- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.2#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了急性病及谵妄中胸腹受累的敷贴与饮食调治、饮冷水的审慎节制,继而详析患者发生虚脱时葡萄酒的救逆扶危之效,以及后期热退神呆时采取头部灌浴促其解表的治法与痊愈之候。
ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ, τὸν πάντη κάμνοντα, ξὺν καρδίῃ, καὶ πνεύμονι, πρώτιστα μὲν ὑπʼ ἀνάγκης τῆς ἀναπνοῆς ἄλλοτε μὲν θερμῆς, ἄλλοτε δὲ ψυχρῆς· ἔτι δὲ ὑπὸ πυρετοῦ καυσώδεος, καὶ βηχὸς, καὶ ὑγρῶν πονηρίης, καὶ νεύρων κοινωνίης, καὶ στομάχου συμφορῆς, καὶ ὑπεζωκότος τε καὶ διαφράγματος κακίης· (καρδίη γὰρ ἢν πάθῃ μέζον τι δεινὸν οὔποτε ἀκέεται)· ἐπὶ δὲ τοῖσι φρενιτικοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν.1 παραφορὴ μὲν γὰρ μετεξετέροισι ἔκ τινος τῶν ἐν τῷ θώρηκι· ἀναπνοὴ θερμή τε καὶ ξηρή· δίψος δριμὺ, οὐκ εὔφορον πῦρ, τῷ πάντη ἐς θώρηκα ξυρρέειν.2 καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεος τετραμμένου· μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ, κεφαλὴ, πόδες τε, καὶ χεῖρες· ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ· θέρεος δὲ καὶ σίραιος Ἑλληνικός· ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι, φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες· ἔπειτα λεῖοι ἐς μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι, οἰνάνθῃ, προσηνὲς θώρηκι ἐπίπλασμα· ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ. πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίου χυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς, ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς νούσου, ἀλλʼ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν, ἢ ὑπὸ χολῆς δακνομένου, καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος κυάθῳ ἑνί· Ῥυμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ σὺν ἄρτῳ ἀναλίσκειν. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν ἄνθρωπον, καὶ δίψος, καὶ ἀπορίη, καὶ μανίη, καὶ ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν καύσου νούσῳ ἄνευ φρενίτιδος. τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος· ὀλίγον δὲ ἀπαρκέει· βραχυπόται γὰρ οἱ φρενιτικοί. ἢν δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ καὶ τόδε· τῆς μὲν δυνάμιος λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος, ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον· ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν ὠκέως κατʼ οὐσίην, καὶ πάντη μέχρι περάτων μολεῖν· τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, στῦψαι πλάδον, φερομένων ἔξω καὶ Ῥεόντων κρατῆσαι,3 ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν, κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν· ἄριστος δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ· τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε γὰρ πρηΰνονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται·4 ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν. ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται· τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέοντα λούειν ἠδὲ καταιονεῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.
在一切急性病中,由于胸部与心脏及肺一同处处受损,本就必须医治胸部——首先由于呼吸或热或冷的必然性,复因炽热的高热、咳嗽、体液败坏、筋腱相引、胃部病变,以及胸膜与膈肌的受损(盖心脏若遭受任何更为严重的凶险之症便绝难治愈)——而在谵妄患者身上,尤须缓和此等部位。盖在某些人中,谵妄发自胸中之患;其呼吸灼热而干燥,口渴剧烈,热势难支,此因一切热邪尽皆奔流汇聚于胸中。由自身本热变质而致之病害固已甚重,而由他处汇聚于胸中之害则更巨且更难忍受。盖头与手足四肢厥冷,而胸部热度反居其上。故亟需以濡润与冷却救之。涂润剂宜用油同洋甘菊或甘松煎煮;夏日亦可用希腊浓缩葡萄汁。若尚须使用敷贴,可用涩酒浸透海枣,继而同甘松、大麦粉、野葡萄花研磨为细腻之膏糊,对胸部乃是和缓之敷贴;木瓜与洋乳香、草木樨捣碎亦具冷却之功。诸药皆当以蜂蜡与甘松调和。若胃中亦发麻且厌食,当同此等药物合研苦艾汁或其枝叶;以此同油煎熟后浇淋季肋部。进食前当饮其浸剂或原汁:浸剂约二勺,若系苦汁则以一勺兑水二勺。若胃中亦有灼热,非因全病之势,而系胃府独受辛烈咸浊之体液所困,或受胆汁侵蚀,因渴而干燥,饮食中当与兑水之乳,其量约以半科提勒乳兑一勺水;当令其徐徐咽下大部,少许则拌面包食之。 若患者受灼热、渴感、烦躁、狂乱及渴求冷水所袭,所予之水分当少于无谵妄之热病。盖对该类患者须惧其筋腱受损。故给水仅以救胃为度即可;少许便已足够,盖谵妄患者饮水本甚微。 若其转为虚脱——盖此症亦属常见——当元气消解,通身大汗淋漓,一切体液尽向外奔流,脉气张力与气息俱散,谵妄渐入昏沉,人有化为气液融解之虞时,唯有葡萄酒乃独一之藩篱:依其本性速予滋养,且通达四末无所不至;为气力复增张力,唤醒麻痹之气息,温煦虚冷,固涩滑脱,制约向外奔溢流注之物;其气甘香以悦神,其力强健以固护生命,且最善平息谵妄中之躁狂。入饮之后,葡萄酒实能一并成就此一切。盖彼等因心神柔和而狂躁得平,自内蓄力以充生机,更觉畅快而生趣复苏。 待至病程已久,发热转为稽留迟缓,谵妄亦转为神识痴钝;而季肋部未因胀满、气滞或坚硬受甚损伤,病因多偏在头部之时,医者当毅然予之沐浴,并大举浇灌头部。盖如此体质得润,头部得宣散,周身形骸得以通畅蒸化。燥烈之势因之渐挫,神明涤除迷雾而得清爽,心智转趋安宁坚固。此实乃疾病解散之征兆也。
- 1.2ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ... ἐπὶ δὲ τοῖσι φρενιτικοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν
由连词 ἐπεί(鉴于、既然)引导的原因从句,在罗列了呼吸需求、高热、体液败坏及插入句(καρδίη γὰρ...)等长篇夹注后,与后文的主句 ἐπὶ δὲ τοῖσι φρενιτικοῖσι καὶ μάλα χρὴ...(在谵妄患者身上尤须……)相呼应。全句骨架为“既然一切急性病中皆当医治胸部,则在谵妄患者身上尤须加以缓和”的递进对比结构。
- 1.2τῷ πάντη ἐς θώρηκα ξυρρέειν
带定冠词与格的动词不定式(τῷ ξυρρέειν)作原因与格(causal dative)或方式与格,用以解释前述“热势难支(οὐκ εὔφορον πῦρ)”的病理机理,即“由于一切皆奔流汇聚于胸中”。
- 1.2ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν... προσθεῖναι... ἐγεῖραι... ἀλεῆναι... στῦψαι... κρατῆσαι
以 ἄλκαρ μοῦνόν ἐστι οἶνος(唯有葡萄酒乃独一之藩篱)为主干,其后连接的一连串不定式(θρέψαι, προσθεῖναι, ἐγεῖραι, ἀλεῆναι, στῦψαι, κρατῆσαι 等)作说明性/同格不定式(epexegetical infinitives),详细列举并限定了葡萄酒在挽救虚脱时所发挥的诸般药理功效。
- 1.2ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται
介词短语 ἐξ ἑωυτέων(自其自身之中)与中动相动词 τρέφονται(得到滋养/自我滋养)相配,意指患者并非依赖外在物质的吸收,而是在葡萄酒激发下,由自身残存的内在元气生发转化出气力。
