- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.9#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了结肠血管破裂、化脓成痈以及水泻消退水肿等病态,继而按溃疡深浅与部位详述发热、腹痛、晕厥等全身症状,大出血的凶险与先兆,以及本病在季节与年龄上的发病倾向。
ἢν δὲ αἷμα ἀπό τευ ἀγγείου φέρηται ξανθὸν, ἢ μέλαν, καθαρὸν Ῥέει, ἀμιγὲς τροφῆς, ἢ σκυβάλων ἄτερ. εἰ δὲ ἐπίπαγος ἐπιπετάννυτο πλατέσι ἀραχνίοισι ἴκελος θρομβοῦται, ἢν ψυχθῇ· οὐδὲ γὰρ ἡ πίστις αἵματος ἔκκρισις·1 τῷ δὲ Ῥοίζῳ πολλῷ ξὺν πνεύματι μέζων τῆς περιστάσιος ἡ φαντασίη τῆς ἐκκρίσιος.2 γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόστασις, οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸς ἑλκέων ξενοπρεπεστέρη. καὶ γὰρ τὰ σημήϊα καὶ τὸ πῦον καὶ ἡ ἄλθεξις τῶν ἑλκέων ἡ ὠυτή. ἢν δὲ ἐκκρίσιες σκληραὶ τῶν σαρκοειδέων ἔωσι, τετριμμέναι, τρηχέσι σώμασι ἴκελαι, ἡ ἀπόστασις οὐ τοῦ εὐήθεος τρόπου· ῥέει κοτὲ πολλὸν ἀπὸ τοῦ κώλου ὕδωρ, δυσεντεριώδεα τρόπον. ὕδρωπος τόδε μυρίους ἐρρύσατο. τὰ μὲν ἕλκεα, ὡς ἔπος εἰπεῖν, τὰ ἐν τοῖσι ἐντέροισι τοιάδε· ἀτὰρ ἠδὲ καὶ ἡ τῶνδε ἰδέη, καὶ αἱ ἀπὸ τῶνδε ἐκκρίσιες, ὁκόσας ἔλεξα. φράσω δὲ καὶ τὰ ξυνεόντα ἑκάστοισι τῶν νοσεόντων, ἤν τε εὐήθεα, ἤν τε σιναρὰ ᾖ τὰ ἕλκεα. ἀθρόον μὲν οὖν εἰρήσθω, ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω, ἤν τε κάτω ἔῃ,3 ἄπυροι, ἄπονοι, ὀρθοστάδην ὑγιαζόμενοι, σμικρῆσι τῇσι διαίτῃσι ἑτεροίως. ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσι ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς θερμῆς σμικρῆς, ἔμπυοι ἄλλοτε καὶ ἄλλοτε· τὸ δὲ πλέον, ἔμπυοι. ἢ πέψιες ἡμιτελέες, οὐκ ἀπόσιτοι· ἢν δὲ τοῖσι κάτω ἕλκεα γένηται, πολλόν τι ἀσινέστερα τῶν ἄνω· καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων σαρκοειδέα. ἢν δὲ κοῖλα καὶ ἀνεσθίοντα ἐς τὰ ἄνω γένηται, πυρετοὶ ὀξέες, ἀλαμπέες, ἐν τοῖσι σπλάγχνοισι ὑποβρύχιοι, περίψυξις, ἀποσιτίη, ἀγρυπνίη· ἐρυγαὶ κακώδεες, ναυτίη, χολῆς ἔμετοι, σκοτοδίνη· ἢν δὲ πολλὴ μὲν ἡ φορὴ, χολωδεστέρων δὲ γίγνηται, ἐπίμονοι στρόφοι, καὶ ἄλλοι πόνοι μᾶλλον· ποτὶ καὶ ἐκλύσιες δυνάμιος, ὑπολύσιες γουνάτων, καυσώδεες, διψαλέοι, ἀσώδεες, ναυτίη μελάνων, γλῶσσα ξηρὴ, σφυγμοὶ σμικροὶ, ἄτονοι. τουτέων ἀδελφὰ, ὁκόσα ἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα. καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν· ἀλλʼ οὕτως ἐξέθανον· τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι, ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄσχετος δὲ ἡ φορή· πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα. ἰδέαι δὲ αἵδε τῶν ἐκκρίσεων, ὁκοίας ἔλεξα. ἢν δὲ ἐπὶ τοῖσι πρώτοισι σμικρὰ ᾖ, ἀνακωχὴ δὲ εἰς μακρὸν ᾖ νομῆς, ἄλλα ἐπʼ ἄλλοις ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομένων, ἄλλων δὲ κορυφουμένων, ὅκως ἐν θαλάσσῃ κύματα. τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέσῃ μὲν ἡ φύσις, συνασκήσῃ δὲ καὶ ὁ ἰητρὸς, πέπαυται μὲν ἡ νομὴ, καὶ θάνατον οὐκ ὀρρωδέει, σκληρὰ δὲ καὶ ὀχθώδεα μίμνει τὰ ἔντερα, καὶ τῶνδε ἐς μακρὸν ἡ ἄλθεξις. αἱμορραγίῃ δὲ ἀπʼ ἐντέρων,4 ἢν μὲν μεγάλης φλεβὸς ἢ ἀρτηρίης ἔῃ, ὠκὺς ὁ θάνατος. οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔσω ἐσμάσασθαι, καὶ τοῦ ἄλγεος θιγεῖν, ἢ φάρμακον αὐτῷ τῷ ἕλκεϊ προσβάλλειν. καί τοι καὶ εἰ ἐπίσχοιτο ἡ αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴς τοῦ θανάτου ἡ φυγή. μετεξετέροισι γὰρ μεγάλης ἐσχάρης ἔκπτωσις τῆς φλεβὸς τὸ στόμιον ἐς μέζον εὐρύνει· εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουσι ἔσω, ἄφυκτος ἡ νοῦσος. χρὴ οὖν ἀρχομένῃσι αἱμορραγίῃσι ἀρήγειν. δήλη δὲ ὡς ἐπίπαν γίγνεται μέλλουσα, εἰ καὶ μὴ πάμπαν εὔσημος· ἄση ξύνεστι, ἀπορίη, βάρος τοῦ τόπου, ἔνθα Ῥήσσεται, ἐρύθημα τοῦ προσώπου, ἢν μηδέκω Ῥαγῇ· κἢν μὲν ἡ φλὲψ νεορραγὴς ἔῃ, ὡς ἐπίπαν μαλθάσσεται πάμπαν. ἢν δὲ πρόσω ᾖ χρόνου, χαλεπώτερον καὶ βραδύτερον. τοιάδε μὲν τὰ ἐν ἐντέροις ἕλκεα. γίγνεται δὲ θέρεος ὥρῃ· δεύτερον φθινοπώρου, ἧσσον ἦρος, ἥκιστα χειμῶνος. καὶ διάρροιαι μὲν, παιδίοισι καὶ μειρακίοισι· δυσεντερίη δὲ ἀκμάζουσι καὶ νέοισι· γῆρας δὲ δυσαλθὲς καὶ ἐς ὠτειλήν χρόνιον· τὰ δὲ ἀνεσθιόμενα γέρουσι ἀήθεα· ἀτὰρ καὶ αἱμορραγίη ξύμφωνος γήρᾳ.
若血液自某一脉管流出,或呈黄红,或呈黑色,则其流出纯净,不杂食物,亦无宿粪。若其上覆有一层犹如宽阔蛛网之薄膜,遇冷则凝结成块;盖排出之物并不能确证即为血液。然而由于夹杂大量气体而轰然奔涌,此排泄物之表象遂显得比实情更为严重。有时在结肠中亦会化脓成痈,绝不比体内其他溃疡更为奇特。盖其征候、脓液以及溃疡之愈合皆完全相同。然若肉样排出物质地坚硬、被磨碎、形同粗糙硬块,则此痈肿非属良性之流。有时自结肠流出大量清水,状若痢疾;此水曾拯救无数人免于水肿之患。肠中之溃疡,概而言之即是如此;而其形态,以及由此而下之排泄物,亦如我所描述之诸种。 我亦将叙述伴随每一患者之诸症候,无论溃疡为良性亦或恶性。总括而言,若是表浅之擦伤,无论在上部或在下部,患者皆无热、无痛,日常活动如常而自愈,仅因微小之调养而略有不同。然若形成溃疡,于上部而言,则有刺痛而尖锐之绞痛,宛若由炽热而少许之胆汁所致;时时化脓,且多半常伴脓液。或者消化半成,然未至绝食。若下部生溃疡,则远比上部无害;盖此等肠段远比其他部分更富于肉质。然若溃疡深陷且向上侵蚀,则见高热而不显露于外,深伏于内脏之中,四肢厥冷、绝食、不寐、恶臭之嗳气、恶心、呕吐胆汁、眩晕。若排泄量多且更偏胆汁质,则有持续之绞痛与更甚之其他痛楚;加之体力耗竭、两膝酸软、烦热、口渴、心下郁闷、呕吐黑物、舌燥、脉细而弱。凡此诸症,皆与我在恶性溃疡中所论及之致死诸候同类。患者心痛如绞以致昏厥。有的人甚至未能转危为安,便如此溘然长逝。此等凶险之候,若溃疡蔓延而排泄不止,亦见于下部肠道之腐蚀中;唯绞痛与痛楚在于脐下溃疡所在之处而已。而排泄物之形态,即如我前所言。若起初病势轻微,蔓延停歇甚久,溃疡遂此起彼伏,或趋平息,或臻极盛,宛若海中波涛。溃疡之泛滥即是如此。若有时正气足以御病,医者亦协同施治,蔓延虽止而不虞死亡,然肠道仍遗留硬结与凸起,其愈合亦历时长久。 至于肠道出血,若出自大静脉或动脉,则死甚速。盖根本无法将手探入内部以触及病痛之处,亦无法敷药于溃疡本身。况且,即使以药物止住出血,亦未必能确定逃脱死亡。盖在某些人身上,巨大焦痂之脱落会将血管之口扩张得更为硕大;一旦内生血栓并滞留于内,此病遂不可救药。故当于出血初起之时予以救治。当出血将发之时,通常已见端倪,纵非完全明显:心中烦闷、烦躁不安、即将破裂之处沉重,若尚未破裂则面部发赤。若脉管为新近破裂,通常完全易于缓解;若历时已久,则更为艰难而迟缓。肠中溃疡即如是。 此病发生于夏季;其次为秋季,春季较少,冬季最少。腹泻见于小儿与少年;痢疾则发于壮年与青年。老年则难以收口且成疤迟缓;腐蚀侵蚀之症在老人少见;然出血则与老年相应。
- 2.9οὐδὲ γὰρ ἡ πίστις αἵματος ἔκκρισις
以 ἡ πίστις(确信、凭据)为主语,αἵματος ἔκκρισις(排出物为血液)为谓语名词,意为“排出之物并不能确证即为血液”。此句指出现薄膜覆着时多夹杂血清或渗出物,非纯粹出血,故单凭肉眼表象不可遽断为真实血便。
- 2.9μέζων τῆς περιστάσιος ἡ φαντασίη τῆς ἐκκρίσιος
主语为 ἡ φαντασίη τῆς ἐκκρίσιος(排泄物之表象/观感),μέζων 为谓语形容词,支配比较属格 τῆς περιστάσιος(相较于实情)。意指因伴随大量气体轰然而下,排泄物看起来往往比实际出血或病变程度更为惊人。
- 2.9ἀθρόον μὲν οὖν εἰρήσθω, ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω, ἤν τε κάτω ἔῃ
εἰρήσθω 为第三人称单数完成时被动命令语气(“总而言之且先言明”),为作者转入总述的习惯句式。随后的条件句 ἢν... ἤν τε... 承后文省略并补足虚拟语气动词 ἔῃ,意为“若为浅表剥脱,无论在上部还是在下部”。
- 2.9αἱμορραγίῃ δὲ ἀπʼ ἐντέρων
与格 αἱμορραγίῃ 作关涉与格或提起论题之用(“至于肠道出血”)。全句骨干为 ἢν μὲν... ἔῃ, ὠκὺς ὁ θάνατος(若出于……则死甚速),句首的与格短语充当整句探讨的情境背景。
