← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.3#2

结石的排出过程与肾脏继发性病变

作者论述了结石经输尿管、膀胱及尿道排出时的症状反应,阐释了小儿与老人结石在性质与成因上的差异,并进一步分析了肾脏破裂或排泄闭阻所引发的周期性尿血、脓肿及难愈溃疡的病相与转归。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#2

ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ, βρασμὸς ὡς ἀπὸ Ῥίγεος, αἴσθησις τοῦ λίθου ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ· κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες, στομάχου κατάστασις, ἐρεύξιες, ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος.1 ἢν γὰρ μέζων τῆς οὐρήθρης ἔῃ, ἐνίσχεται πολλὸν χρόνον, καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν ἔξοδος. καὶ γὰρ ἀγκιστροειδέας ὤπωπα, καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας. ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρων ἴξιος. χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ, κροκοειδέες, γέρουσι, οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες. ἐν κύστι γὰρ παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν, παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι. τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται. παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει.2 λίθων μὲν οὖν ἀμφὶ γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα· τοῖσι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμφορή· ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις, ἔξωχροι, νωθροὶ, ἄπρηκτοι, ἀπόσιτοι, ἄπεπτοι· κἢν μὲν ἐκκριθῇ, ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας, σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι. ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκα τάδε. ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν, ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ Ῥήξιος τῶν νεφρῶν πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται δεινή. ἐπὶ δὲ τῇ Ῥαγῇ3 ἕλκεα συμβαίνει χρόνια καὶ δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ Ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί· ἢν δὲ καὶ ἐκραγῇ, θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ Ῥυπαρὰ ὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα, ἢ ἄνοδμα· ἔαρ μὲν οὖν αἱμορραγίας τίκτει καὶ ἀποστάσιας· χειμὼν δὲ καὶ φθινόπωρον, λίθους· ἢν δὲ ἐπὶ λίθοισι ἕλκεα γένηται, ἀναλθέες μὲν αἱ νοῦσοι, ταχείη τηκεδὼν καὶ θάνατος.

然而,结石若落入输尿管,患者便如受寒颤抖,感知到结石伴随剧烈的推力下行;而若其落入膀胱,则大量水样尿液涌出,腹中排气,胃部安宁,频频嗳气,先前的痛苦遂告停歇。有时因管道擦伤剥脱,亦有血液随尿液倾出。结石的第二次苦难乃是穿过阴茎之通道;盖结石若大于尿道,则长久嵌塞,膀胱充盈胀满,此时小便闭阻愈加剧烈难忍;因伴随此症,输尿管亦复胀满膨急。钩曲之结石排出最为艰难;我曾亲见钩状之结石,以及附着于管道之上的硬壳。结石多呈长形,乃受管道通道挤压塑形所致。在色泽上,有些结石色白如黏土,多见于小儿;另一些则色黄如藏红花,见于老人,在老人中肾结石甚为常见;盖小儿结石则多在膀胱。凝结之原因有二:老年人身体寒冷而血液黏稠,寒冷使黏稠之物凝聚更快——其明证为天然温泉之泉水,遇冷则凝为多孔之石;而小儿则因泥状沉淀物经血液极度煎熬,便如火一般,成为结石生成的基地。 关于结石生成的疾患大略如此。另有一些人周期性地尿血;此一祸患与痔疮出血相类,躯体的状况亦复相同:面色惨白、怠惰、无力行事、不欲饮食、不能消化。若血液排出,则肢体疲软瘫软,然头部轻快舒爽;若到周期却毫无流出,则头痛、视物昏花、眼前发黑、头晕目眩;由此致痫者不计其数,另有人浮肿、视物蒙蔽而成水肿,更有甚者转为忧郁症或偏瘫。盖此类病症皆由惯常出血受阻所致。是故,若血液流出纯净而不与尿液相混,则血液多由膀胱流出。有时亦因肾脏破裂而涌出大量血液;且血液凝滞,结成血块,如同倾于体外;有时亦在膀胱中凝结,此时遂发剧烈之尿闭。 破裂之后,便引发慢性且难愈的溃疡。其征兆为排出的痂皮,或如蛛网般红色的薄膜,或随尿排出的白脓,有时纯净未混,有时与尿相和。若兼有傍晚发热与恶寒、腰部疼痛与瘙痒,亦当据此诊断脓肿。脓肿若破溃,则见脓性血块、肉样碎屑,以及白脓之排泄;溃疡如虫咬刺痛,有时洁净,有时污浊。脓液以及臭秽或无臭之尿液可彰显此情。春季多生出血与脓肿,冬秋则生结石;若结石之上复生溃疡,诸病便不可救药,消瘦迅速而致死亡。

语法注3 条
  1. 2.3ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος

    此句为倒置的名词谓语句,无冠词的表语名词短语 ἀγωνίη δευτέρη 倒装置于句首,带冠词的短语 ἡ διὰ τοῦ καυλοῦ διέξοδος 为主语。属格 τοῦ λίθου 用作关系属格或宾格性属格,意为“关于结石/结石所经历的”。

  2. 2.3παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει

    主语为带有分词修饰的中性实体短语 τὸ ἰλυῶδες ἑψηθὲν(被熬煮的泥状沉淀物),主动态动词为 ἴσχει,宾语为 τὴν ἕδρην(基础、底座)。属格 γενέσιος(生成的)因语序倒置(hyperbaton)与插入成分 ὅκως πῦρ 分隔,但在句法上修饰宾语 τὴν ἕδρην(意即“占据生成的基础”)。

  3. 2.3ἐπὶ δὲ τῇ ῥαγῇ

    前置词 ἐπί 接与格在此处表示时间或逻辑上的继发(“在破裂之后/继破裂之后”)。虽然从字面上亦可理解为方位上的“在破裂之处”,但结合上下文,此处描述的是前文所述肾脏破裂(ῥῆξις)之后接续形成的溃疡病程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.3#2