← 阿莱泰乌斯

论急性疾病的治疗

§1.3#2

嗜睡病震颤的海狸香疗法与促醒诸法

本节论述嗜睡病患者震颤之疗法,包括海狸香之内服、灌肠与搐鼻,以辛烈药物刺激下肢促醒,经口引涎,剃头敷药,以及病势缓解后的沐浴与舒缓运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

ἢν δὲ τρόμος χειρῶν καὶ κεφαλῆς ἔῃ, καστόριον πιπίσκειν δραχμῆς ὁλκῆς ἥμισυ ξὺν μελικρήτου κυάθοις τρισὶ ἐς ἡμέρας πλεῦνας· ἢν δὲ μὴ πίνῃ τόδε, ἐντήκειν ξυμφόρῳ ἐλαίου, ἔνθα πήγανον ἐνεζέσθη κυάθοις τρισὶ, τὸ δὲ διπλόον ἐς τὸ κάτω ἔντερον ἐγχέειν, καὶ τόδε ἐς πλεῦνας ἡμέρας. μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον,1 (φύσας γὰρ ἄγει ἄνω τε καὶ κάτω· μετεξετέροισι δὲ καὶ οὖρα καὶ κόπριον)· ἢν δὴ ποθὲν εἰς τὸ πᾶν διαθέον ἥκῃ, ἄτρομα ἠδὲ κραταιὰ τὰ νεῦρα γίγνεται καὶ τὰς ἕξιας ἐς τὸ θερμὸν καὶ ξηρὸν ἀλλοιοῖ καὶ τὰς καταστάσιας τῶν νούσων τρέπει. ἄριστον δὲ καὶ ἐς τὰς Ῥῖνας ἐμφυσῆν· καὶ γὰρ καὶ τῇδε πνευμάτων καταρρηκτικὸν πταρμοῖσι· καὶ ὁκοῖόν τι κύστις ἀγωγὸν οὔρων καὶ Ῥὶν μύξης· πρήσσει δὲ θέρμῃ προσηνεῖ τάδε τῇδε καὶ τῶν ἄλλων τῶν πταρμικῶν κρέσσον, πεπέρεος, ἐλλεβόρου, στρουθίου, εὐφορβίου. τάδε γὰρ ἐς τὴν πρώτην ἠδὲ πυμάτην θίξιν ἀπηνέα καὶ ταρακτικὰ κεφαλῆς τε καὶ αἰσθήσιος, ἐκ προσαγωγῆς δὲ τὸ καστόριον ἀλεαίνει· κεφαλῇσι δὲ καὶ ἄλλως ξύμφορον, ὅτιπερ τὰ νεῦρα πάντη ἐνθένδε περιφύεται· νούσων δὲ νεύρων καστόριον ἰητήριον. ἀλλὰ ξυμμίσγειν τόδε τῶν γεγραμμένων τινὶ ἤ τισι, οὐκ ἄχαρι. ἢν γὰρ μιγῇ, μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρως ταράξαι, ἐς μακρὸν δὲ τὴν θέρμην ἐξάψαι.2 ὑγρῆναι τὴν Ῥῖνα προκλήσι· ὁσμαῖς δριμείασις μὲν ἐς αἴσθησιν, ἐς δύναμιν δὲ θερμαῖς· ὁκοῖον αὐτὸ τὸ καστόριον, ἢ θύμβρα, ἢ γλήχων, ἢ θύμος, χλωρὰ, ἢ ξηρὰ δευθέντα ὄξεϊ. δριμέων φαρμάκων χρίσιες κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔστω ἀλεαίνουσα καὶ δάκνουσα ἐκ προσαγωγῆς. ἀμφοῖν γὰρ χρέος ληθαργικοῖσι ἐς θάλψιν καὶ ἐγρήγορσιν. τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαστίζειν τὰ σκέλεα. προσίζουσα γὰρ ἡ ἄχνη οὐκ ἐς πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδαξησμὸν καὶ πόνον ἐνδιδοῖ. μετρίως δὲ ἐρεθίζει τε καὶ παροιδίσκει, καὶ θερμασίην προκαλέεται. ἢν δὲ ἐπὶ μᾶλλον ἐθελήσῃς τάδε τοι γίγνεσθαι, λημνήστιδος ἠδʼ εὐφορβίου ἷσα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄριστον καὶ σκίλλης ὠμῆς λεπτοῖσι ἐκτρίβειν· χρὴ δὲ ἀπομάξαντα τῶν μελέων τὸ ἐλαιῶδες· (ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ ἢν μὴ φαρμακῶδες), ἢ κυπρίνῳ, ἢ γλευκίνῳ, ἢ σικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοισιν ἔτι βαθὺ κῶμα ἴσχῃ, σίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα σινήπιος ἴσῃ μάζῃ ξυμμίξαντα, τιθέναι· δριμὺ δὲ τὸ ἐπίπλασμα καὶ ὠκέως ἐρυθήματα ἐντεῦξον, ὠκέως δὲ οἰδαλέα θέμενον· εἰ κίνδυνος δὲ φλυκταινώσιος καὶ τρωμάτων, ξυνεχέως ἐπαίρειν τὸ ἐπίπλασμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐς τὸ νωθὲς καὶ νεκρῶδες αὐτέου, καὶ ἐς πάντα καιρὸν, πλὴν τῇσι ἐσβολῇσι τῶν παροξυσμῶν. ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἔῃ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι· ἔπειτα δʼ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν· κἢν μὲν καταπίῃ τις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι· δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν· καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη. χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ,3 ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν· ἀτὰρ ἠδὲ ἐς φαρμάκων δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην, ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν· φυλάξαντα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν. οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος.

若手与头发生震颤,当令服海狸香半德拉克马,配蜜水三勺,连服数日。若其不肯服饮,当将其溶化于已煎入芸香之相宜油三勺中,取其加倍之量灌入下部肠道,亦连用数日。待由此所得之益处显现之后(盖其既能使肠风上下宣通,于某些病患亦能导引小便与粪便)——若此药果真自某处透走周身,筋脉即止颤而健旺,使机体禀性转为温燥,并扭转病势。将其吹入鼻中亦属最善;盖在鼻中亦借嚏鸣破冲气郁;正如膀胱为引尿之道,鼻亦为导涕之涂。海狸香以温和之热力在此处发挥功效,胜于其他搐鼻之药,如胡椒、嚏根草、肥皂草、大戟。盖此等药物初触与后劲俱甚猛烈,扰乱头脑与感官,而海狸香则循序温煦;且对头部在其他方面亦有益,盖筋脉皆自此四面滋生;而海狸香乃筋脉之疾之良剂。然将其与上述一种或数种混杂而用,亦非无益。盖若参杂入之,既不致骤然过分扰乱头脑,复能持久发越温热。 当以诱导之法润泽鼻窍:取感官上辛烈、力性上温热之气味,如海狸香本身,或香薄荷、唇萼薄荷、百里香,鲜品或以醋濡湿之干品皆可。 足与膝部当涂擦辛烈之药。其物料当取循序温煦而具刺激性者。盖嗜睡病人于温热与觉醒二者俱有亟需。故首先甚至当以荨麻抽打两腿。盖其附着之芒刺虽不久存,却能致无害之瘙痒与微痛。其既能适度刺激而使之微肿,复能诱发温热。若欲令此等效验更为显著,当取等量之水菖蒲与大戟,调新葡萄汁油涂之。以鲜海葱薄片用力擦磨亦为最善;然擦前须将四肢之油脂拭净(盖一切辛烈之物若杂以油脂,除药力极峻烈者外,皆不能刺肌),或用指甲花油、新葡萄汁油、西锡安油。若施此等法后仍陷深昏睡,当取野黄瓜配醋研碎,拌入等量芥末泥,敷于患处。此贴膏辛烈,能速起红疹,速致肿胀;若有起泡溃烂之虞,当不时揭起贴膏,严察勿令此等情况发生。此等疗法系针对其麻木与死寂之态,通用于一切时机,唯发作突至之时除外。 若其神智已知恢复,然头仍沉重,且有耳鸣或嗡嗡之声,亦当由口中导引痰涎。起初予乳香咀嚼,令其不断唾吐;继而复予野葡萄干、芫花子,尤以芥末为最,盖其习见常备,且比他药更能引痰;若有人甘愿咽下,亦足能消散胃中停滞,且能濡润肠腹并驱除风气;盖昔者某病患依我所度咽下之后,我亦曾巧遇此等验效;实践乃良师,医者亦当亲自尝试;盖缺少经验实易生犹疑退缩。 若贴肉剪发未奏大效,当剃尽头毛以利毛孔发散蒸透;且亦为便于涂敷辛烈药物:如以水菖蒲制成之药,或石华、刺果芹、或以水调润之芥末配双倍面包涂于细布之上,敷裹其头;留置一小时后,乘机以温热海绵熨敷。 若此疾之一切征候,或至少其大部分且紧要者已然消解,沐浴亦非无益。若仍存迟滞麻木,彼时亦需悬吊摇荡、抚摩推擦,以及一切温和舒缓之运动。

语法注3 条
  1. 1.3μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον

    名词化的中性单数形容词 τὸ ... ξύμφορον(“由此而得之益处”)受介词 μετά 支配作宾格,构成表示时间先后的状语短语(“在此益处显现之后”)。其后插入原因解释句(φύσας γὰρ...),随后在意义上衔接条件从句 ἢν δὴ ποθὲν... 及主句 ἄτρομα... τὰ νεῦρα γίγνεται。

  2. 1.3μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρως ταράξαι, ἐς μακρὸν δὲ τὴν θέρμην ἐξάψαι

    不定式短语(ταράξαι 与 ἐξάψαι),未附带 ὥστε,表结果或预期目的。此处使用否定词 μή,是因为不定式表述的是主句所预期或意欲达到的结果(“既不骤然过分扰乱头脑,复能持久发越温热”)。

  3. 1.3κουρὴν τὴν ἐν χρῷ

    指“贴肉剪发、剪极短发”的习惯用法。介词短语 ἐν χρῷ(字面意为“在皮肤上”)带有重复定冠词 τὴν,限定修饰名词 κουρή,指在完全剃光(ξυρεῖν)之前贴近头皮剪短的剪发方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.3#2