← 阿莱泰乌斯

论急性疾病的治疗

§1.2#2

谵狂的饮食疗法、头部湿敷与诱导安眠

本节详细论述针对谵狂患者的流质、大麦粥、鱼肉与果实等饮食疗法,以及使用清凉油剂与药草湿润头部的疗法,并阐述借助罂粟、抚摩以及符合患者习性的声色环境来诱导安眠的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

τροφὴ ὑγρὴ πᾶσι μὲν τοῖσι πυρεταίνουσι, οὐκ ἥκιστα δὲ φρενιτικοῖσι· ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων.1 τὸ δὲ μελίκρητον, ἢν μὴ χολώδεες ἔωσι· ἄπεπτον γὰρ τοῖσι πικροχόλοισι. χόνδροι πλυτοὶ ξὺν ὕδατι, ἢ μελικρήτῳ. ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε Ῥοφήματα διδόναι ἁπλᾶ, ὁποῖα θύμβρης, ἢ σελίνου, ἢ ἀνήθου ἐνηψημένων· εὔπνοα γὰρ τάδε καὶ διουρητικά. σύμφορον δὲ φρενιτικοῖσι οὔρησις· λαχάνων πάντων μὲν, μάλιστα δὲ μαλάχης. ἀγαθὸν γὰρ τὸ γλίσχρασμα καὶ ἐς λειότητα γλώσσης καὶ ἀρτηρίης, καὶ ἐς τὴν τῶν κοπρίων διέξοδον· ἄριστον δὲ καὶ τεῦτλον, καὶ βλίτον, καὶ κορωνόπους, καὶ κολοκύνται καθʼ ὥρην, καὶ ὅ τι ἂν ἐφʼ ἑκάστης ὥρης ἄριστον ᾖ. πτισάνης δὲ χυλὸς ὑγρότατος μὲν ἐν πρώτοισι, ὡς ἀτροφώτερος ἔοι· ἐπὶ δὲ μᾶλλον παχύτερος, ὁκόσον ἂν ἡ νοῦσος προήκοι χρόνον. ὑποστέλλεσθαι δὲ ἐν τῇσι κρίσεσι, καὶ μικρόν τι πρὸ τῶν κρισίων. ἢν δὲ ἐς μῆκος ἡ νοῦσος ἴῃ, μὴ ἀφαιρέειν τῶν προσθεσίων, ἀλλὰ σιτώδεα διδόναι, ὡς ἐξαρκέσῃ ὁ νοσέων· εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέος, τὰ πολλὰ τοῖσι χυλοῖσι ἐντηκομένων·2 κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήσι λύεσθαι· ἰχθύων οἱ πετραῖοι τῶν ἄλλων κρέσσονές εἰσι. ἐπίπαν δὲ τοὺς ἐν τῇ χώρᾳ ἀρίστους αἱρετέον· ἄλλη γὰρ ἄλλας φέρειν ἰχθύων ἰδέας πεπίστευται χώρη. ὀπώρας οἰνώδεος ὑποστέλλεσθαι, κεφαλῆς γὰρ καὶ φρενῶν ἅψιν ποιέει· ἢν δὲ ἀνάγκη ἔῃ, τῆς δυνάμιος, ἢ τοῦ στομάχου βιαζομένων,3 ἑφθὰ ἐν μελικρήτῳ, ἢ ὀπτὰ ἐν στέατι, ὁκοῖον μῆλα, δοτέον. τῶν ἄλλων θερμῷ ὕδατι ἕκαστον ἐκλύειν, ἢν ἐς μούνην τὴν τοῦ στομάχου παραμυθίην διδῷς· ἢν δὲ καὶ ἐς δύναμιν δέῃ, μὴ κάρτα τὸ οἰνῶδες ἐκλύειν. τροφὴ μὲν ὦν, ὡς ἔπος εἰπεῖν, τοιήδε. τέγγειν δὲ τὴν κεφαλὴν ἐς ἔμψυξιν, λίπαϊ ἐλαίης ὄμφακος τετριμμένης. ἀλεαίνεσθαι γὰρ ἡ κεφαλὴ οὐ φιλέει φρενιτικοῖσι·4 ἢν δὲ καὶ ἀγρυπνίη καὶ φαντασίη ἔωσι, Ῥοδίνου μίσγειν ἶσον ἴσῳ τὰ πρῶτα· ἔτι δὲ μᾶλλον τὸ Ῥόδινον ἔστω πλέον ἐς στῦψιν καὶ ἔμψυξιν τῆς κεφαλῆς. ἢν δὲ καὶ τὴν γνώμην παρακινέωνται, καὶ τὴν φθέγξιν ἐξαλλάσσωνται, ἑρπύλου κόμης ἐνεψητέον ἐν τοῖσι ἐλαίοισι, ἢ κισσοῦ χυλὸν, ἢ πολυγόνου παραχυτέον· ἢν δʼ ἐπὶ μᾶλλον ἡ παραφορὴ ἐξάπτηται, καὶ πευκέδανον καὶ σπονδύλιον τοῖσι ἐλαίοισι ἐνεψεῖν, καὶ ὄξους παραχεῖν. ἀτμῶν γὰρ τάδε καὶ θέρμης διαπνευστικὰ, καὶ παχέων χυμῶν διαλυτικὰ, ἃ τῆς παραφορῆς ξυναίτια. πεφυλάχθαι δὲ χρὴ τάδε, ὡς μὴ ἐς τὸν αὐχένα καὶ τοὺς τένοντας ἡ τέγξις ἥκῃ. πολεμίη γὰρ τένουσι καὶ νευροῖσι. καιρὸς δὲ πᾶς τέγξιος, πλὴν τῆς ἐσβολῆς τοῦ παροξυσμοῦ· ἀραιοτέρη δὲ ἐν τῇ ἀναβάσι· πάντων δὲ μάλιστα ἐν ἀκμῇ· ᾗ δʼ ἂν ἐκμαίνωνται, τῇδε μάλιστα τέγγειν ψυχρῷ, καὶ ψυχομένῳ ἐπὶ μᾶλλον θέρεος ὥρῃ· χειμῶνος δὲ χλιαρῷ. εἰς δὲ τὸ πρηΰνειν τὴν παραφορὴν, ὀξυκρήτῳ, ἢ κονύζης ἑψήματι, καὶ σπογγιῇ τὰ πρόσωπα πυριῆν· ἔπειτα χρίειν οἰνανθίνῳ, ἢ κροκίνῳ λίπαϊ, καὶ τὰς Ῥῖνας καὶ τὰ ὦτα τοισίδε διαχρίειν. τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήσσωσι, μηδὲ διʼ ἡμέρης εὕδωσι, ἀτενέες δὲ τὸ ξύμπαν ὀφθαλμοὶ, ὁκοῖόν τι κέρας ἑστήκωσι, βληστρίζωνται δὲ καὶ ἐξανιστῶνται, ὕπνον αὐτέοισι καὶ ἠρεμίην μηχανέεσθαι, πρώτιστα μὲν διὰ τῶν τῆς κεφαλῆς τεγξίων, Ῥοδίνου ἀκρήτου, ἢ ἀμαρακίνου ξὺν χυλῷ κισσοῦ, ἢ ἑρπύλου, ἢ καὶ μελιλώτου ἐναφεψήματι. ἐπὶ μᾶλλον δὲ ὑπνωτικὸν μήκων ἀφεψηθεῖσα ἐν λίπαϊ, ἔς τε τὸ τῆς κεφαλῆς βρέγμα, ἢ ὕδατι ἐς τὸ πρόσωπον ξὺν σπογγιῇ· ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰς ὅλας, εἰ εἶεν νεοδρεπεῖς, χλωρὰς τοῖσι ὑποκεφαλαίοισι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, καὶ ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς Ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν· ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων. καὶ γὰρ καὶ τὰ θηρία ἐς ἀνάπαυλαν ὀργῆς τε καὶ θυμοῦ κνήσι ὤτων τε καὶ κροτάφων δαμνῶνται. ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα· ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις, καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφʼ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. ἄλλοισι δʼ ἄλλα ὕπνου θελκτήρια.

流质饮食对所有发热者皆属必要,对谵狂者尤甚;因彼等较之单纯发热者更为干燥。若非胆汁质者,当投以蜜水;盖苦胆汁质者不易运化蜜水。投以水或蜜水淘洗之粗麦。亦宜投以由此制成之清羹,如煎入椒草、芹菜或莳萝者;因诸物能利呼吸且导小便。利尿对谵狂者颇有裨益。蔬菜皆宜,以锦葵为最。盖其粘液既能润泽舌与气管,又利排泄粪便。甜菜、苋菜、车前草,以及合时之葫芦,并凡各季中最上之物,皆属极佳。大麦粥汁初起宜极稀薄,使其少具养分;随着病情延展,当渐次增稠。在危象之际及危象将至之前,当减去饮食。若病程拖长,不可削减补益,反当投以谷类食物,俾病人得以维持体力;届时亦须四肢之肉与禽肉,大多熬化于粥汁之中;盖此等肉食极须在煎煮中溶化。鱼类中以礁石岩鱼为优。大体而言,当选取本地最美之鱼;盖世人深信各方水土出产不同鱼类。含酒性之果实当戒除,盖其激惹头部与膈膜。然若势在必行,病人体力或胃气极度窘迫,则当以蜜水烹煮或以油脂焙烤后投用,如苹果之类。至于其余果实,若仅为抚慰胃气而投,当各以温水冲洗去其烈性;若兼为扶助体力,则不可过分洗去其酒气。饮食大端,即如上述。 头部当施以冷却之湿润,用压榨之未熟青橄榄油。盖谵狂者头部不耐温热。若兼有失眠与幻觉,初起当等量调入蔷薇油;继而使蔷薇油分量加多,以收敛并冷却头部。若心智微乱、声音变调,当以百里香嫩叶煎入诸油中,或调入常春藤汁、萹蓄汁。若谵妄更炽,当兼以前胡、独活煎入诸油,并加注醋。盖诸物能发散蒸气与热力,消融浓稠体液,而此等皆为助长谵妄之共因。然当严加防范,勿使油润波及颈项与大筋。盖其与筋脉相敌。除发作骤起之时外,皆为施润之良机;在发热上升期宜稍疏,在极期则最当施行。若在何种情形下狂乱最甚,即当以冷液施润,夏日更当用冷却之液;冬日则用微温之液。为缓和谵妄,宜以醋水或蚤草煎汤,用海绵熏蒸面部;继而涂以野葡萄花油或藏红花油,并以此涂擦鼻孔与耳窍。 此类疗法亦能引人入睡。若通宵达旦清醒不寐,日间亦不能成眠,两目凝滞直视如角,辗转反侧且惊跳而起,则当为其筹策安眠与宁静:首当施以头部湿润之法,用纯蔷薇油,或牛至油合以常春藤汁、百里香,抑或草木樨煎汤。尤能安眠者乃以油煎之罂粟,涂于头顶脑门,或用水调以海绵敷于面部;若有新采鲜嫩者,亦当全株衬于枕下。盖其能增稠润泽干燥细微之气,并为诸感官蒙上一层阴翳;而阴翳沉滞迟钝,乃睡眠之兆。若需更猛烈之物,当以罂粟汁合水涂敷额头,并涂抹鼻孔、灌入耳中。以油轻柔抚摸双足、摩挲头部,尤以搔抓鬓角与双耳,甚为奏效。盖狂兽亦因搔摩双耳与鬓角而怒气尽消、狂暴得伏。各人熟习之事亦为引眠之法:舟子则卧于扁舟、泛于海波、闻沙滩之响、波涛之声、风之呼啸,以及海与舟船之气息;乐人则居静处而习管乐、拨抚里拉或佩克提斯琴,或听童子伴歌习乐;塾师则与稚童言谈。异人异趣,各有安睡之诱因。

语法注4 条
  1. 1.2ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων

    属格短语 πυρετῶν μούνων 接在比较级 ἐπιξηρότεροι 之后作比较属格;此处系简略表达(brachylogy),意指“比单纯罹患发热者”(相当于 τῶν πυρεσσόντων μούνων)更为干燥,而非与发热本身相比。

  2. 1.2τὰ πολλὰ τοῖσι χυλοῖσι ἐντηκομένων

    属格分词短语,修饰并依附于前文的属格名词 κρεῶν ... καὶ πετεινῶν。中性复数分词 ἐντηκομένων 与中性名词 κρέα 一致,表伴随情态:“大部熬化于粥汁之中”。

  3. 1.2τῆς δυνάμιος, ἢ τοῦ στομάχου βιαζομένων

    属格独立结构。分词 βιαζομένων 取中被动态含义,意为“当体力或胃气受到窘迫/逼迫之时”。

  4. 1.2ἀλεαίνεσθαι γὰρ ἡ κεφαλὴ οὐ φιλέει φρενιτικοῖσι

    动词 φιλέω 搭配不定词 ἀλεαίνεσθαι,为表示“惯于……”或“宜于……”的习用句式。结合否定词 οὐ,指“在谵狂者身上,头部不耐/不宜受热”。与格 φρενιτικοῖσι 作关涉与格(dative of reference)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.2#2