- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述膀胱疾患之凶险与难治,详述膀胱结石之症状与切石之危险、血块所致之急性尿闭,以及膀胱创伤、溃疡与脓肿之病理与预后。
Κεφ. δ′. περὶ τῶν ἐν Κύστι. τῶν ἐν τῇ κύστι νούσων οὐδὲν εὔηθες· τὰ μὲν ὀξέα φλεγμασίῃ καὶ τρώμασι, σπασμῷ καὶ πυρετοῖσι ὀξέσι κτείνοντα· ἕλκος δὲ καὶ ἀποστάσιες, ἢ παράλυσις, ἢ λίθος μέγας χρόνια μὲν, ἀναλθῆ δέ. οὔτε γὰρ θρύπτεται, ἢ πόσι, ἢ φαρμάκῳ, ἢ ἀμφιθρύπτοιτο, οὔτε ἀσινέως τέμνεται. χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆς κύστιος ξυντάμνειν· τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαις ἡμέρῃσι, σπασμοῖσι καὶ πυρετοῖσι θνήσκουσι· ἢν δὲ μὴ τάμῃς, εἰς οὔρων σχέσιν, καὶ πόνοισι, καὶ πυρετοῖσι ἢ τηκεδόσι σμύχεται ὥνθρωπος· ἢν δὲ μὴ κάρτα μέγας ὁ λίθος ἔῃ, σχέσιες μὲν οὔρων ξυνεχέστεραι. ἐς γὰρ τὸν αὐχένα Ῥηϊδίως ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δὲ εἰ καὶ τῶν μεζόνων ἀσφαλέστεροι, ἀλλὰ τέμνεται κύστις, κἤν τις τὸν τοῦ θανάτου κίνδυνον ἐκφύγῃ, Ῥυάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ, ἀλλʼ οὐ φορητὸν ἐλευθέροισι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ. οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως· ἢν δὲ ξυμπεφύκῃ τῇ κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι, ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει. ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίων ἐν τοῖσι οὔροισι ὑποστάσεσι· ἀτὰρ ἠδὲ πρόκωποι τὰ αἰδοῖα γίγνονται.1 εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ λίθος, ὀδυνέονται, καὶ ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα, ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ θάτερον διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διΐησι ἕδρη, κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λίθων. αἱμορραγίη δὲ κἢν μὴ κάρτα ὀξέως κτείνῃ, χρόνῳ δὲ ἐξέλυσε μυρίους· οἱ δὲ ἀπʼ αὐτέης θρόμβοι, ἰσχουρίῃ ὀξέως ὀλέθριοι, ὅκωσπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν καὶ μὴ πάγχυ ᾖ εὐπαγὲς, ἀλλʼ ἡ κύστις ἐς πολλὸν ἀλίζει χρόνον, καὶ ἥδε θερμαίνουσα καὶ ἑψοῦσα πηγνύει, καὶ ὧδε γίγνεται θρόμβος. ἰσχουρίη μὲν οὖν δυνατωτάτη κτεῖναι. προσεπιγίγνεται δὲ τουτέοισι ἄλγος ὀξὺ, πῦρ δριμὺ, γλῶσσα ξηρὴ, καὶ ἐπὶ τοῖσδε παράφοροι θνήσκουσι. ἢν δὲ ἐπὶ τρώματι ἄλγος ἐκφανῇ, τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκος κἢν μὴ ἀρχῆθεν κτείνῃ, πυρετοῖς ἢ φλεγμονῇ ἀνήκεστον γίγνεται· λεπτὴ μὲν τὸ πάχος κύστις· νεῦρον δὲ τὴν φυήν· τάπερ οὐδὲ σαρκοῦται οὔτε Ῥηϊδίως ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον χολῶδες, δριμὺ, δακνῶδες· τοῦ ἕλκεος ἡ ξυνὴ δίαιτα ἤδε2 ἐν μὲν τῇσι πληρώσεσι διατέταται· ἢν δὲ κενωθῇ, ξυνίζει· πάσχει οὖν ἄρθρου πάθεϊ ἐν ἐκτάσι τε καὶ κάμψι· ἄρθρῳ δὲ οὐκ εὐαλθὲς ἕλκος οὐδέν. καὶ ἔμπυος δὲ ἐξ ἀποστάσιος γίγνεται· κύστιος σημήϊα, τάπερ ἐπʼ ἄλλοισι· ἐπὶ φλεγμασίῃ γὰρ, καὶ ἐπὶ πυρετοῖσι, καὶ Ῥίγεσι, ἡ ἀπόστασις· κίνδυνοι οἱ ὠυτοί· πῦον δὲ ἀλλʼ εἰ παχὺ, λευκὸν, οὐ κάκοδμον ἐκδιδοῖ, εὐηθέα τὰ ἀπὸ τῶνδε ἕλκεα· ἢν δὲ ἐπινέμηται, τρυγώδεα, μυξοποιὰ, κάκοδμα οὐρέουσι· τῶν τοιῶνδε οὐ βραδύνει θάνατος· δακνώδεα μὲν τὰ οὖρα· ὀδυνηρὰ δὲ ἡ πρόεσις αὐτῶν, διαΐσσει δὲ ἡ ὀδύνη μέσφι ἄκρων τοῦ καυλοῦ· βλάπτει δὲ αὐτέους πάντα καὶ τἀναντία· καὶ πλησμονὴ καὶ κένωσις, καὶ ἀργίη καὶ κίνησις, καὶ λουτρὰ καὶ ἀλουσίη, καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυκέα καὶ ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων, ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ δυναμένων.3
第四章论膀胱病 膀胱中的诸般疾病绝无轻缓良性者。急性疾患在炎症与创伤中,因痉挛与高热而致人于死;而溃疡、脓肿、麻痹或巨大结石虽属慢性,却皆不可救药。盖巨大结石既不能以饮剂或药物粉碎,亦不能被捣碎,切石亦无法不受损伤。因必须同时切开膀胱薄弱之部;而此举或当日致命,或数日之内患者死于痉挛与高热。但若不施切开,患者便在小便闭塞、剧痛、高热或消瘦中备受煎熬而竭尽。结石若非极大,尿闭反倒更为频繁,盖因其极易落入膀胱颈而阻遏尿液之排出。纵使切开较之巨大结石更为安全,但膀胱终归受切,即便有人侥幸逃脱死亡之险,亦必患上尿失禁之苦;纵无生命之危,然对自由人而言,无论行步或睡眠,尿液终年不断渗流实难忍受,而行步之时尤为不堪。极小之结石大多能无损取出。结石若与膀胱黏连,可由其绵延之痛苦而辨明,纵无排尿困难,其疼痛与沉重感亦非无害;若未黏连,则亦伴有排尿困难。凡一切结石,皆可凭尿中沉淀之细沙而诊断;况且患者之阴部常被手握。盖当其排尿而结石在内时,患者深感剧痛,遂抚弄并牵拉阴部,宛若欲将结石连同膀胱一并拔除;肛门亦同受感应而发痒,直肠更因剧烈用力与努责而脱出,仿佛结石即由此排出一般。盖肛门与膀胱二者紧邻相依,其中一处受累,另一处亦必遭苦。因此,直肠发炎时膀胱尿闭,而在膀胱剧烈刺痛时,即便肠道未见亢燥,肛门亦不下粪便。结石之痛苦大略如此。 出血纵使不致极暴烈地夺命,久之亦使无数人虚耗殒命;而由出血所生之血块,如结石一般,因致尿闭而迅速致命。盖纵使血液清稀偏黄且绝非易凝之物,然膀胱久聚蓄积,温熨煎熬而使之凝固,遂成血块。尿闭之杀伤力实属至极。此等患者继而出现剧痛、烈火高热、舌干,终在谵妄狂乱中气绝。 若创伤之后继发剧痛,则创伤实属致命;而溃疡纵不即刻杀人,亦因高热或炎症而转为不治之症。膀胱质地菲薄,其天性属膜筋之体,此等部位既不生肌,亦难收口结痂。加之尿液多胆汁质,性质辛烈刺痛。溃疡所处之恒常境遇乃是:盈满则绷紧舒张,排空则塌陷缩合。故其所受之苦,与关节伸屈时之苦楚无异;而关节之处,绝无任何溃疡得以轻易愈合。 膀胱亦可因脓肿而化脓蓄脓;其征象与他处相同,盖脓肿乃继炎症、高热与寒战而起,其凶险亦复如是。然若排出稠厚、色白且无恶臭之脓液,则由之所生之溃疡尚属良善;若溃疡蔓延侵蚀,则尿出如糟粕、生黏液且恶臭之物,此等患者死亡必不迟缓。尿液灼痛难忍,排尿痛苦不堪,疼痛直窜阴茎顶端。凡百诸事乃至其对立面皆能为害:充盈与排空,安卧与动作,沐浴与不浴,进食与绝食,甘甜与酸烈,盖因或此有益而彼有害,二者断难调和一致。
- 2.4πρόκωποι τὰ αἰδοῖα γίγνονται
形容词 πρόκωπος(原意为“手握刀柄随时拔出”、“随手可用”)作表语,后接关系宾格(限制宾格)τὰ αἰδοῖα,意为“阴部常被手握”,形象地描绘了患者因剧痛而本能地不断牵拉抚弄外生殖器的病态举止。
- 2.4τοῦ ἕλκεος ἡ ξυνὴ δίαιτα ἤδε
指示代词 ἤδε 起前指作用(prolepsis),引出后文的具体从句(ἐν μὲν τῇσι πληρώσεσι διατέταται...),此处省略系动词 ἐστί,意为“溃疡所处的恒常境况乃是:……”。
- 2.4ἄλλων ἄλλα μὲν ὠφελεύντων, ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ δυναμένων
多重属格独立结构(genitive absolute)。中性属格复数 ἄλλων 指代前文列举的对立诸因素(盈满与排空、安静与动作等),表达原因:“盖因某些事物虽在此一方面有益,在彼一方面却有害,二者无法调和合一”。
