- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.13#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述象皮病在庞大体势、昏黑肤色及粗厚皲裂之表皮等方面与野兽大象的诸多共通点,描绘了大象的外貌特征与饮水进食之习性,并阐明此病兼具狮病、色欲病与赫拉克勒斯病诸名称的缘由。
Κεφ. ιγʼ. περὶ Ἐλέφαντος. ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον· μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπʼ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορέως ἅπαντες καὶ διʼ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος, ὅκως οἱ Θρήϊκες Ῥήσου· ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος. οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκοντα· ἄλλοι δὲ κυάνεοι· ἵππῳ εἰσάμενος παρελέξατο κυανοχαίτῃ. ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντατα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπʼ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν·1 καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα, μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότατα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη,2 καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῆκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφι διπλῶν· προβολὴν δʼ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως Ῥινὶ τῇδε τῇ σύριγγι· ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαροῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας ἐντίθησι πολλὸν τῇ κοιλίῃ· εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι.3 ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν Ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν Ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τʼ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον,4 ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἄλλα ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλʼ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτου τε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον.
第十三章论象病 象病这一疾患与象这一野兽之间,在形态、肤色、体积与生活方式上有着无数共通之处;然而二者皆不与任何他物相似,既无疾病与此病相似,亦无动物与此兽相似。确实,象这种野兽极为特异:首先,它最大且最粗厚;论体积,就如同将一只动物叠在另一只动物之上巍然如塔那般宏大;论粗厚,若将若干最为粗硕之兽并列拼合,方可与匹敌。且在形态上亦全然不类他物;就肤色而言,全体通身皆纯黑至极。譬如马匹,有极白者,如瑞索斯之色雷斯马;亦有白蹄者,如墨涅拉俄斯之白蹄马;有栗色者,如那一百五十匹;亦有深黑青绀者:“化作深青鬃鬣之骏马,与之共卧”。牛与犬亦然,凡在大地上生息之爬虫与走兽皆然。唯有象之肤色昏黑如冥,状类黑夜与死亡。论其形态,它有着极黑之头颅与缺乏鲜明特征的面庞,面容模糊,生于短小之颈项上,以致头颅宛若径自坐落于双肩之上;颈项因而不显。盖其双耳硕大、宽阔、如翅翼一般,直垂至锁骨与胸膛,以致颈项为双耳所遮蔽,正如舟船之蔽于帆幔。象在极黑之躯体上更生有惊人纯白之双角;亦有人称之为齿;唯独此物洁白绝伦,非任何其他动物之任何部分所能及,纵使白色动物亦不能比。且此物并非如角类动物之生性那般生于额头与太阳穴之上,而是位于口与上颌处,并非全然笔直向前,而是略微向上弯曲;此乃为使其能以直挺之处撕裂物体,并用此上翘之牙挑起重负。其角甚大,中等者长约一噚;另有一些远大于此,甚或可达两倍之巨。上颌更自唇边伸出一段突起,修长、无骨、屈曲如蛇类。其突起之末端有两孔,造化将此两孔直通贯穿至肺部,宛如双管笛;此兽将此导管如鼻一般用于呼吸,亦用之如手;盖若其愿意,即可用此突起执持杯爵;将之环抱并强力握持,除非另一只更强壮之象,否则无人能以蛮力夺去;此外,它亦以此探求青草为食,而非以口中细齿食肉为生。盖其腿足修长,将兽身撑离地面甚高;且正如我所言,其颈又短。故而它断不能以口在地觅食。加之生于口前之角亦阻碍其口触及青草。是故它用此突起卷起大捆草料;继而如束麦之索般以此将之系结,大批送入腹中;故古人称此为前摄食之鼻。盖它是在身躯之前以此采食也。且以口自湖泊或河流饮水亦不可行,盖缘由相同。若口渴,它便将突起末端之鼻浸入水中;继而宛如呼吸一般,不吸空气而大汲流水;一旦如杯盏般注满其鼻,便如江河般倾注入口中;继而复汲复倾,直至如商船之舱一般灌满其腹。其皮粗糙且极厚,具如丘垄般之皲裂、修长之沟壑、横向之凹陷裂口,亦有倾斜而极深之缝隙,通体恰似三度犁翻之休耕田地。至于毛发与鬃毛,其他动物皆自然生具,而于象则唯有细绒而已;与其余走兽相比更有无尽之差异:盖其膝有时向后弯曲如人,且乳房生于腋下如妇人;然我如今全无必要详书此兽,除象病这一疾患亦有何等特异、且患病者之容貌与此兽之本性有多少相似之处外;人们亦称此疾为“狮病”,因其眉间之貌相似,对此我后文当叙;又因其面颊潮红以及对交合难以抑制且不知羞耻之冲动,而称之为“色欲病”;更称之为“赫拉克勒斯之病”,因无任何疾患大于此疾或更为强悍。
- 2.13ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν
连词 ὡς 配合不定式(δοκέειν)表达结果或给观察者带来的主观印象,表明前文短颈之状所呈现的直观视觉效果(“以致头颅宛若坐落于双肩之上”)。
- 2.13ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη
引导目的从句的 ὅκως 支配希求式 ἐνείη(非人称动词 ἔνειμι 的现在希求式,意为“得以……”或“有可能……”),并进而支配两个不定式 δατύσσεσθαι 与 ἄρασθαι,用以说明象牙向上微曲的形态学目的。
- 2.13εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι
连词 εὖτε 本义为时间副词“当……之时”,但在希罗多德与阿勒泰乌斯等爱奥尼亚散文中常作因果或推论连词(“因此”、“故而”)。此处引出对“长鼻”(προβοσκίς)一词的词源解释,并由紧随其后的解释性分句(在身躯之前采食)加以印证。
- 2.13ῥινὸν τρηχὺν καὶ πάχιστον
缺少限定动词的宾格名词短语。其构架依循上下文承前省略的占有动词(如前文出现的 ἴσχει),作为宾语延续对身体部位的描摹;亦可视为叙述解剖特征时使用的描摹性独立宾格。
