← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.7-2.8

腹腔病泄泻与结肠疝痛之症状

第七章论述了以慢性未消化泄泻为特征的腹腔病之成因、征象、周期性及易发因素;第八章则探讨了结肠疝痛之急慢性表现、向睾丸之牵涉痛以及误诊误治之危险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

Κεφ. ζ′. περὶ Κοιλιακῆς διαθέσιος. κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν,1 ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλʼ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλʼ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν. διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες· φαντασίαι δὲ ἐπʼ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής· οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶ τῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν2 ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι. ἢν δὲ καὶ ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπʼ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροσταγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρομέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ. γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλʼ οὐ κοιλίης κύτεϊ ἡ νοῦσος. τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον· μετόπωρον δεύτερον, χειμὼν δὲ ὁ ψυχρότατος, ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ· ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.

第七章论腹部疾患 腹乃水谷运化之脏,当下利困扰人之时,其运化便告受损;所谓下利,即是未消水液食物之泄泻。然而,此症若非因一时之偶然而仅发作一日或两日,加之整个人因形体不得滋养而日渐虚弱,则因运化之热力衰弛及腹腔之寒冷,化为痼疾之“腹泄症”;此时水谷虽因热而消解,然热力未能透彻运化,亦未将其化为本原之精汁,因无力成就功效而半途而废。被弃置未成之食物,在色泽、气味与质地上一并恶化变质。盖其色白而无胆汁之黄,气味恶臭且浊如泥浆;因失于化运而稀薄不收,仅存留运化初始阶段之微力。 因此,胃中胀气,嗳气频作且气味腥臭;若气行于下,则肠鸣辘辘,排出稠密、湿润、色若黏土之矢气;患者更有如水液穿流而过之幻觉。腹中重痛如针刺,时作时止。其人消瘦枯槁,面色苍白,羸弱无力,不能振作精神以行寻常之事。纵使举步行走,四肢亦告弛废,颞部经脉高突——盖因虚羸而两颞陷下——且通体经络毕露。盖此疾不仅不能运化水谷,甚至从根本上未将精微输布于肉身。在我看来,此症非特为运化之病,亦是吸收输布之病也。 若此疾更进,当体质消融解体之时,又将周身之精液重新引回腹中。其人口干舌燥,肤表干涩,通身无汗;腹中时而灼热如炽炭,时而冷冽如坚冰滴沥。有时在最后之结粪中,更溢出鲜红、纯正、不杂外物之血,以致看似经络之口开通;盖辛烈之毒腐蚀血脉所致。此乃绵延最久且难疗之恶疾,纵然看似平息,无显见之诱因亦可再次复发,微有差失便卷土重来。它遂以此周期循环发作。 此恶疾常见于老年之人,且女性多于男性。小儿虽因平日饮食无节而见频频泄泻,然病不在腹腔深处。夏季致病尤甚于其余诸季;秋季次之;至冷之严冬,若元热行将熄灭,亦可成病。于久病之后,此疾与痢疾、水谷下利皆应运而生。抑或狂饮冷水,有时亦能酿成此疾。

§2.8

Κεφ. η′. περὶ Κωλικῶν. Κωλικοὶ δὴ κτείνονται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος· σημήϊα, βάρος μὲν ἐπʼ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει· ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα· κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων· ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν, ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πη περήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντʼ ἄλλων.3 θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ· πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην.4 ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντʼ ἄλλων ἄλλα. γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι, ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίσιες, ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται ἡ νοῦσος· ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ, χώρῃ, καὶ χείματι καρτερῷ.

第八章论结肠疝痛 结肠痛之患者,往往因肠结与绞痛而暴亡。此病之起因实有万端。其征象为:饥时即感沉重,彼处即病势最为猖獗之所;迟疑畏缩,倦怠迟钝,厌食绝谷,形容枯槁,夜卧不寐,面目浮肿。若结肠之病在脾脏之侧,面色青黑;若在肝脏之侧,则因邻近脏腑之同情相感而面呈淡白微青。若稍进汤丸,纵极少且不易作胀之物,亦腹胀如鼓;虽极力欲向外泄越,矢气却闭塞难通,气逆上冲而发嗳呃,然亦不能舒畅。若勉强冲出,上逆之气则酸腐臭秽;肾与膀胱因疼痛与小便不利而起同情;凡此种种,变症百出。尤为异者,乃骤痛走注于睾丸与提睾肌;此等同情感应,多为医者所不悟。盖彼等以为提睾肌自身有其病因,曾有将其径行切除者。然而于此等处,亦是诸症迭起。 由此疾亦派生诸般病候:恶性脓肿与顽疮,以及难疗之水肿与痨怯。盖此病因寒冷、稠厚体液及大量胶着之黏痰凝结而成;且发于衰冷之年岁、寒冽之节令、阴寒之地域与严冬霜雪之中。

语法注4 条
  1. 2.7κάμνει τὴν πέψιν

    τὴν πέψιν 用作不及物动词 κάμνω 的关系宾格(限定宾格),意为“在运化(消化)方面受损/受折磨”。

  2. 2.7οὐδὲ τὴν ἀρχὴν

    τὴν ἀρχήν 为副词性宾格,与否定词 οὐδέ 连用构成惯用表达,意为“压根不/从根本上不”。

  3. 2.8ἄλλα ἀντʼ ἄλλων

    固定成语,意为“此起彼伏”或“接连不断地交替出现”,用于形容各种病症交替更迭。

  4. 2.8ὡς ἰδίην ἔχοντας αἰτίην

    连词 ὡς 与宾格分词 ἔχοντας(修饰 τοὺς κρεμαστῆρας)连用,表示主句主语(医者们)的主观臆断或借口,意为“以为其自身具有独立的病因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.7-2.8