← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.6

胃部疾患的身心症状与易发因素

阿雷提乌斯论述了胃的机能及其与心和灵魂的同情交感,详述了慢性胃疾的身心症状、其在笃学沉思之士中的好发成因,以及发病的季节与年龄特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

Κεφ. ς′. περὶ Στομαχικῶν. στόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ·1 ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη, εὐσαρκίη, εὐχροίη τοῦ σώματος· ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν,2 μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ· καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶμα τείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον Ῥηΐτερον φέρει τῆς προσάρσιος. ἢν δὲ καὶ ὑπʼ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς,3 ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι· ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς Ῥάχιος ἐς τὼ σκέλεε κινευμένης, ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα· φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοι κἢν ἐπʼ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ· κωματώδεσι δʼ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι· ἐξαπίνης δὲ ὀργίλοι· κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε. τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος, εἶναι δεῖ τὴν πάθην·4 οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα, ἐφʼ οἷσι τὰ δεινότατα γίγνεται, τὸν στόμαχον αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης, ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ καρδίη, ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει· ἄμφω δὲ προσπεφύκασι τῇ Ῥάχι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη, καὶ τὰ μελαγχολώδεα. αἰτίαι δὲ τῆς νούσου, καὶ ἄλλαι μὲν μυρίαι, καιρίη δὲ, πῦον συχνὸν ἀπὸ κοιλίης διὰ στομάχου χυθέν. ξύνηθες δὲ καὶ τοῖς ὑπό τε ἀνάγκαις ἐκδεδιῃτημένοις λεπτῇ καὶ σκληροτέρῃ διαίτῃ, ἀτὰρ καὶ τοῖσι ἐς παιδείην πονεῦσι, καὶ ἐς τήνδε τλήμοσι, οἷσι θείης μὲν μαθήσιος ποθὴ, ὀλιγοσιτίη δὲ καὶ ἀγρυπνίη, καὶ μελεδώνη λόγων τε καὶ πρηγμάτων σοφῶν· οἷσι ὑπεροψίη μὲν διαίτης ἁδρῆς καὶ ποικίλης, λιμὸς δὲ ἡ τροφὴ, καὶ ὕδωρ ποτὸν, καὶ ἐν ὕπνῳ ἀϋπνίη. οἷσι μαλθακὴ μὲν εὐνὴ ἄστρωτος χαμαὶ, ἀμφίβλημα δὲ εὐτελὲς, ἀμπεχόνη ἀραιὴ, τὸ δὲ τοῦδε κράνος ὁ κοινὸς ἀὴρ, πλοῦτος δὲ ἐννοίης θείης περιουσίη τε καὶ χρῆσις. τάδε γὰρ αὐτέοισι ἀγαθὰ γίγνεται ἔρωτι παιδείης· καὶ εἰ προσαίρονται, εὐτελὲς μὲν σιτίον, οὐδὲ ἐς κόρον ἐδωδῆς, ἀλλʼ ἐς ζωὴν μοῦνον· οὐκ ἐπʼ οἴνῳ θώρηξις, οὐ θυμηδίη· οὐ Ῥέμβος καὶ περίοδοι, οὐ σωμάτων ἄσκησις, οὐδὲ σαρκῶν περιβολή. τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως;5 πατρίδος, τοκήων, κασιγνήτων, ἑωυτῶν μέσφι θανάτου. τοῖσδε οὖν τηκεδὼν μὲν τοῦ σκήνεος, ἄχροοι τὴν μορφὴν, καὶ ἐν νεότητι γηραλέοι, καὶ ὑπʼ ἐννοίης κωφοὶ, ψυχὴν δὲ ἀμειδέες, ἀμείλιχοι· στομάχου δὲ κακοσιτίη· ταχὺς ὁ κόρος τῆς ξυνήθεος εὐτελέος καὶ ἑτοίμου τροφῆς, ἀηθείῃ δὲ ποικίλης ἐδωδῆς ὄκνος δὲ πάντων γευμάτων. ἢν δὲ καὶ λάβωσί τι τῶν ξένων, βλάβη, ἀπόστροφοι εὐθὺς ἐς πάντα. ἥδε ἐστὶ στομάχου χρονίη νοῦσος· φλεγμοναὶ δὲ καὶ Ῥεύματα, καὶ καρδιωγμὸς, ἢ πόνος, στομαχικὸν οὐ κικλήσκεται πάθος. θέρος ἄγει τήνδε νοῦσον· ἔνθα καὶ πέψιος καὶ ὀρέξιος καὶ πάντων ἀδυναμίη. ἡλικίη δὲ γῆρας, οἷσι καὶ δίχα πάθεος διὰ τὸ τοῦ βίου τέλος, καὶ ἡ ὄρεξις ἐς τέρμα ἥκει.

第六章论胃疾 胃乃悦乐与厌恶之主;它通过灵魂之同情,成为关乎心脏之张力与意气抑或郁沮的切近邻居。此乃胃最首要之能。这些事我在别处已有所论述。悦乐之产物,乃是良好之运化、丰润之肌肉以及躯体健润之肤色;厌恶之产物则与此相反,有时更因不纳水谷而生抑郁,对于黑胆质之人而言,更有厌食绝谷之患。是故若此器官罹患,便生出对各色滋味之厌憎与背弃,不仅于食物进奉之时如此,纵使饭食匿而不见,亦复如是。〔饭食〕被忆起时亦伴随恶心、困窘、泛水或心胸剧痛;部分人亦伴有涎沫横溢与呕吐。即使躯体同受消磨折磨,倘若胃脘空虚无纳,忍受这般痛苦倒比进食更为易当。然若迫于无奈偶尔进食,此等痛苦远甚于饥馁:口中咀嚼即是折磨,咽下腹中更是莫大剧痛。而且,他们并非对寻常适宜之食如此厌弃,而对怪异异样之物反生好感,反倒是天然之本性全盘颠倒:对一切皆生厌烦,避忌且仇视水谷;在此之上,两肩胛骨之间亦有疼痛;若进食吞咽,其痛尤甚。烦闷、困窘、视物昏暗、耳鸣、头重、肢体麻木。周身骨节弛废;季肋部位搏动不安,幻觉背脊下趋双腿而动,无论是立是卧,皆觉身如草木在风气中摇曳不定,忽而在此,忽而在彼。口中吐出清冷水样黏涎。若在苦胆汁质者身上复加胆气,则昏眩目瞑,不渴(纵在进食时似有渴感),失眠,迟钝,嗜睡而非酣眠;病状类乎昏迷,干瘪瘦削,面色惨白,孱弱无力,虚脱困惫,奄奄一息,萎靡怯懦,默默无言,旋即又暴怒暴躁,极显黑胆之象。盖此类人往往搁浅倾覆于黑胆狂郁之中。 然而,此等苦痛在胃之弛弱屈从之下,实乃属于灵魂之疾;世人不察受同情所累而发作至剧症状之脏腑,徒以胃为病源。心与胃相系之紧密,便是我所言之明证,万物之始基皆在彼处。盖心居于肺叶正中,二者之间际连属乎胃;且二者皆附着于脊梁。由是因与心之邻近,心痛与诸般黑胆郁症遂应运而生。 此疾之病因尚有万端,然最要紧者,乃自腹部经由胃腔涌出之大量脓液。此疾亦常见于因窘迫而被迫过着菲薄粗粝生活之人,以及为学问道艺而劳苦忍耐之士,彼等渴慕神明教化,甘于粝食少息,昼夜挂怀哲思言行;彼等蔑视膏粱珍馐,以饥馁为滋养,以清泉为浆饮,在寝寐中亦夜不能寐。对彼等而言,柔席软榻不过是地上不施茵褥,覆身之物粗劣低廉,外衣稀疏单薄,其头盔便是共有之空气,其至宝乃是神明妙虑之充盈与行使。盖因向学之至爱,此等皆成彼等之胜事;纵使进食,亦仅粗茶淡饭,不求果腹饱餍,只为存全性命。无醇酒之甲胄,无宴飨之怡乐;无闲游巡历,无躯体之锻炼,亦不蓄肥肉体质。盖向学之爱,复有何物不可使之离弃?故土、双亲、手足,以至于杀身成仁之自身,无不舍之。是故彼等躯壳消瘦融销,容颜无华,青年而现老态,因深思而对外界充耳不闻,心灵毫无欢意,冷肃难亲。胃气亦受损厌食;对习用之粗劣便食速生饱餍,对丰盛杂食因生疏而心怀畏缩,对一切滋味皆生趑趄。若偶纳异样之食,立生损伤,顿对一切退避三舍。此乃胃之痼疾;至于痈肿、流注、泛酸或疼痛,则不得称之为胃家之疾患。 夏日致发此疾;此季消化、食欲及全人体力尽皆衰弛。发病之岁数乃在老年,彼等人群即便无疾,亦因天年将尽,食纳之欲亦已行至尽头。

语法注5 条
  1. 2.6τῆς ψυχῆς συμπαθείῃ

    表示原因或方式的与格,意为“通过灵魂的同情(交感)”。指明胃的状态波及于心脏及精神(意气或抑郁)的病理生理中介机制。

  2. 2.6κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν

    阳性单数主格分词 μὴ ἔχων 脱离主句句法的破格句(anacoluthon)。虽然语法主语为抽象名词(ἀθυμίη),但分词按涵义(ad sensum)承接潜在的患者(即“当患者无食摄入时,亦伴有抑郁”)。

  3. 2.6ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς

    省略谓语的对比结构。副词性表达 τοιῶσδε(呈此等厌恶情态)与 χρηστῶς(持好意情态)形成对比:“然彼等并非对适宜之食如此厌弃,而对怪异之食反生好感”。

  4. 2.6τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος, εἶναι δεῖ τὴν πάθην

    非人称动词 δεῖ 支配带不定式结构(τὴν πάθην εἶναι),其中 τῆς ψυχῆς 为属格表归属(“此等痛苦必属于灵魂”)。插入的属格独立结构 τοῦ στομάχου ἐνδιδόντος 表伴随原因(“在胃屈服衰败之下”)。

  5. 2.6τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως;

    带潜能希求法(ἄν + 希求法 ἀπάγοι)的反问句。分离属格 τίνος(“向学之爱复有何物不可使之离弃?”)统领其后列举的一连串分离属格(πατρίδος, τοκήων 等)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.6