂与贴药。 若病人系由谵妄转来,绝不可用吸角(拔罐)。若病自初起即为此疾,则可用之更大胆。若舌见黑苔,且季肋部显现积聚,迫不得已亦当用吸角;若因病程绵长,其诸感觉陷于空乏,而余症转耐受者,当拔于头顶;盖自彼处拔泄不损其元气。 肠中风气当兼从上下引出。盖嗜睡因惰滞、迟钝与阳气匮乏,积聚风气于肠腹及全身体躯之中;而活动与觉醒方能透发蒸散。故当研细鲜芸香,调以蜂蜜与天然碱涂搽之;若再加笃耨香脂一份,则更能行气;温熨亦能诱发驱气,或用带脂温羊毛、粗旧破布,或用海绵蘸浸煮过牛至、神香草、薄荷或芸香之热水。饭前所饮之物,亦即能引肠胃中痰饮与胆汁者,亦当能行风气:如神香草同蜜水煎服,克里特白鲜,牛至;铁线蕨与狗牙根虽辛烈,却甚利通导;此等物事实能使风气与小便俱破泄而出。
- 1.3φυσέων ἠδὲ οὔρων
依附于中性最高级形容词 ἄριστον 的关联属格或对象属格(意为“对风气与小便为最善”),亦可视为补充省略之名词(如 ἄκος)。
- 1.3ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν
由带冠词的不定式短语 τὸ ἐντεῦθεν κενοῦν(自彼处排泄)作主语,ἄλυπον(无害的)作表语形容词,τῇ δυνάμι 为关系与格或利害与格(对元气而言)。
- 1.3ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω
句首之不定式 ἄγειν 作命令式不定式(infinitive for imperative)使用,为古希腊医学文献表述医嘱规程的常见惯用法。
- 1.3ὁλκῆς β′
ὁλκή(相当于德拉克马的重量单位)之属格,同数字记号 β′(二)连用,作表示度量分量的属格,在此充当不定式 διδόναι 的宾语。
未在正文中定位
