- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿勒泰乌斯阐述了以无意识流精为特征的淋浊之病理与征候,辨析了男女患者的症状差异,论述活脱之精乃男性体质与精力之本,并指出精气衰竭会导致周身虚竭与瘫痪。
Κεφ. ε′. περὶ Γονορροίας. Ἀνώλεθρον μὲν ἡ γονόρροια, ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως διʼ ἀψύχων Ῥέει ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ φορὴ, ἀναίσθητος δὲ ἡ Ῥοὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλʼ ἐπὶ κνησμοῖσι τῶν μορίων καὶ ἡδονῇ προχέεται τῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας ὁμιλίῃ ἀναισχύντῳ· ἄνδρες δὲ οὐδʼ ὅλως ὀδάξονται· τὸ δὲ Ῥέον ὑγρὸν, λεπτὸν, ψυχρὸν, ἄχρουν, ἄγονον. πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις;1 ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι πάντας τὴν ἕξιν, νωθώδεας, ἐκλύτους, ἀψύχους, ὀκνέοντας, κωφοὺς, ἀσθενέας, Ῥικνοὺς, ἀπρήκτους, ἐπώχρους, λευκοὺς, γυναικώδεας, ἀποσίτους, ψυχροὺς· μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατέας, καὶ ἐς πάντα παρέτους,2 ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται. πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμένης; καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ, θερμοὺς, ἐνάρθρους, λασίους, εὐφώνους, εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ Ῥέξαι· δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ θορὴ, Ῥικνοὶ, ἀσθενέες, ὀξύφωνοι, ἄτριχες, ἀγένειοι, γυναικώδεις· δηλοῦσι οἱ εὐνοῦχοι. ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς θορῆς, κραταιὸς, εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες, ὑπʼ ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες. πολλὸν δὲ οἱ φύσι χερείους ὑπʼ ἐγκρατίης γίγνονται κρεσσόνων κρέσσονες. ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸν ἢ θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην, καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην, καὶ ἐς γένεσιν ζωοῦσα ἡ θορή. ἀπὸ σατυριήσεως ἐς γονορροίης ἀπόσκηψιν ἡ κατάστασις.3
第五章论淋浊 淋浊之疾虽不致命,然即便听闻亦属令人不快且厌恶之事。盖若放纵失节与弛缓支配了湿润及生殖之部位,精气之倾泻宛若流经无生命之器物,纵在睡眠中亦不可止竭。无论寝寐抑或觉醒,倾流皆无可遏抑,而精之渗流全无知觉。妇人亦患此疾,然其精液外泄则伴随阴部瘙痒与快感,更伴随与男子不知羞耻之交接;男子则全然不觉瘙痒。渗流之体液清稀、清冷、无色、不育。盖本性既已寒凉,又岂能射出化生生命之精种?纵使青年罹患此疾,其体质亦必尽成衰老之象:迟钝、虚乏、萎靡、畏缩、顽痹、柔弱、干瘪、无能、面色青黄、惨白、女质、厌食、冰冷;四肢沉重,腿胫麻木,失于收摄,周身弛废,此疾对多人而言乃是通向偏枯瘫痪之途。盖主司化生生命之本性既已冰封,筋腱之机能又安得不衰损?乃是具有生机之精使吾等成为男儿:温热、肢体分明、多毛、声朗、神爽、健于运思与力行;凡成年男子皆可为证。至于内无具有生机之精者,则干瘪、孱弱、尖声、无毛、无须、女气;阉人即为明证。若男子节制固摄其精,则强毅、敢为、勇武直逼猛兽;克己节欲之竞技之士即为证验。盖本性优异之人,亦可因放纵无节而远逊于下劣之人;而本性下劣者,由克己持守而远胜于优异之人。况且任何生灵之强健,莫不出自其精。故具有生机之精,于康健、气力、志魄及生化而言,其功大矣。此等病态乃由阳强淫狂转归而沉着为淋浊。
- 2.5πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις;
此句为疑问词 πῶς 与不带 ἄν 的不定过去时希求语气主动语态第三人称单数 ἐκπέμψαι(伊奥尼亚方言词形)结合的反问句,表示潜在可能或不可能,意为“本性既已寒凉,又岂能射出化生生命之种?”。ἡ φύσις 为主格主语,分词短语 ψυχρὴ οὖσα 表原因或伴随状况。
- 2.5μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατέας, καὶ ἐς πάντα παρέτους
承接前文 γηραλέους χρὴ γενέσθαι πάντας... 的支配构造。其中 μελέων βάρεα 与 νάρκας σκελέων 为表示症状的名词宾格(或内宾格),而 ἀκρατέας 与 παρέτους 则是与患者(πάντας)一致的宾格述语形容词;名词短语与叙述性形容词交错列举,用以描绘周身虚耗麻痹之状。
- 2.5ἀπὸ σατυριήσεως ἐς γονορροίης ἀπόσκηψιν ἡ κατάστασις
省略系动词(ἐστί)的句末总结句。介词短语 ἀπὸ... ἐς... 表达病态之转化,概括了病情由前述之阳强淫狂(satyriasis)急性期转归并沉着为慢性淋浊(gonorrhoea)的病理演变过程。
