- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿勒泰乌斯将消渴(糖尿病)定义为肌肉与肢体消融为尿液的病症,详述其持续剧渴、多尿、急剧消瘦致死的临床表现及病名由来的比喻。随后他探讨了急性病后遗恶疾、毒物以及渴蝮咬伤引发相似病态并致腹胀爆裂的机理。
Κεφ. β′. περὶ Διαβήτεω. θώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι· σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ· ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος·1 δίψος ἀκρατές· πολυποσίη ἀνισόμετρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον,2 καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπʼ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δʼ ἐποιδέοντα ἐξαρύεται. ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα. κἢν μὲν τελεσθῇ τὸ κακὸν, εὔσημον· ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ στόμα, σίαλος λευκὸς, ἀφρώδης, ὅκως ἀπὸ δίψεος, καὶ οὐδέκω δίψος, ὑποχονδρίων βάρος· αἴσθησις ἀπὸ τῆς γαστρὸς ἐς κύστιν θέρμης, ἢ ψύξιος, ὅκως πρόσοδος παρέοντος τοῦ νοσήματος ἀτὰρ ἠδὲ οὐρέουσι τοῦ ξυνήθεος μικρόντι μᾶλλον· δίψος τε, ἀλλʼ οὐδέκω μέγα. ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θέρμανσις μικρὴ μὲν, δακνώδης δὲ, ἐνίζουσα τοῖσι σπλάγχνοισι· ἐπιγάστριον Ῥυσσοὶ, ἐπίφλεβοι, ἰσχνοὶ δὲ τὴν ὅλην ἕξιν,3 εὖτε καὶ ἡ οὔρησις καὶ τὸ δίψος ἐπαυξέα γίγνεται ἤδη κοτέ· κἢν ἐς ἄκρον τὸν καυλὸν ἡ συναίσθησις φανῇ, εὐθὺς οὐρέουσι. τῇδέ μοι δοκέει καλέεσθαι διαβήτης ἐπίκλησιν, ὁκοῖόντι διαβήτης ἐὼν, οὕνεκεν ἐν τῷ σκήνεϊ τὸ ὑγρὸν οὐ μίμνει, ἀλλὰ ὅκως διαβάθρσῃ τῷ ἀνθρώπῳ ἐς ἔξοδον χρέεται.4 διαρκέουσι δὲ ἐς χρόνον τινὰ, εἰ καὶ μὴ κάρτα πολλὸν, ὅτι πινεῦντες οὐρέουσι, τηκεδὼν δὲ γίγνεται δεινή· οὔτε γάρ τι ἐκ τῆς πόσιος μέγα ἐς τὸ σκῆνος ἔρχεται, καὶ ξυναπέρχεται τῶν σαρκῶν ἐς τὰ οὖρα μυρία. αἰτίη δὲ, ὀξεῶν νούσων τις ἀπέσκηψεν ἐς τόδε, καὶ ἐν κρίσι κρύβδην τὸ κακόηθες ἐγκατέλιπον αἱ νοῦσοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴσχειν τῶν ὁκόσα κύστι καὶ νεφροῖσι ἐνσκήπτει· ἀτὰρ εἰ ἐδάκη τις ὑπὸ τῆς διψάδος, τοιήδε τοῦ ἕλκεος ἡ πάθη· διψὰς δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινὰ, ἄσχετον δίψος ἐξάπτει. πίνουσίτε ἄδην οὐκ ἐς δίψεος ἄκος, ἀλλʼ ἐς τὴν τῆς κοιλίης πλημμύραν ἀκορίῃ ποτοῦ· ἢν δὲ ἀλγέῃ τις περιτάσι τῆς κοιλίης, καὶ ἀχθέῃ, καὶ τὸ ὑγρὸν ἐπίσχῃ ἐς μικρὸν, αὖθις ἄδην πίνουσι διψῶντες, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή. συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν.5 ἄλλοι δὲ οὐκ οὐρέουσι. οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, πλημμύρῃ δὲ ὑγροῦ, περιτάσι δὲ τῆς κοιλίης, ἐξερράγησαν ἀθρόως.
第二章论消渴(糖尿病) 消渴之患实属奇特,在人世间并不甚常见:乃肌肉与肢体消融为尿液之症。其病因与水肿同为湿与冷。排泄之通路仍为常道,即肾与膀胱。盖患者小便无休无止,正如开闸泄洪一般,奔流不息。此病之成乃属慢性,历经长久蓄积而孕育;然一旦定局形成,患者便寿数短促。盖消融迅猛,死亡迅速,况且生活亦屈辱而痛苦。口渴难以遏制;暴饮无度,与大量的尿液不成比例,盖排出的尿液更多;无论是饮水还是排尿,皆无人能阻止他们。若稍加忍耐——若是忍住不饮,则口干舌燥,身躯枯焦,内脏宛若火焚,心下懊憹,束手无策,不久便告殒命;此乃如火如荼之大渴。然又有何法能够阻遏排尿?抑或何种羞耻能胜过病痛?即便他们稍作克制,腰部、睾丸与髋部亦随之肿胀;一旦任其宣泄,便将尿液倾泻一空,肿胀之处遂得以消退。盖充溢之洪流尽皆传注于膀胱。 若病情定局,则表征昭然;当其将发未发之际,口中乏津,唾液色白而泛泡沫,宛若剧渴所致,然尚无渴感;两胁下重滞;自胃至膀胱有一股热感或冷感,宛若疾患降临之前兆;而且小便较平日略微频数;虽有口渴,但尚未至极甚。 若病情进一步加剧,则有微弱却如咬啮般的热感沉降于内脏;下腹多皱,静脉浮露,全身形体瘦削;此时小便与口渴已然日甚;若阴茎头部出现感觉,便立时排尿。因此在我看来,此症得名‘消渴(漏壶/虹吸)’,盖因其形若虹吸管,水液在躯体内不能留驻,反将人身视作通往出口之阶梯桥梁。他们尚能支撑一段时间,纵然并不甚久,盖因其一面饮水一面排尿;然消融之势极为可怕:盖饮入之物无甚实质归于身躯,反而有无尽的肌肉伴随尿液一同流失。 其病因在于,某种急性疾病转变为此症,且诸病在转归期暗中留下了恶性病根。袭击膀胱与肾脏的某种毒物有时亦具此诱因,此说并非不可信;此外,若有人被剧渴蛇(渴蝮)咬伤,创口之病痛亦是如此。渴蝮乃爬行之毒兽,若咬伤人,便引燃不可遏制之烈渴。他们大量狂饮,并非为了疗渴,而是由于贪饮而致腹中泛滥;若有人因腹部过度胀满而痛苦受迫,稍稍屏止饮水,渴感复起又复狂饮,此即诸恶之交替流转。盖渴感与饮水互相助虐。然而另有一些人并不排尿,所饮之水亦无其他散发途径。因此,由于贪饮无度、水液泛滥、腹部极度紧绷,他们遂猝然破腹爆裂而死。
- 2.2ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος
前置词 ποτί(爱奥尼亚方言,相当于雅典方言的 πρός)作副词用,意为“此外、而且”,引导省略系动词的名词句。
- 2.2πολυποσίη ἀνισόμετρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον
与格 οὔροισι πολλοῖσι 受形容词 ἀνισόμετρος(不相称的、不成比例的)支配,表基准或比较与格。后文明确指出尿量多于饮水量,表明两者的不相称在于失水多于摄入。
- 2.2ἐπιγάστριον ῥυσσοὶ, ἐπίφλεβοι, ἰσχνοὶ δὲ τὴν ὅλην ἕξιν
ἐπιγάστριον 与 τὴν ὅλην ἕξιν 均为关系对格(限制对格),修饰复数主体,说明其在“下腹部”呈皱缩、静脉凸显,而在“全身体质”上呈消瘦枯槁。
- 2.2ὅκως διαβάθρσῃ τῷ ἀνθρώπῳ ἐς ἔξοδον χρέεται
经文中的 διαβάθρσῃ 系 διαβάθρῃ(阶梯、通道)之异文。动词 χρέεται(爱奥尼亚方言,相当于 χρῆται)支配与格宾语 τῷ ἀνθρώπῳ,ὅκως διαβάθρῃ 作述语补足成分,意为“将人体如同梯道一般用作通往出口之路”。
- 2.2συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν
动词 συντιμωρέω 接与格 ἀλλήλοισι,意为“互相助长”或“共同加害/惩罚”。此处生动刻画了渴而狂饮、狂饮复渴的恶性循环,二者相互推波助澜以惩创人体。
