← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.3#1

肾脏结构与肾结石的形成及症状

本章概述肾脏与输尿管的解剖结构,划分急慢性肾病,并详述肾结石的生成机制、形态特征以及嵌顿引发尿闭、剧痛等临床表现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#1

Κεφ. γ′. περὶ τῶν κατὰ τοὺς Νεφροὺς παθῶν. νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι. σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφʼ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν. ἀμφὶ δὲ τήνδε, τοὺς νεφροὺς, καὶ τοὺς πόρους τούσδε, πολλὰ καὶ ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα, ἐν αἱμορραγίῃ καὶ πυρετοῖσι, καὶ φλεγμονῇσι κτείνοντα, ὁκόσα μοι λέλεκται· τὰ δὲ χρόνια τηκεδόνι λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μὲν, ἀναλθέα δὲ καὶ ξυναποθνήσκοντα· χρόνια οὖν, ἀποστάσιες, ἕλκεα, λίθων γέννα, αἱμορροΐδες. ἕλκεα μὲν ἐξ ἀποστάσιος μήκιστα, ἠδὲ δυσαλθέα πάντα τοῦ ἀνθρώπου. τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες. οὐ γὰρ Ῥηΐστη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις. ἀλλʼ εἰ εἰσὶ πολλοὶ σμικροὶ, ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ, καὶ ἐπʼ ἀμφοῖν τοῖν νεφροῖν ξυμβῇ τάδε, ἐς οὔρων σχέσιν καὶ διάτασιν, ὀλιγήμεροι θνήσκουσι.1 εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα,2 σμικρὸν ἄρα μέζονα, ὅκως ἂν, ἢν ἄνω συστῇ λίθος, Ῥηΐστην ὁδὸν τὴν ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται· πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι, λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω Ῥεῖν. ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι. οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι3 οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει· τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται· ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου, ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ Ῥάχιν δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι, βαρέες, ἀνείλυστοι. τὸ γὰρ ἔντερον ἑλικοειδές. ἢν καὶ πλημμύρῃ τὸ οὖρον, καὶ διατάσιες, προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες, ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες, ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα, ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι· κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν Ῥηΐδιοι.

第三章论肾脏疾患 肾脏在本性上呈腺体状,但颜色较红,颇似肝脏,而不甚似乳房与睾丸;盖此两者亦为腺体,然色泽较白。其形态与睾丸相似,但较为扁平且弯曲。其内有微小若筛状之腔隙,用以滤过尿液。自每一肾脏各生出如管状之腱性质管道;此管道植入于膀胱两侧之肩部。自肾至膀胱之尿液通路两边均等。 在此膀胱、肾脏及诸管道周围,会发生多种多样之疾患:有些为急性,伴随出血、发热与炎症而致人死亡(这些已由我详述);有些则为慢性,以消瘦耗尽人身,虽不致立殒,却不可救药而与患者同归于尽。故慢性疾患有脓肿、溃疡、结石之生成及痔疾。由脓肿所致之溃疡历时最久,在人身一切溃疡中最为难愈。 结石之生成为慢性,然其嵌顿则极为痛苦;盖其通道绝非易行,况兼小便闭阻亦极险恶。若有多数微小结石,则相连聚结而滞留;或若有一巨大结石发生嵌顿,且此种情况发生于双侧肾脏,则因尿闭与胀满,患者数日之内即告死亡。然而大自然实属造化精妙,将肾腔造得扁长且与输尿管大小相等——实则仅略大微许——以便结石若在上方结聚,便能获得通向膀胱最顺畅之径路。正因如此,结石亦呈长形;盖结石多在输尿管近处凝结;凡在此处厚薄不均者,前方细狭,因输尿管较窄;后方粗厚,因肾脏液流向下奔注。结石仅生成于肾脏,且仅见于过度炽热之肾。盖结石在输尿管中决无留止之位,沙粒随尿液一同向下漂流;此等沙砾遂成该病之征候与基质。然而,结石若增大而嵌塞于肾腔,则腰部及腰大肌周围乃至中肋均现剧痛。许多人遂误判其痛,以为患有胸膜炎;髋部沉重,沿脊柱僵直而难以弯身俯曲;腹中绞痛难耐,沉重且无法舒解,盖肠管盘旋回曲。若尿液泛滥且兼胀满,则急迫欲溺如临盆阵痛。腹中胀气,然虚气闭塞无路可出;发热如咬啮且兼燥热。舌苔焦枯,肠道干涩;形体瘦削,不思饮食;即便进食微少,亦不易消化或恢复。

语法注3 条
  1. 2.3ὀλιγήμεροι θνήσκουσι

    形容词 ὀλιγήμεροι(仅活数日的)作为主语的主语补足成分(述语性同位语),起副词性作用,意为“在数日之内死亡”。这是表示时间的形容词作述语性用法的典型结构。

  2. 2.3εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα

    此为叹咏式句式,句中未明示主要限定动词,分词 τεύξασα 配合副词短语 εὖ γε μέντοι 承担了主句谓语的功能。亦可视为省略了如 ἐποίησε 等动词(“自然造成……实属精妙”),旨在赞叹大自然的合目的性构造。

  3. 2.3οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι

    此处 οὐδέ 与 οὐκ 形成双重否定,用以表示强烈的否定含义(“结石在输尿管中决无定止之所”)。后置的否定词 οὐκ 并非否定前者以表肯定,而是加重了否定语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.3#1