- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:1.11#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
详述胸膜炎患者的饮食调理细则(蛋类、肉类及水果的选择与调制),继而说明外用温熨与敷剂疗法,最后阐述第七日后施行拔罐刺络放血的时机、要领及创口处理法。
εὔπνοόν τε γὰρ καὶ φαρμακῶδες ὑπὸ τῶνδε γίγνεται, καὶ τὰ πράσα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνησιφόρα καὶ ἥδιστα. ἤδη δὲ καὶ ὠῶν καιρὸς εὐχύλων· ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἔῃ, θείου τοῦ ἀπύρου ἐμπασσέσθω καὶ νίτρου. ἄριστον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων.1 ἀπὸ γὰρ τῆς μητρὸς ἡ θέρμη, ὑγροτέρη μὲν πυρὸς, οἰκειοτέρη δὲ τῷ νοσέοντι, ὅκως ἐκ ζῴου ζῴῳ. ἢν δὲ φλέγμα κολλῶδες ἔῃ καὶ γλίσχρον, ἐς τὰ ὠὰ ἔλαιον ἐγχέειν καὶ Ῥητίνης τῆς ξηρῆς τῆς ἀπὸ πίτυος ἐμπάσσειν, ὅκως τὸ θεῖον κρέσσον ἔῃ, καὶ τῆς ἀπὸ τερμίνθου δὲ τήξαντα· καὶ πέπερι ὀνηϊστὸν καὶ ἐν ὠοῖς καὶ ἐν πτισάνῃ καὶ ἅπασι τοῖσι ἐδέσμασι καὶ ὁκόσα πεπέρεϊ ξυνῳδά· κρεῶν ἀκρόποδες ἐν χυλοῖσι τακεροὶ, πέλειαι, ἀλεκτορίδες ἑφθαί· συῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν σὺν τῷ ἐπιπλόῳ· ἄνευ δὲ τουτέου ἄκνισοι. ἢν δὲ ἄκερχνος ἔῃ, δοτέον καὶ θαλασσίων, ἢ πετραίων ὅ τι ἂν ἄριστον ἡ χώρη φέρῃ. ὡς δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ, μηδὲ σμήχηται ἐν τῇ λεπτῇ διαίτῃ ὁ νοσέων, χαρίζεσθαι ὀπώρης, μήλων ἑφθῶν ἐν ὕδατι ἢ μελικρήτῳ, ἢ στέατι ὀπτῶν — ἀφαιρέειν δὲ χρὴ τοῦ λέπους καὶ τῶν ἐντὸς τρηχέων ξὺν τοῖσι σπέρμασι· — ἐφʼ ὥρης δὲ καὶ σύκων. ἀτὰρ καὶ τῆς ἄλλης δοτέον, ὁκόσον ἂν ᾖ ἀβλαβὴς ἡ ὀπώρη, ἀλλὰ καὶ ὀνηϊστός. ἀμφὶ μὲν ὦν τροφῆς τάδε. ἐπὶ δὲ τῷ πλευρῷ κέεσθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται, ἢ πήγανον. ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιονεῖν, ἠδὲ ἐπιπλάττειν πρὸ τῆς προσάρσιος· πρὸς τοῖσι ξυνήθεσι πλάσμασι, μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης, καὶ μάννης ἄλητον ἐμπάσσειν· ἢν δὲ ὑγροτέρη ᾖ ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἢ ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν· ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης, καὶ ὑγρῆς καθάρσιος γιγνομένης, ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι· σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴσωθεν τοῖσι κάμνουσι αἴσθησις γίγνηται, ὄξος παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεσθαι, ἐς πολλὸν τὴν θερμασίην τῶν ἐπιπλασμάτων διαρκέειν. κρέσσων γὰρ ἤδη καὶ ἡ θέρμη τῆς τῶν ἐπιπλασμάτων νεωχμώσιος2 ἔστωσαν ὦν θάλψιες ἐν κυρβασίῃσι διὰ ἁλῶν, ἢ κέγχρου, ἢ λίπαος θερμοῦ ἐν κύστεσι. κοῦφον δὲ ἔστω πᾶν μηχάνημα πυρίης, ὡς μὴ τὰ ἄχθεα πρὸς τῷ πόνῳ πόνον ἐνδιδῷ. τοῖσδε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεσθαι, ἢν ξυνεπείγῃ τὸ ἄλγος. ἤδη δὲ ἐπὶ τοῖσδε καὶ σικύης καιρὸς γένοιτο· ἄριστος δὲ ὁ μετὰ ἑβδόμην, πρόσθεν δὲ μὴ ξυνεπειχθείης.3 οὐ γὰρ εὐήθεες αἱ νοῦσοι, ὁκόσαι πρὸ ἑβδόμης ἀπαιτέουσι σικύην. ἔστω δὲ μεγάλη, εὐρεῖα πάντη, ἀμφισχεῖν τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴσω ἐνδιδοῖ τὸ ἄλγος, ἀλλʼ εἰς εὖρος κέχυται. ἔστω δὲ καὶ ἡ ὑπὸ τῇ σικύῃ φλὸξ πολλὴ, ὡς μὴ μοῦνον ἑλκύσαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆς ἀποσβέσιος τοῦ πυρός· καὶ μετὰ τὴν ἀπόσβεσιν ἀποσχάσαντα ἀφαιρέειν αἷμα, ὁκόσον ἂν ἡ δύναμις παρείη. πολλὸν δὲ ἔστω πλέον ἢ εἰ ἀπʼ ἄλλης προφάσιος ἀπὸ τῶν ὑποχονδρίων ἀφαιρέοις αἷμα. ἐπιδηλοτάτη γὰρ ἐπὶ τῶν πλευριτικῶν ἡ ἀπὸ σικύης ὠφελείη· ἅλες δὲ ἢ νίτρον ἐπὶ τοῖσι σχάσεσι, δηκτικὸν μὲν καὶ ἀλγεινὸν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεσθαι τὰς δυνάμιας καὶ τοῦ ἀνθρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήεις τὴν ψυχὴν καὶ καρτερὸς ἔῃ, ἐμπάσσειν τῶν ἁλῶν, μὴ αὐτοῖσι τοῖσι ἕλκεσι ὡς αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάσσειν δεδευμένῃ τῷ λίπαϊ, ἠδὲ ἐπιπετάζειν τῷ χωρίῳ.
盖由此等之物,呼吸畅通且具药效;韭葱经稀汁浸煮而食,甚有益且极适口。此时亦宜服以汁液良善之蛋类;若咯吐多而湿润,当撒以生硫磺与天然碱。产下不久之新鲜禽蛋,以不经火烹者为最佳;因母体所带之温热比火热更为湿润,且同为动物之性,更契合于病人体质。若痰涎胶着黏稠,当向蛋中注油,并撒入松脂干粉——使其力胜于硫磺——且加融化之黄连木树脂;胡椒亦甚有益,可入蛋中、大麦粥中及一切食物中,凡与胡椒相宜之物皆然。肉类中,宜用稀汁炖至烂熟之蹄爪、鸽肉、水煮母鸡;猪脑则裹以网油烤熟,或不用网油使之无油脂。若喉间无生涩刺痒,亦可食以海产或岩礁之鱼,取当地所产最善者。为免病患因食欲而妄食,亦不致在清淡调理中过于衰耗,当施以瓜果以悦其意:如在水或蜜水中煮熟之苹果,或与动物脂同烤之苹果——但须剔除外皮及连同种籽在内之内部粗糙部分——应季之时亦可予无花果。凡有益而无害者,其余瓜果亦可进献。关于饮食,即如上述。 肋侧当敷以经硫磺熏制并浸透热油之羊毛,油中须煎有莳萝或芸香。当以此法持续温熨肋侧,并在进食前外敷泥罨剂:于惯常敷剂之外,加蜜水煎煮之草木樨,掺入同煎之罂粟肉,并撒以乳香粉;若咯吐偏稀且量多,当掺入毒麦粉或钻果大蒜芥粉,并撒以天然碱。若病程已迁延良久,剧痛深伏于内,且见湿性排泄,则患者恐有化脓之虞;此时外敷剂中须掺入芥子与粗碎大麦。若患者自觉内里寒凉,当浇入少许醋。须善加施治,使敷剂之温热能持久不散;盖保持温热实胜于频繁更替敷剂。因此,可用圆锥形小布袋盛盐或黍米施温熨,或以膀胱囊盛温油温热之。一切温罨器物皆须轻巧,以免重压在病痛之上更添痛苦。若痛势急迫,进食之际亦当用此等方法。 继此之后,亦届拔罐之时;最善之时机在第七日之后,此前切不可操之过急。盖凡在七日之前即须拔罐者,其病必非轻浅。火罐须硕大且通体宽阔,足以笼罩整个患部;因其痛非深伏于内,乃向外散布于阔处。罐内火势亦当旺盛,不仅使之吸拔,更于火灭之前先行温煦患处;待火熄后刺络划痕,视病人体力所许尽量放血。其量当远胜于因其他缘故从季肋部所放之血;因于胸膜炎患者而言,拔罐之益最为昭著。于划痕伤口上施以食盐或天然碱,虽具辛辣与剧痛,然大有益于痊愈。然须权衡体力与患者之性情:若其心怀刚勇、隐忍坚毅,则撒以食盐,但勿直接撒于伤口上使其直接触碰,而当撒于浸润油液之麻布上,再覆于患处。
- 1.11τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων
不定式 δοθῆναι 为表示医嘱指令的命令式用法。短语 ἐκ πυρὸς ἀπύρων 字面义为“脱离火候而不受火者”,指未经任何火热烹调之新鲜生蛋,与前文之 θείου τοῦ ἀπύρου(未经火炼之生硫磺)构词呼应。
- 1.11κρέσσων γὰρ ἤδη καὶ ἡ θέρμη τῆς τῶν ἐπιπλασμάτων νεωχμώσιος
此为比较级 κρέσσων 带比较属格 τῆς ... νεωχμώσιος(更新敷剂)之句式。意指保持温热比起频繁更换敷剂更为优越,强调避免因频繁换药使患部暴露受寒。
- 1.11πρόσθεν δὲ μὴ ξυνεπειχθείης
由否定词 μή 与第二人称单数不定过去时被动希求法(具中间态意义)ξυνεπειχθείης 构成之婉转告诫或禁令句:“在此之前切勿急迫”。此用法取代了标准散文中常见的 μή 加不定过去时虚拟式。
