← 阿莱泰乌斯

论急性疾病的治疗

§1.2#3

谵狂所致脏器炎症的局部疗法与拔罐放血

论述谵狂伴随之季肋、腹部及肝脾发炎时的涂润、外敷与灌肠之法,以及病情不退时施行的刺络拔罐与剃头放血之规程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#3

τοῖσι δὲ ὑποχονδρίοισι καὶ τῇ κοιλίῃ ἐμβρέγματα, καὶ ἐπιπλάσματα, ἢν φλεγμονῇ καὶ σκληρίῃ ἐπαίρηται καὶ φύσῃ, ἔλαιον δρυπετοῦς ἐλαίης ἐμβάλλειν.1 παχὺ γὰρ καὶ γλίσχρον καὶ ἀλεαῖνον. τόδε ὦν χρέος ἐν φλεγμασίῃ. ἐνηψήσθω δὲ ἐν αὐτῇ ἄνηθον, κόνυζα· ἀγαθὸν δὲ ὁμοῦ τὰ πάντα· ἢν δὲ καὶ φύση ἐνῇ, κυμίνου καὶ σελίνου τῶν καρπῶν ἠδὲ ὁκόσα οὔρων καὶ φυσέων ἀγωγά· καὶ νίτρον ἐνσείσαντα ἐμπάσσειν. ἢν δὲ τὸ ἧπαρ τὴν πεῖσιν καὶ τὴν ὀδύνην ἴσχῃ, ἔρια μὲν ἔστω οἰσύπῳ πιναρὰ ἀπὸ τῆς ὄϊος· ἔλαιον δὲ τὸ ἀπὸ τῆς ὄμφακος, ἢ Ῥόδινον· μίσγειν δὲ χρὴ σίραιον Ἑλληνικὸν, ἢ Κρῆτα, καὶ ἐνεψεῖν μελίλωτον, μίξαντά τε ἐς ἕνα χυλὸν τὰ πάντα καταιονεῖν τὸ ἧπαρ· σπληνὶ δὲ τὸ ἔλαιον σὺν ὄξεϊ ἔστω, ἢ εἰ μέζων ἢ πρὶν δοκέοι, ὀξύκρητον, καὶ ἀντὶ ἐρίων σπογγιὴ ἁπαλή. μάλα γὰρ τοῖσδε ὁ σπλὴν χαίρει τε καὶ πρηΰνεται. ἢν δὲ τὰ ὑποχόνδρια εἴσω ᾖ, ἠδὲ ἄνω εἰρύηται, καὶ τὸ δέρμα περιτείνηται, ἄριστον μὲν ἀντὶ τοῦ λίπαος, ἢ ξὺν αὐτέῳ, παχὺ πικέριον ἶσον.2 κόνυζα δὲ ἔστω καὶ λιβανωτὶς τὰ ἐνεψήματα· καὶ ἄνηθον οὐκ ἀτερπές. ἢν δὲ ἐπιπλάσσειν εὐκαιρίη ἔῃ, τοῖσι μὲν ἐλαίοισι τοῖσι αὐτέοισι χρέεσθαι ἐπὶ τοῖσι ὁμοίοισι· ὕλη δὲ λίνου σπέρμα, καὶ τῆλις, καὶ ἄλητον κριθῆς λεπτόν· ἀγαθὸν δὲ καὶ κύαμος, καὶ ὄροβος, ἢν ἐξοιδαίνῃ ἡ γαστήρ. κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν· ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν. ἄνθη δὲ καὶ βοτάναι καὶ σπέρματα, ἅσσα μοι ἐν τοῖσι ἐμβρέγμασι λέλεκται, καὶ ἐν τοῖσι ἐπιπλάσμασι ἔστω τὰ ωὐτά· μέλι δὲ καὶ σὺν αὐτέοισι μὲν ἀγαθὸν ἐς σύστασιν τῶν ξηρῶν, καὶ ἐς μῖξιν τῶν αὐχμηρῶν, καὶ ὡς ἡ θέρμη ἐς πολλὸν διαρκέῃ· ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον, καὶ ἐπίπλασμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθὲν, μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας·3 τάδε γὰρ καὶ μελίκρητον ποιέει ποθὲν, καὶ τουτέων πλέονα καὶ κρέσσονα, εἴσω παρελθὸν ἀρτηρίῃ, καὶ πνεύμονι, καὶ θώρηκι, καὶ κοιλίῃ. ξυνεχέως δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοισι, ἢ διαχρίστοισι, (ἐπιξηραίνονται γὰρ πολλὰ), ἔς τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆς κεφαλῆς, ἀτὰρ ἠδὲ ἐς διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν, καὶ ἔκκρισιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν ἡμερῶν ἡ γαστὴρ ἐπίσχηται, κλύζειν χρὴ μελικρήτῳ, καὶ ἐλαίῳ, καὶ νίτρῳ. ἢν δὲ μὴ ἀξίως ὑποκαταστῶσι αἱ τῆς φλεγμονῆς πρηδόνες, σικύην θέντα, ἐντάμνειν,4 ἔνθα ἂν ἡ φλεγμονὴ κραίνῃ καὶ μέζων ἔῃ· μίην δὲ ἢ δευτέρην, ὅκως ἂν τά τε φλεγμαίνοντα σημαίνῃ καὶ ἡ δύναμις κελεύῃ, ἀτὰρ καὶ τὸ πλῆθος τοῦ αἵματος τοισίδε τεκμαρτέον· ἀμετρίη γὰρ συγκοπῆς αἰτίη. ἐς μὲν ὦν ἡμέρην μίην ἢ δευτέρην τέγξις ἡ ωὐτὴ, ἐς δὲ τὴν τρίτην κηρωτὴ σύν τινι λίπαϊ τῶν ἐμβρεγμάτων. ἔπειτα ἐπιθήματα, ἐν φλεγμασίῃ μὲν ἢν ἐπεῶσι, ὕσσωπος, τῆλις ἑφθὴ ἐν μελικρήτῳ, τερμίνθου τοῦ φυτοῦ Ῥητίνη, κηρός· τὰ δὲ ἔλαια ἐπὶ τοῖσι αὐτέοισι τὰ ωὐτά. ἢν δὲ μὴ τουτέοισι ἐπανίῃ μηδὲν ἡ παραφορὴ, κουρῆς τῆς κεφαλῆς χρέος, ἢν μὲν μήκισται εἶεν αἱ κόμαι, τὰ πρώτιστα ἐς ἥμισυ· εἰ δὲ βραχύτεραι, ἐν χρῷ·5 ἔπειτα μεσηγὺ ἀναλαβόντα τὴν δύναμιν, σικύην κατὰ τῆς κορυφῆς προσβάλλειν ἠδὲ ἀφαιρέειν αἷμα· κούφη δὲ προτέρη ἐς τὰ μετάφρενα κεκολλήσθω.

至于季肋部与腹部,宜施以涂润剂与敷贴;若因炎症、坚硬与胀气而隆起,当注入熟透之橄榄油。盖其浓稠、油润且具温热之性。故在发炎之时须用此物。当在其中煎入莳萝、蚤草;诸物合用甚佳。若兼有胀气,当加入小茴香与芹菜之籽,以及一切能导尿、行气之品;并筛入天然碱撒布其上。若肝脏受病作痛,羊毛当用带有羊脂之未经洗涤生羊毛;油则用未熟青橄榄油或蔷薇油。须调入希腊或克里特浓缩葡萄汁,煎入草木樨,将诸物调和为一剂汤液,浇淋于肝区。对于脾脏,油当与醋相合,若视之较先前更为肿大,则用醋水,且以柔软之海绵代替羊毛。盖脾脏极喜此等治法且能因之缓和。若季肋内陷而向上牵引,皮肤绷紧,则最宜代替此油或与之相伴,等量加入浓稠之黄油。煎入之物宜为蚤草与乳香草;莳萝亦非不可取。 若适逢施用敷贴之时机,当就类似病情使用上述诸油。其基料为亚麻籽、胡芦巴与极细之大麦粉;若腹部鼓胀,蚕豆与苦野豌豆亦佳。焙炒之黍米装于小袋中,乃轻便柔软之热熨物;研磨后合以蜂蜜、油与亚麻籽,则是季肋部之良敷料。我在涂润剂中所述及之花卉、草药与种子,在敷贴中亦当同样备置。蜂蜜若与之共用,利于凝结干燥之物、调和枯燥之料,并使温热长久维持;蜂蜜单用亦佳,不论作为半煎之敷贴,抑或溶于某类汁液作为涂润剂,皆能软坚、温通、行气、利尿、平复肿痛。盖蜜水饮入腹中亦能起此等作用,且因深入气管、肺脏、胸腔与腹腔,其效尤多尤著。当常用栓剂或外涂通便药刺激肠道(因其多极度干燥),此举既为引邪下行以分流头脑之气,亦为发散胸中之蒸气,并排出肠中滞物。若腹中秘结已历多日,须以蜜水、油与天然碱灌肠。 若炎症之红肿未获如期消退,当拔火罐而行刺络,取炎症炽盛且肿胀较甚之处;或施一次,或施二次,悉凭发炎处之征候与体质所许,且放血之多寡亦须以此为度;盖失血过度乃虚脱之由。初一日或二日用同前之湿布,至第三日则施以调有上述涂润油类之蜡膏。继而使用贴剂:若仍滞于炎症中,当用牛至、蜜水煮熟之胡芦巴、笃耨香树脂与蜂蜡;油类则因病制宜如前。若经此诸法谵妄仍丝毫不退,则须剃除头发:发若极长,初起剪去一半;若较短,则贴皮剪尽。继而于间歇中恢复元气,在头顶安设火罐而放血;然此前须先在肩胛之间拔一轻罐。

语法注5 条
  1. 1.2ἐμβάλλειν

    不定式 ἐμβάλλειν 用作表指令的祈使不定式("当注入")。句首之 τοῖσι δὲ ὑποχονδρίοισι καὶ τῇ κοιλίῃ 为关系/关切与格("对于季肋与腹部"),ἐμβρέγματα, καὶ ἐπιπλάσματα 则为提前揭示治疗方式的悬置成分或同格名辞。

  2. 1.2παχὺ πικέριον ἶσον

    πικέριον 为源于弗里吉亚语之词,指黄油(等同于 βούτυρον)。在 ἄριστον ... πικέριον ἶσον 结构中,ἶσον 作谓语性修饰或副词性用法,意为“(与油)等量的”。

  3. 1.2μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας

    不定式系列(μαλθάξαι, ἀλεῆναι, πρηῦναι)为附属于 ἀγαθόν 的解释性/目的不定式("利于软化、温热、平复肿痛")。夹于其间的 φυσέων καὶ οὔρων ἀγωγόν 为中性形容词短语,作为描写主语蜂蜜(μέλι)功效之谓语补足成分,与不定式交错并列。

  4. 1.2σικύην θέντα, ἐντάμνειν

    ἐντάμνειν("行刺络/切开")为祈使不定式。分词 θέντα 为阳性单数宾格,与不定式未明示的泛指主语(医者)相一致("在安设火罐之后施以切割"),此乃刺络拔罐(湿火罐)之标准程序。

  5. 1.2ἐν χρῷ

    惯用短语,字面意为“近皮”,引申为“贴紧头皮剪尽/剃除”。与前文的 ἐς ἥμισυ(“剪去一半”)形成对比,指若头发较短则需紧贴头皮剪光。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.2#3