← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.9#1

痢疾中肠道溃疡的多样形态与排泄物

论述了肠道上下部的解剖区别、痢疾溃疡随深浅及部位而呈现的多样形态与其病因,以及各种排泄物的特征和肠黏膜管脱落的机理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9#1

Κεφ. θʼ. περὶ Δυσεντερίης. ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου. ἐγγίγνεται οὖν ἐν ἅπασι ἕλκεα· δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι.1 διὰ τόδε ποικίλαι ἔασι αἱ νοῦσοι. τὰ μὲν γὰρ ἐπιπολῆς ξέει ἔντερα, ἀναδορὴν μούνην ποιεύμενα, καὶ ἔστιν ἀσινέα. ἀτὰρ δὲ ἀσινέστερα πολλὸν, ἢν κάτω ᾖ τὰ πάθη· ἀλλʼ ἢν δὲ σμικρῷ μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, οὐκ εὐήθεα δὲ καὶ τάδε. ἄλλα βαθέα καὶ οὐχ ἱστάμενα, ἀλλʼ ἐσθιόμενα, ὀδυνώδεα, ἕρποντα, καὶ ἐπισφακελίζοντα, θανατώδεα. ἀτὰρ καὶ φλέβια ἐπὶ τῇσι νομῇσι γίγνονται περίβρωτα, ἔν τε τοῖσι ἕλκεσι καὶ στάξιες αἱμορραγίας· τὸ μέζον ἄλλο εἶδος ἑλκέων· ὀχθώδεα, τρηχέα, ἀνώμαλα, τυλαίνια, ὡς ἐν ξύλῳ ὄζον εἴπομεν.2 δυσαλθέα τάδε, οὔτε γὰρ ὠτειλὴν Ῥηϊδίως ἴσχει, Ῥηΐτερόν τε γὰρ λύονται. αἰτίαι δὲ δυσεντερίης μυρίαι, ἐπίκαιροι δὲ, ἀπεψίαι, ψύξιες συνεχέες, δριμέων πρόσαρσις, μυττωτῶν, κρομμύου αὐτοῦ, σκορόδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή. ἐφʼ οἷσι ἀπεψίη· ὑγρὸν ἄηθες, κυκεὼν, ἢ βρυτέων πόμα, ἢ οἷα κατὰ χώρην ἑκάστην ἀντὶ οἴνου γίγνεται δίψεος ἄκεα. ἀτὰρ καὶ πληγὴ καὶ ψύξις καὶ ψυχροποσίη τίκτουσι ἕλκεα. αἱ δὲ ἐκκρίσιες καὶ τὰ ξυνεόντα τοῖσι ἕλκεσι ἕτερα καὶ ἕτερα, ἐπʼ ἄλλοισι καὶ ἄλλοισι. ἢν μὲν γὰρ ἐπιπολῆς ἔῃ, ἄνωθεν μὲν λεπτὰ, χολώδεα, ἄνοσμα, πλὴν ὁκόσον ἀπʼ ἐντέρων. τὰ δὲ ἀπὸ τῆς νήστιος κατακορέα μᾶλλον, κροκοειδέα, κακώδεα· τὰ δὲ καὶ ξὺν τῇ τροφῇ λελυμένῃ μὲν, ἀλλὰ τρηχείῃ, ἄλλοτε κάκοδμόν ἐστι, τὰ δὲ ἕλκεα σηπεδώνεα ἄλλοτε δὲ ἴσχει, ὡς ἀπὸ σκυβάλων μοῦνον τὴν ὀσμήν· ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖσι ἕλκεσι, ὑδατώδεα, λεπτὰ, ἄνοσμα· ἢν δὲ ἐπὶ μᾶλλον βαθέα, ἰχωροειδέα, ὑπέρυθρα, οἰνώδεα, ἢ ὅκως κρεῶν πλύμα. ἄλλοτε μὲν ἰδίῃ τάδε, ἄλλοτε δὲ ξὺν τοῖσι κοπρίοισι· καὶ τάδε ὑγρὰ λελυμένα τῷ περιρρόῳ, ἄχολα, ἄνοσμα· ἢ ξυνεστῶτα, ξηρὰ ἐξίασι, ὀλισθηρὰ τῷ περιρρόῳ· ἢν δὲ μέζω καὶ λειότερα ᾖ τὰ ἕλκεα, ἐπὶ μὲν τοῖσι ἄνω, χολώδεα, καὶ ἀφʼ ὧν καὶ διʼ ὧν ἔρχεται — καὶ γὰρ τὴν ἕδρην, — δάκνει.3 δριμεῖα γὰρ ἡ χολὴ, καὶ ἐπὶ μᾶλλον ἢν ἀφʼ ἕλκεος· καὶ ἡ χολὴ δὲ πίων ὅκως λίπας. ἐπὶ δὲ τοῖσι βαθυτέροις τοῖσι κάτω αἱμάλωψ παχὺς σὺν φλέγματι, σαρκοειδέα οὐ κάρτα πίονα, ξυσματώδεα, ὡς ἀπʼ ἐντέρων εἶναι. ἀτὰρ καὶ ὅλα συμμέμικται μέρεα· φέρεται λευκὰ, παχέα, μυξώδεα, στέατι ξυγκοπέντι ἴκελα, ξὺν τῷ περιρρόῳ. τάδε μέντοι ἀπὸ τοῦ εὐθέος τοῦ παραμήκεος ἐντέρου. ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, σμικρὰ, στρογγύλα, δακνώδεα, ἐξαναστάσιας πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, ἐκκρίσιας δὲ κάρτα σμικράς· τεινασμὸς τοῦδε ἡ ἐπίκλησις. ἀπὸ δὲ τοῦ κώλου φέρονται καὶ σάρκες ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν πολλὸν μέζονα ἔχουσαι· εἰ δὲ βαθέα γίγνεται τὰ ἕλκεα, καὶ αἷμα παχὺ, τρυγῶδες, τάδε κάκοδμα τῶν πρόσθεν μᾶλλον. ἐπην δὲ ἕρπῃ καὶ ἐσθίῃ τὰ ἕλκεα, καὶ ἴσχηται μηδαμᾶ ἐπὶ μηδενὶ, ἄνωθεν μὲν πρὸς τοῖσι χολώδεσι τοῖσι κατακορέσι, κροκώδεα, καὶ ἔπαφρα, τρυγίζοντα, καὶ μέλανα, ἰσατώδεα, πρασοειδέα, παχύτερα τῶν πρόσθεν, κακώδεα, ὅκως ἡ σηπεδὼν, διαχωρέει. τροφὴ νῦν ἀπεπτοτέρη, ὡς ὑπὸ ὀδόντων λάβρων τετριμμένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεσθίηται, αἱμάλωπες μέλανες, παχέα, σαρκοειδέα, ἐξέρυθρα, θρομβώδεα, ἄλλοτε μὲν μέλανα, ἄλλοτε δὲ παντοίως ποικίλα, κάκοδμα, οὐ φορητὰ, ἀφέσιες τῶν ὑγρῶν ἀβούλητοι· ἀπελύθη κοτὲ καὶ εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον,4 καὶ δέος παρέσχεν ἀμφὶ ἔντερον τοῖσι ἀγνοοῦσι τοῦ πρήγματος. τὸ δέ ἐστι τοιόνδε. τῶν ἐντέρων, ὅκως τῆς κοιλίης, χιτῶνες ἔασι δοιοί· ἀτὰρ καὶ ἀλλήλοισι ἐπιβάλλουσι οἵδε λοξοί. ἢν οὖν ἡ διπλόη λυθῇ, ὁ μὲν ἐντὸς χιτὼν ἀποστὰς ἐς μῆκος ἔξω χωρέει, ὁ δὲ ἐκτὸς μίμνει μοῦνος, καὶ σαρκοῦται, καὶ ἐπωτειλοῦται, καὶ ἀλθέξονται, καὶ ζώωσι ἀσινέες. πάσχει δὲ τὸ κάτω μοῦνον, αἰτίη δὲ τῶν χιτώνων τὸ σαρκοειδές.

第九章论痢疾 肠之上部直至盲肠皆细薄且多胆汁,俗称小肠;自此以下至直肠之始,粗大而富于肉质。 故而在所有各部皆能生疮疡;而痢疾即是此等溃疡之诸种形态。因此,病症千差万别。盖有些溃疡仅擦伤肠之表层,仅引起浅表剥脱,因而是无害的;若病变在下部,则更为无害。然溃疡若稍深,则亦非善类。另有深陷且不止歇者,侵蚀、剧痛、蔓延、发生坏疽,以致危及性命。而且在蔓延侵蚀之中,细络亦遭蚀破,溃疡中遂有滴沥之出血。另一类更大之溃疡,则呈结节状、粗糙、凹凸不平、坚如老茧,正如吾人所谓木中之节。此等溃疡难以收口,盖其不易结疤,且极易重新裂开。 痢疾之起因万端,其要者为:消化不良、连绵寒冷、进食辛烈之物如辛辣蒜酱、洋葱本身、大蒜,以及食用陈腐辛辣之肉类。随之而起者为消化停滞。又有生疏之水饮、溷合稠饮、麦芽之浆,或各方因地制宜以代酒浆疗渴之物。此外,扑击、受凉及痛饮冷水,亦皆能致疡。 溃疡之排泄物及随伴之候互异,随病位而各不相同。盖若溃疡在浅表,自上部下者稀薄、多胆汁、无臭,仅具肠道之常气而已。自空肠而下者色更浓深,若藏红花之色,恶臭逼人;有时杂于消解而粗糙之食物中排出,有时恶臭,在溃疡腐败之时,有时又仅带宿粪之气;自下部溃疡所出者,清稀如水、薄而无臭;若更深,则呈脓血浆液样、带微红、如酒色,或如洗肉之水。此等排泄物或单独而下,或杂于粪便;或因周边流体而融为稀水,无胆汁亦无臭;或凝结干燥而出,因周边之液而滑利。若溃疡更大且较平滑,于上部而言则多胆汁,凡其所出及所经之处——乃至肛门——皆感灼痛刺蚀。盖胆汁辛烈,若自溃疡而出则尤甚;且胆汁稠厚如油脂。于下部较深之溃疡,则有杂黏痰之浓厚血瘀,不甚丰满之肉样物,碎屑残渣,俨若出于肠中。甚且有整片混杂而出者:白色、浓稠、黏液样、宛如碎板油之物,随周边之流体而下。然此物乃出自颀长之直肠。有时则仅有黏液,发痒、细碎、团块、作痛,致人频频起坐,欲便而伴快意,然排出之物至微;此即所谓“里急后重(天拏斯摩)”。自结肠亦能排出鲜红硕大之肉块,具有大得多之轮廓;若溃疡转深,更有浓厚如糟粕之血,此等气味较前尤为臭秽。及至溃疡蔓延蚀烂且无所止遏,自上部除深浓胆汁之外,更有若藏红花色、多泡沫、具渣滓、发黑、青黛色、葱绿之物,比前更为稠厚,臭恶如腐尸,下泄而出。此时食物更未消化,宛若仅经贪饕之齿咀嚼而已。若下部被腐蚀,则有青黑之血肿,浓厚肉样之鲜红血块,时黑时杂,斑驳万千,臭不可当,水液不自主而失禁排出。曾有整段甚长而完整之物大量脱落,宛若完好之肠管,令不知其由者对肠管自身生出惊恐。其实情乃如下:肠道正如胃脘,有双层之膜;且彼此斜向重叠。若此双重结构解离,则内膜脱落,循其长度出至体外,外膜则独留,继而生肌、结疤、痊愈,患者得以无恙生存。受病者唯在下部,其故在于诸膜富于肉质。

语法注4 条
  1. 2.9δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι

    主语 δυσεντερίη 为阴性单数,而表语名词 αἱ ἰδέαι 为复数,构成定义句,意为“赤痢即是此等溃疡的(各种)形态”。

  2. 2.9ὡς ἐν ξύλῳ ὄζον εἴπομεν

    由 ὡς 引出的比较比喻短语,后接宾格名词 ὄζον(树节)与动词 εἴπομεν(第一人称复数不定过去直陈式),意为“正如我们所谓木中之节”。

  3. 2.9καὶ ἀφʼ ὧν καὶ διʼ ὧν ἔρχεται — καὶ γὰρ τὴν ἕδρην, — δάκνει

    动词 δάκνει(刺激/咬蚀)的主语为前文的中性复数 χολώδεα(胆汁样排泄物,配单数动词)。介词短语 ἀφʼ ὧν 与 διʼ ὧν 依附于 ἔρχεται,而插入语 καὶ γὰρ τὴν ἕδρην(盖其亦刺激肛门)中的宾格 τὴν ἕδρην 作为 δάκνει 的补足宾语。

  4. 2.9ἀπελύθη κοτὲ καὶ εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον

    被动语态不定过去式 ἀπελύθη 的主语为中性单数短语 εὔμηκες ἄκριτον(颀长且未断裂之物),κατὰ πλεῦνα 为修饰其程度的副词短语(大量地/甚长地),ὅκως ὑγιὲς τὸ ἔντερον 则为状语比较从句(宛若完好之肠管)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.9#1