← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.1#2

全身浮肿与白肿的症候及局所性水肿

本节详述肉肿与白肿之表征及全水肿通有之身心症候,论及暴饮冷水等诱因、各年龄阶段之好发类型及病势凶吉。文末并探讨子宫等局所性水肿,以及腹腔寄生水囊之病态与其排出之存疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος,1 τὰς μὲν λαγόνας ἴσχουσι κενεὰς, οἰδαλέοι ἔασι καὶ πρόσωπα καὶ βραχίονας· ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται, ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες· παχὺ δὲ τὸ ἐπιγάστριον ἀπὸ τοῦ οἴδεος· μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης· ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοειδέα, ἰχώρ τε αἱμάλωπος, ὁκοῖος Ῥέει ἀπὸ ἐντέρων ἕλκεσι· τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, ὁ χυμὸς ἐκρέει· ἡ δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα. ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι· ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ πλησμονῆς· ἄνικμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖσι ἰκμαλέοι. λευκοὶ, γυναικώδεες· οἱ δὲ ἀνὰ σάρκα, μελάγχλωροι, μελανόφλεβες. ἀσκίτῃσι μὲν καὶ τυμπανίῃσι ἐπιφανέες καὶ ἐν προσώπῳ καὶ καρποῖσι καὶ ἐπιγαστρίῳ. ἐπὶ δὲ τοῖσι ἀνὰ σάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται, ὕπνοι βαρέες, νωθροὶ, σμικροὶ, ἀψυχίη, σμικρολογίη, φιλοζωΐη. καρτερίη οὐκ ἀπʼ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλʼ ἐξ αὐτέου τοῦ πάθεος·2 οὔτι φατὸν τὴν αἰτίην, θωυμάσαι δὲ τόδε μέγα, ἐπὶ μέν γε ἄλλοισι οὐ πάμπαν ὀλεθρίοισι οἱ νοσέοντες ἄθυμοι, κατηφέεσς, ἐράται τοῦ θανάτου· ἐπὶ δὲ τισι εὐέλπιδες καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία τίκτουσι αἱ νοῦσοι. γίγνεται ὕδρωψ καὶ ἐξαπίνης κοτὲ ἐπʼ ἀθρόῃ ψυχροποσίῃ, ἢν ὑπὸ δίψιος· χανδὸν πολὺ ψυχρὸν ἐγχέ ὕδωρ, οἶτα τὸ ὑγρὸν ἐς περιτόναιον ἐνεχθῇ διʼ ἃ δὲ τῇσι κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη,3 ἔπειτα εἰς τοὺς κενεῶνας σταγόνες ἐκρέουσι, αἳ πρόσθεν εἰς διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε οὖν εἰ γίγνεται, Ῥηϊτέρη ἡ τῶνδε ἴησις, πρίν τι τῶν σπλάγχνων ἢ ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεσμα φυσῶδες καὶ ἀπεψίη καὶ βούπρηστις ἔτεκον ὕδρωπας. ἔστι δὲ ξυνὸν πάντων τὸ κακὸν, ἀνδρῶν, γυναικῶν, ἡλικίης πάσης, ὁκόσον ἄλλοι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σάρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος· νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι· γέροντες μὲν πάντα παθέειν ἐτοῖμοι, ἀπόθερμοι· ψυχρὸν γὰρ τὸ γῆρας· ἀλλʼ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖσδε οὖν τυμπανίης ξυνήθης. ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι· ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν· ἀλλὰ τουτέων λευκοφλεγματίης μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπʼ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάρκα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι Ῥηΐτερον. Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ, ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη. καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ. ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται· ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέει· τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος·4 λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε διʼ ἐντέρων τοιαίδε κύστιες· ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων διʼ ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων Ῥαγή. οὐ γὰρ ἀσινὲς οὐδʼ ἀνώλεθρον τρωθὲν ἔντερον.

另一方面,肉肿与白肿患者的腹侧空虚,但面部和双臂却肿胀;凡在其他患者身上空虚的部位,在这些人身上皆变得充实。盖在白肿中形成的是虚白、寒冷而粘稠的痰饮;周身被其充满,面部、颈部与双臂皆肿胀;下腹部因浮肿而增厚;那些正值壮年、处于生命盛期的青年人,其乳房亦高高隆起。在肉肿中,肌肉消融为肉样体液,形成血色浆液,正如肠道溃疡所流出者;若因重物砸伤导致的挫伤,在皮肤表层作一切口,亦会流出此等体液。二者相混,则兼具双方之表征。 然而一切〔患者〕所共有的症状为:面色萎黄、气喘、咳嗽,时而迟钝,极度倦怠,不欲饮食;若进食少许,即便极微量且非产气之物,亦生胀气,绷胀宛若过饱。体内缺乏津液,故而即便沐浴亦不得润泽。肤色苍白如妇人;而肉肿患者则面色黧黑萎黄,静脉发暗。在腹水与鼓肠患者身上,这些在面部、腕部和下腹部尤为显露;而在肉肿和白肿患者身上,一切皆被浮肿所掩盖。睡眠沉重、昏昧而短暂;神志消沉,器量狭小,贪生顾命。其坚忍并非如逢幸事者那般出于心怀舒畅与良好希望,而是源于疾患本身。其原因实难言表,然此事实乃一大奇观:在其他非完全致命之疾患中,患者丧失斗志、愁苦抑郁、甚至求死;然而在某些疾患中,他们却满怀希望而贪生。疾病竟能滋生这两种截然相反的状态。 水肿有时亦因剧渴之下骤然暴饮冷水而突发:当人贪饮大量冷水倾入体内,随后水液被带入腹膜;且由此腹中生来之热受寒冷却,原本化为蒸气而散逸之水滴遂流注于腹侧。若由此而发,在其侵害内脏或累及全人之前,其治疗尚属易事。此外,产气之食、消化不良以及芫青之毒亦曾引发水肿。 此患虽为男女及各年龄段所共有,然各人应于不同形态之时令:小儿适于肉肿与白肿;壮年以前之青年,适于腹侧充盈之症;老年人因失温而易患诸病,盖衰老本寒;然彼等并无水液过多之由,故鼓胀乃其常病。 是故诸种形态皆险恶,盖水肿实乃诸病中之大恶;然在此之中,白肿尚属和缓。盖此症多有汗出或尿利之转机,抑或有时随之暴泻,水肿之态遂告消解。然鼓胀甚凶,肉肿比之尤甚;医者逢此重患,必须改造整个人体,然此举即便诸神亦非易事。 人体有时亦见局所性水肿:或在脑积水中见于头部,或仅见于肺、肝、脾,在妇人则见于子宫。子宫之水肿比他者更为易愈。盖若其口自原先之闭塞而开启,若蓄水则向外排泄,若蓄气则得以排出;然若子宫遭肉肿之变,通常妇人周身皆患水肿。 水肿尚有另一形态为人所知:在腹水积聚之部位,寄生有细小、繁多且充满液体之水囊,抑或悬浮于大量水液之中。其明证为:若穿刺下腹引流,流出少许水液之后,水囊便从内部堵塞孔窍,若推开器械,则复又流出。然此种形态并非善类。盖此等水囊从何处脱落排出,其道并不通畅。有人传言此等水囊曾由肠道排出;然我未曾亲见,故今不着一字,盖于彼等我无话可说。无论其自结肠抑或自胃流出,其形成之机理若何?盖万物自肛门排出之道虽畅通,然因水液自身在腹侧积聚而致肠壁破裂,实不可信。盖肠壁一旦受伤,决非无害,亦难免一死。

语法注4 条
  1. 2.1Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος

    虽以单数阳性冠词 Ὁ 开头,后接动词 ἴσχουσι 却为复数。介词短语 ἀνὰ σάρκα 与属格 τοῦ λευκοῦ φλέγματος 指代水肿的病型,依意合构词(constructio ad sensum)被理解为指代罹患这两种水肿的患者们。

  2. 2.1καρτερίη οὐκ ἀπʼ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλʼ ἐξ αὐτέου τοῦ πάθεος

    介词短语 ἀπʼ εὐθυμίης... 与 ἐξ αὐτέου τοῦ πάθεος 构成对仗。作者在此解释水肿患者所表现出的“坚忍(καρτερίη)”并非如顺境之人那般出于乐观与希望,而是由于病态本身的麻木所致的悖论式心理。

  3. 2.1διʼ ἃ δὲ τῇσι κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη

    短语 διʼ ἃ δὲ 引导关系原因从句,以先前暴饮冷水之行为或冷水本身为先行词,意为“腹中生来之热因之受寒冷却”。

  4. 2.1πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος

    πόθεν ἂν ἐκπέσωσι 由 ἄν 加连接式构成,表达潜在可能性之疑问(“水囊能从何处排出?”),在逻辑上补充后文的主句 ὁδὸς οὐκ εὔπορος(“其道并不通畅”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.1#2