- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.13#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了象病致命的威力及其源于天赋之热极度冷却之内因,详述其潜伏初起之隐蔽,以及随病情发展在皮肤、毛发、脉搏与面容上的病状,并解释其被称为“狮病”的缘由。
μέγα μὲν οὖν τὸ πάθος ἐς δύναμιν· κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον·1 ἀτὰρ καὶ ἰδέσθαι αἰσχρὸν καὶ δειματῶδες τὰ πάντα ὡς ἐλέφας τὸ θηρίον· ἀλλʼ ἄφυκτος ἡ νοῦσος· τίκτεται γὰρ θανάτου ἐπʼ αἰτίῃ. ψύξις ἐστὶ τοῦ ἐμφύτου θερμοῦ οὐ μικρά γε, ἢ καὶ πάγος, ὡς ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐς χιόνα, ἢ καὶ χάλαζαν, ἢ κρύσταλλον, ἢ πάγον. ἥδε ἐστὶ ἡ ξυνὴ θανάτου καὶ τοῦ πάθεος αἰτίη, ἀτὰρ οὐδὲ ἴσχει τέκμαρ οὐδὲν ἡ ἀρχὴ τῆς νούσου μέγα· οὐδέ τι ξενοπρεπὲς κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ· οὐδὲ ἐπὶ τοῖσι ἐπιπολῆς τοῦ σκήνεος φαντάζεται, ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι.2 ἀλλὰ τοῖσι σπλάγχνοισι ἐμφωλεῦσαν ὅκως ἀΐδηλον πῦρ, ἤδη τύφεται, καὶ τῶν εἴσω κρατῆσαν αὖθίς κοτε ἐπιπολαίως ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκως ἀπὸ σκοπιῆς τοῦ προσώπου ἀρχόμενον τηλεφανὲς πῦρ κακόν. μετεξετέροισι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνος, γούνατος, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιστοι οἱ ἄνθρωποι, ὅτι περ ὁ ἰητρὸς οὐ πρὸς τὰς ἀρχὰς τὰς ἀσθενεστάτας τοῦ πάθεος τῇ τέχνῃ χρέεται, Ῥαθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆς ξυμφορῆς. νωθέες μὲν γὰρ, ὡς ἀπὸ σχεδίου προφάσιος, ὑπναλέοι, ἡσύχιοι, τὴν κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖσι ὑγιαίνουσι κάρτα οὐκ ἀήθεα· ἐπὶ δὲ τῇσι αὐξήσεσι τοῦ πάθεος ἀναπνοὴ βρωμώδης ἐκ τῆς ἔνδον διαφθορῆς τοῦ πνεύματος. τοιάδε ὁ ἀὴρ, ἤ τι τῶν ἔξωθεν αἰτίην ἴσχειν δοκέει· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷον ὑποζυγίου. ἀπὸ σιτίων ὠμῶν τε καὶ ἀπέπτων ἡ ἀνάδοσις, καὶ οὔτε τουτέων ἐστὶ αἴσθησίς τε καὶ μελέτη. οὐδὲ γὰρ οὐδʼ ἢν μὴ πέψωσι γιγνώσκουσι· ὁμοίη ἀπεψίη καὶ πέψις ἥδε· εἰς χρηστὸν γὰρ ἢ οἰκεῖον, οὐ ξυνήθης αὐτέοισι ἡ πέψις. ἀνάδοσις δὲ Ῥηϊδίη, ὅκως ἐς τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντος τοῦ πάθεος. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν· ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρʼ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺ τῶν ὄχθων ἔρρηκται, ὅκως τὸν Ῥινὸν ἐλέφας.3 εὐρεῖαι δὲ φλέβες οὐ πλημμύρῃ τοῦ αἵματος, ἀλλὰ τῷ τοῦ δέρματος πάχεϊ· οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη,4 τοῦ παντὸς εἰς ἶσον ὄχθον ἐγειρομένου· τρίχες ἐν μὲν τῷ παντὶ προτεθνήσκουσι, χερσὶ, μηροῖσι, κνήμῃσι, αὖθις, ἥβῃ, γενείοισι ἀραιαὶ, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι· τὸ δὲ μᾶλλον πρόωροι πολιοὶ καὶ φαλάκρωσις ἀθρόη. οὐκ εἰς μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά· εἰ δὲ καὶ ἐπιμίμνοιεν παυραὶ τρίχες, ἀπρεπέστεραι τῶν ἀποιχομένων· δέρμα τῆς κεφαλῆς κατερρωγὸς εἰς βάθος· Ῥυτίδες δὲ συχναὶ, βαθεῖαι, τρηχεῖαι· ὄχθοι ἐς τὸ πρόσωπον σκληροὶ, ὀξέες· ἄλλοτε μὲν ἐς κορυφὴν λευκοί· ποιωδέστεροι δὲ τὴν βάσιν· σφυγμοὶ σμικροὶ, βαρέες, νωθροὶ, ὅκως διʼ ἰλύος μόλις κινεύμενοι· φλέβες κροτάφων ἐπηρμέναι, καὶ ὑπὸ τῆς γλώσσης· κοιλίαι χολώδεες. γλῶσσα χαλαζώδεσι ἰόνθοισι τρηχεῖα· οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν σκῆνος ἔμπλεων τοιῶνδε ἔμμεναι. καὶ γὰρ καὶ τοῖσι κακοχύμοισι ἱερείοισι τὰ κρέα χαλάζης ἐστὶ ἔμπλεα· ἢν δὲ πολλὸν αἴρηταί τι ἀπὸ τῶν ἔνδοθεν, ἡ πάθη καὶ ἐπὶ τοῖσι ἄκροισι φαίνηται, λειχῆνες ἐπὶ τοῖσι ἄκροισι δακτύλοισι, γούνασι κνησμοὶ, καὶ τῶν κνησμῶν ἅπτονται μεθʼ ἡδονῆς· ἀμπίσχει δὲ ὁ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ· ἐρεύθει δὲ καὶ μῆλα ξὺν ὄγκῳ οὐ κάρτα μεγάλῳ· ὀττίες ἀχλυώδεες, χαλκώδεες·5 ὀφρύες προβλῆτες, παχεῖαι, ψιλαὶ, βρίθουσαι κάτω, μεσοφρύων ξυνηγμένων ὀχθώδεες· χρῶμα πελιδνὸν ἢ μέλαν. ἐπισκύνιον οὖν μέγα ἕλκεται καλύπτειν ὄσσε, ὅκως τοῖς θυμουμένοις, ἢ λέουσι· διὰ τόδε καὶ λεόντιον κικλήσκεται.
因此,此疾力量甚巨;盖于杀伐而言,其力胜过一切;且望之丑恶,通体可怖,正如象这种野兽;况且此病不可逃遁,因其生于死因之上。此乃天赋之热的绝非轻微之冷却,甚或是冻结,宛如一场严冬,水化为雪,或雹,或冰,或霜。此乃死亡与此疾患之共有成因。然而此病之始并无任何显著征候;亦无任何奇异之灾咎骤降于人;更不显现于躯体表层,以致人能立即发觉并在初发之时予以救助。反而如幽微暗火深伏于内脏之中,已然闷烧,在压服体内各部之后,方在某一时刻于体表引燃,多如自面庞这一岗哨发端之恶火,远观可辨。在另一些人身上,则始自肘尖、膝头,以及手足之指节。亦由此缘故,患者无可指望,因医者未能在病患最为微弱的初起阶段施展医术,此乃由于患病者对自身祸患之懈怠与无知所致。盖他们宛如出于轻微诱因而怠惰、嗜睡、静默,腹肠干燥。此类情形纵在常人亦极非罕见。然而随病势增长,因内部气息之腐败,呼吸遂带恶臭。此类状况令人以为成因在空气或外界他物。尿液浓稠、发白、浑浊,如驮畜之尿。养分之散布源自粗生未化之食,且对此类情形既无觉察亦无注意;盖彼等纵未消化亦不自知;此种消化犹如未消化;因彼等已无转化归于有益或合宜之常规消化。然散布容易,宛如病邪为供己之滋养而大肆劫掠抽取。因此彼等下腹干燥。丘垄般之隆起相继突起,彼此相邻而尚未连绵,粗厚且粗糙,丘垄之间相互龟裂,恰似象皮皲裂一般。静脉之所以粗大,非因血液丰盈,乃因皮肤之厚度;不久连其原本基底亦不可辨,因全体皆隆起为整齐划一之丘冈。全身之毛发皆先期枯死,手部、大腿、胫部皆然;继而阴部与髭须渐趋稀疏,头皮之发亦复脱落;更有早白与骤然秃顶。不久阴部与髭须落尽;纵有少数残存,较之脱落者更为丑陋。头皮向深处龟裂,皱纹繁多、深邃、粗粝;面庞之隆起坚硬锐利,有时顶端泛白,根基则更显草色。脉搏微弱、沉重、迟缓,宛如穿行泥泞而勉强动弹。太阳穴之静脉隆起,舌下之静脉亦然;肠腑呈胆汁质。舌面因雹粒般之小疹而粗糙;通身皆充斥此类小粒亦不足为奇。盖即便于体液不良之祭牲,其肉亦充斥雹粒之结节。若有大量浊物自内而起,病邪亦显现于四肢末端,则指尖生出苔癣,膝部奇痒,而彼等抓挠奇痒反觉快意。苔癣有时亦环绕髭须下巴;面颊微红,伴有并不甚大之肿块;双目昏蒙,泛出青铜色;双眉向前突出、肥厚、无毛、向下重坠,因双眉之间相互紧缩而如丘垒;肤色发青或黝黑。故而巨大之眉间额皮下垂以覆双目,宛如盛怒之人或雄狮;亦因此故,此病复被称为狮病。
- 2.13κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον
不定式 κτεῖναι 作限制性(解释性)不定式,修饰形容词 δυνατώτατον(“于杀伐而言最有力”)。最高级 δυνατώτατον 与 πάντων μᾶλλον 叠用,构成强调性的重叠表达。
- 2.13ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι
连词 ὡς 连带不定式(ἰδεῖν 与 ἀρῆξαι)构成结果状语从句(“以致能立即看清并在初起时予以救助”)。与格分词 ἀρχομένῳ 为现在中动相,指代发作之初的疾患(省略的 πάθει 或 κακῷ),作 ἀρῆξαι 所支配的利益与格。
- 2.13ὅκως τὸν ῥινὸν ἐλέφας
承前文 ἔρρηκται 省略谓语动词的比照从句(“宛如象于其皮[皲裂]一般”)。τὸν ῥινὸν 作限制宾格(关系宾格)。
- 2.13οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη
介词短语 οὐκ ἐς πολλόν 作副词用,意为“不久、很快”。ἕδρα(基座、基底)指病变隆起发生前皮肤原有的基准界面,系动词在表语形容词 δήλη 旁省略。
- 2.13ὀττίες ἀχλυώδεες, χαλκώδεες
ὀττίες 是爱奥尼亚方言中对应于 ὄψιες 或 ὄσσε(眼睛、视觉)的罕见变体形式,在此作主语,描述患者眼目昏蒙并呈现青铜色的病征。
