← 阿莱泰乌斯

论急性疾病的治疗

§1.2#1

谵狂症的环境调控饮食及放血疗法

作者详述了谵狂症的治疗方案,包括病室环境调控(室温、静肃、墙面与卧具要求、明暗选取)、饮食原则,以及综合考量病期、发病部位与患者体力的放血疗法实施规范。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

Κεφ. α′. Θεραπεία Φρενιτικῶν. Κατακεκλίσθαι χρὴ τὸν νοσέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνος μὲν ἐν ἀλέῃ, θέρεος δὲ ἐν ψύχεϊ νοτερῷ· ἔαρος δὲ καὶ φθινοπώρου πρὸς τὰς ὥρας τεκμαίρεσθαι. ἔπειτα ἡσυχίην ἄγειν κελεύειν καὶ αὐτὸν νοσέοντα καὶ τοὺς ἐπὶ τῆς οἰκίης ἅπαντας· ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτικοί· ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοι λεῖοι, ὁμαλοὶ, μηδʼ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι· ἐρεθιστικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουσί τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίσχοντα ἀμφαφόωσι ὡς ὑπερίσχοντα· καὶ πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς.1 κλίνης μῆκος καὶ πλάτος σύμμετρον, ὡς μήτε βληστρίζεσθαι ἐν τῇ πλατείῃ, μήτε ἀπὸ τῆς στενῆς ἐκπίπτειν κοίτης. ἐν ψιλοῖσι τοῖσι στρώμασι, ὡς μὴ κροκυδίζειν ὑπόμνησις ἔοι. ἀτὰρ ἠδὲ ἐν μαλθακοῖσι, ἀστεργὴς γὰρ τοῖσι νεύροισι ἡ σκληρὴ κοίτη. οὐχ ἥκιστα δὲ τῶν ἄλλων τοῖσι φρενιτικοῖσι τὰ νεῦρα πονέει, μάλα γάρ τοι σπῶνται φρενιτικοί. εἴσοδοι τῶν φιλτάτων· μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖς· πάντα γὰρ εὐθυμέεσθαι χρὴ, μάλιστα τοῖσι ἐς ὀργὴν ἡ παραφορή· κατάκλισις ἢ ἐν ζόφῳ, ἢ ἐν φωτὶ πρὸς τὸ νόσημα τεκμαρτέη. ἢν γὰρ πρὸς τὴν αὐγὴν ἀγριαίνωσι, καὶ ὁρέωσι τὰ μὴ ὄντα, καὶ τὰ μὴ ὑπεόντα φαντάζωνται, ἢ ἀνθʼ ἑτέρων ἕτερα γιγνώσκωσι, ἢ ξένα ἰνδάλματα προβάλλωνται, καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεσθαι χρή· ἢν δὲ μὴ, τοὐναντίον. ἀγαθὸν δὲ πρὸς αὐγὴν σωφρονέειν τε καὶ πρηΰνεσθαι τὴν παραφορήν. ἀσιτίη μὴ μακρή· σιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ συνεχῆ. μειλίγματα γὰρ θυμοῦ σιτία· εὐκαιρίη δὲ ἐν τῇσι ἐπανέσεσι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆς. ἢν δὲ ὑπʼ ἀσιτίης ἐκμαίνωνται, καὶ ἢν μὴ παρήκῃ ὁ πυρετὸς, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῷ βλάπτοντα. ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν, καὶ τὴν παραφορὴν, ἔς τε τοὺς παροξυσμοὺς καὶ τὰς ἐπανέσιας. ἢν ὦν ἥκῃ ὁ καιρὸς ἐς θρέψιν, πρώτιστα σκεπτέον εἰ χρὴ ἀφαιρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, μάλιστα τὴν μέσην· ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν· εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν,2 πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃς. φρενῖτις γὰρ εὔτρεπτον ἐς συγκοπὴν κακόν· ἢν δὲ πολυπληθὴς ὁ νοσέων ἔῃ, καὶ νεηνίης, καὶ ἐξ ἀδηφαγίης καὶ οἰνοφλυγίης, — οἵδε οὐ τῆς φρενίτιδος ἔασι οἱ λογισμοὶ, — ἀλλὰ καὶ ἄνευ παραφορῆς πολλὸν τουτέων ἀφαιρέειν αἷμα· πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἔωσι οἱ φρενιτικοί· τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆς ἡ νοῦσος ᾖ. ἐνθάδε γὰρ τῆς ζωῆς ἐστι ἡ ἀρχή· κεφαλὴ δὲ χῶρος μὲν αἰσθήσιος καὶ νεύρων ἀφέσιος· αἷμα δὲ παρὰ καρδίης ἕλκει μᾶλλον ἢ ἄλλοισι διδοῖ. ἢν ὦν πεπόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπʼ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα κενεαγγέειν ἐφʼ οἷσι ἡ βλάβη οὐ σμικρή.3 κἢν μὲν ἡ δύναμις ἀντέχῃ εἰς τὸ ἱκανὸν τῆς κενώσιος, ἅπαξ ἀφαιρέειν, ὅκως μὴ ἐν τῇ διαστάσι τῆς ἐπαφαιρέσιος διολλύηται τῆς τροφῆς ἡ ἐγκαιρίη. ξυνεχέες γὰρ τοῖσι φρενιτικοῖσι οἱ πυρετοὶ, καὶ οὐδὲ ἐπανέσιας μακρὰς, ἀλλὰ βραχείας καὶ ἀσήμους κουφισμοὺς ποιεύμενοι. ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ· εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις.

第一章谵狂患者的疗法。 病人当安置于大小适中、温凉调和之室内:冬日宜处温暖,夏日宜处湿润之清凉;至于春秋,则当视天时而定。其次,当令病人自身及家中所有人皆保持肃静;因谵狂者听觉敏锐,极易受噪音触动,并因而狂乱发作。墙壁应当光滑平整,无凸出之物,亦不可饰以雕饰或壁画;盖壁画极易引发烦躁。盖彼等眼前常现诸般虚妄幻象而伸手抓取,并抚摸平坦无突之物如见其凸起;任何无端的由头皆成其妄动双手的诱因。卧榻之长宽当适中,以免在过宽者上辗转反侧,亦免从过窄之榻上跌落。当用素净之褥席,以免引起拈衣摸空之念。然亦当柔软,因坚硬之卧榻对筋脉不堪忍受。较之其他患者,谵狂者之筋脉所受之苦尤甚,盖谵狂者极易发生痉挛。至亲之人探视,言谈话语不可伤心激忿;盖凡事皆当令其宽心,对于谵狂转为暴怒者尤当如此。至若卧于暗室抑或明处,当随病情而定。若彼等见光即狂暴,见所未有之物,妄想虚无之事,或以彼为此,或眼前浮现怪异幻象,总归畏惧日光或光中之物,则当选用暗室;反之,则用明处。若在光下能保清醒且谵妄渐趋平缓,则甚善。绝食不可过久;饮食宜偏流质,量少而频服。盖食物能抚慰怒气;进食之良机在于发热与谵妄二者皆得缓解之时。若因饥饿而发狂,即便发热未退,亦当投以对热病无大碍之品。发热与谵妄无论在发作抑或缓解时皆相呼应,方为吉兆。 故此,进食之时既至,首当审视是否须当放血。若谵妄伴发热自始即于第一日或第二日骤发,当刺手肘处静脉,尤宜刺中静脉;纵使谵妄延至第三日或第四日始至,至危象之第一周期之前仍当行刺血。但若已逾适宜之时,病已至第六日或第七日,则当听其自然;因在急性疾病中,排空、用药或施以其他刺激之法,皆当在危象之前尽早施行。然而,纵行割脉,亦不可多量抽取,即使于初起时施刺亦然。盖谵狂极易转为虚脱之症。若病人为多血质、年轻、且起因于暴饮暴食与酗酒——此非谵狂之专属情状——纵无谵妄,从此类人体内亦当大量抽取血液;然若此辈罹患谵狂,则放血当大为减少。不过,若病起自季肋部而非源于头部,则刺其静脉当更为果决。盖生命之源本在彼处;而头部乃感觉之所、筋脉之发源,其从心脏吸取血液而非输与他处。故若头部受累,切不可刺肘部静脉。盖于此类病症中虚竭脉管,其为害甚大。若体力尚足以承受充分之排血,则当一次取足,以免在再次放血之间歇中坐失进食之良机。盖谵狂者之发热乃稽留不绝,绝无持久之缓解,仅现短促而微弱之减轻。若病人在达适度之前即已不支,则当推延至第二次缓解之时,除非其相隔过久;若相隔太久,则当以香气、摩面、按足使其苏醒后,立即取血。而充足与否之准则,乃在病人之体力。

语法注3 条
  1. 1.2πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς

    省略系动词 ἐστίν 的名词句。形容词 ἀναιτίη(无端的、缺乏客观原因的)作为定语修饰主语 πᾶσα πρόφασις,全句意为“任何无端的由头皆成其妄动双手的诱因”。虽然亦可将 ἀναιτίη 视作表语(即“任何由头皆属无端且构成诱因”),但结合下文针对谵狂特有的“拈衣摸空”(carphologia)这一病理动作的描述,将其作为限制性定语修饰主语更为合理。

  2. 1.2εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν

    不定式 ἐῆν(爱奥尼亚方言形式,相当于雅典方言的 ἐᾶν)在此用作祈使式(imperatival infinitive),亦可理解为承前省略了非人称动词 χρή。与格分词短语 ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ 与语境中省略的病人与格(τῷ νοσέοντι)相一致,表示时间及关联(“当[对病人而言]已届第六日或第七日之时”),整句表达在危象前夕严禁仓促放血的治疗告诫。

  3. 1.2τάδε γὰρ πάθεα κενεαγγέειν ἐφʼ οἷσι ἡ βλάβη οὐ σμικρή

    本句核心结构为以不定式 κενεαγγέειν(清空脉管/排血)作实质性主语的陈述:“在此类疾患中清空脉管,乃是害处非小(ἐφʼ οἷσι...)之事”。τάδε πάθεα 为无介词的关系/范畴宾格(“关于/在此类疾患中”)。关系代词 οἷσι 的先行词为隐括的中性代词(如 τοιαῦτά ἐστιν),引导限定性的说明从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.2#1