- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.13#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙象皮病恶化后的面容畸变、四肢溃烂坏死与极度折磨,并叙述患者遭遗弃于荒野后,吞食或饮下毒蛇浸汁以求解脱的两则传闻及神奇重生的寓意。
τοιγαροῦν οὐ λέουσι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ ἀταλάντος ὑπώπια.1 Ῥὶς, σὺν ὄγκοισι μέλασι, ὀκριοειδέες, χειλέων προβολὴ παχείη· τὸ δὲ κάτω πελιδνόν· ἔκρινες· ὀδόντες οὐ λευκοὶ μὲν, δοκέοντες δὲ ὑπὸ μέλανος, ὦτα ἐρυθρὰ, μελανόεντα, κεκλεισμένα, ἐλεφαντώδεα, ὡς δοκέειν μέγεθος ἴσχειν μέζον τοῦ ξυνήθεος· ἕλκεα ἐπὶ τῇσι βάσεσι τῶν ὤτων, ἰχῶρος Ῥύσις, κνησμώδεα· Ῥυσοὶ τὸ πᾶν σκῆνος Ῥυτίσι τρηχείῃσι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι, ὁκοῖον αὔλακες μέλανες τῶν Ῥινῶν. διὰ τοῦτο καὶ ὁ ἐλέφας τοῦ πάθεος τοὔνομα· ἰχνέων καὶ πτερνέων μέσφι τῶν μέσων τῶν δακτύλων Ῥήξιες. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ κακὸν, ἑλκώδεες τοὺς ὄχθους, μήλων, γενείου, δακτύλων, γονάτων, κάκοδμα καὶ ἀναλθέα τὰ ἕλκεα. ἄλλα γὰρ ἐπʼ ἄλλοισι ἐξανίσταται, ἐπʼ ἄλλοισι ἄλλα πρηΰνεται. ἤδη κοτὲ καὶ τῶν μελέων προαποθνήσκει τοῦ ἀνθρώπου ἄχρι ἐκπτώσιος, Ῥίς, δάκτυλοι, πόδες, αἰδοῖα καὶ ὅλαι χεῖρες. οὐδὲ γὰρ θανατοῖ τὸ κακὸν εἰς ἀπαλλαγὴν βίου αἰσχροῦ καὶ ἀλγέων δεινῶν πρόσθεν ἢ ἐς μέλεα διατμηθῆναι τὸν ἄνθρωπον·2 ἀλλὰ μακρόβιόν ἐστι, ὅκως ἐλέφας τὸ ζῷον. ἢν δὲ καὶ ἄλγος ἀρτίως ἔῃ τῶν μελέων, πολλόν τι ἐπικόπτει βαρύτερον, ἄλλῃ καὶ ἄλλῃ πλανεύμενον· σιτίων ὄρεξις οὐκ ἀγεννὴς, ἄποιος ἡ γεῦσις, οὐδὲ τερπνὸν ἡ ἐδωδὴ καὶ ἡ πόσις· ἁπάντων δὲ ὑπʼ ἀχθηδόνος, μῖσος, ἀτροφίη, ἐπιθυμίη λυσσώδης· κόποι αὐτόματοι, μελέων ἑκάστου ἰδέη βαρεῖα, καὶ τὸν ἄνθρωπον ἀχθέει καὶ τὰ σμικρὰ μέλεα· ἀτὰρ καὶ τὸ σῶμα πρὸς ἅπαντα ἄχθεται, οὐ λουτροῖσι τέρπεται οὐκ ἀλουσίῃ, οὐ τροφῇ, οὐκ ἀσιτίῃ, οὐ κινήσι, οὐκ ἠρεμίῃ. πᾶσι γὰρ ἐφέστηκεν ἡ νοῦσος. ὕπνος λεπτὸς, ἀγρυπνίης κακίων φαντασίῃ· δύσπνοια καρτερή· πνῖγες ὡς ἀπʼ ἀγχόνης. ὧδε γοῦν τινὲς κατέστρεψαν τὸν βίον, νήγρετον ὕπνον ἐς θάνατον εὕδοντες. τοιούσδε οὖν ἐόντας τίς οὐκ ἂν φύγοι ἢ τίς οὐκ ἂν ἐκτραπείη, κἤν υἱὸς, ἢ πατὴρ ἔῃ, κἢν κασίγνητος τύχῃ; δέος καὶ ἀμφὶ μεταδόσιος τοῦ κακοῦ. πολλοὶ γοῦν ἐπʼ ἐρημίης καὶ ἐς ὄρεα τοὺς φιλτάτους ἐξέθεσαν, οἱ μὲν ἐς χρόνον ἐπαρήγοντες τῷ λιμῷ, οἱ δὲ ἥκιστα, ὡς σφέας ἐθέλοντες ἐκθανεῖν. λόγος δὲ ὡς τῶν ἐπʼ ἐρημίης ἀφιγμένων τις ἐξερπύσαντα ἐκ τῆς γῆς ἔχιν ἰδὼν, ὑπʼ ἀνάγκης τοῦ λιμοῦ ἢ τῷ πάθεϊ ἀχθεσθεὶς, ὡς ἀμείψασθαι τὸ κακὸν κακῷ, ζῶντος ἐνέφαγε τοῦ ἔχιος, καὶ οὐ πρόσθεν ἐτελεύτησε πρὶν ἢ πάντα αὐτῷ διασαπῆναι καὶ ἀποστῆναι τὰ μέλεα. ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα,3 πιόντα τε τοῦ γλεύκεος εἰς κόρον ἀποβλύσαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ συνεκχεῖν τῷ γλεύκεϊ· ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύκεος πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεος διζήμενον· ὡς δὲ ἐς κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκως ἀποθνήσκων· ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆς μέθης ἐξήγρετο, περιερρύησαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοί τε καὶ ὄνυχες· ἑξῆς δὲ περιτετήκεισαν πάντα. ἐπεὶ δὲ ἔτι ἐν σπέρματι ἡ δύναμις ἦν, ἐκηροπλάστεεν αὖθις, ὅκως ἐκ γενετῆς, τὸν ἄνθρωπον ἡ φύσις· ἐξέθρεψε μὲν ἄλλας κόμας καὶ ὄνυχας νέους καὶ σάρκα καθαρὴν, καὶ ἐξέδυ μὲν τὸν παλαιὸν Ῥινὸν, ὡς γῆρας ἑρπετοῦ· ἐπανεκλήθη δὲ ἐς φῦμα ζωῆς, ὅκως ἄλλος ἄνθρωπος. ὧδε μὲν οὖν ὁ μῦθος, οὐ κάρτα μὲν ἀτρεκὴς, οὐ πάγχυ δὲ ἄπιστος. κακὸν γὰρ κακῷ βλαφθῆναι πιστόν. τὴν φύσιν δὲ ἐπὶ τῷ ἐόντι ζωπύρῳ ἀνανεῶσαι τὸν ἄνθρωπον, οὐκ ἄπιστον ἐς τέρατος ἰδέην.
因此,其容貌不仅比拟雄狮或大象,甚至可比迅疾之黑夜。鼻梁伴有黑色肿块而嶙峋不平;唇部突出肥厚,下唇发青;鼻孔洞开;牙齿虽非洁白,却因周围之晦暗而显得洁白;双耳发红带黑,闭塞壅堵,如象耳一般,以致其尺寸看似大于常度;耳根处溃疡丛生,脓汁溢流,奇痒难当;通体躯壳因粗糙之皱纹而萎缩;更有深深裂痕,宛如兽皮之黑褐色沟壑。因此缘故,此疾患之名亦称象皮病;自足底、足跟直至趾间中部皆有龟裂。若凶疾进一步加重,则颊部、髭下、手指、膝头的隆起皆化为溃疡,且溃疡恶臭不愈。盖此起彼伏,一方方敛,他处复作。甚至有时部分肢体先于其人枯死乃至脱落:鼻、指、足、阴部乃至整只手掌。盖此凶疾在将人肢解之前,决不致人于死地以解脱其丑恶之生与酷烈之痛;反倒宛如象这种动物一般顽强长寿。纵然四肢刚起微痛,游移于各处,亦以沉重得多之势摧折人体;进食之欲并非不振,然味觉全无,饮食皆无可悦;在诸般苦楚压迫之下,憎恶、羸瘦与如狂之贪欲交加;劳顿不召自至,每一肢体之感觉皆极沉重,纵是微细肢节亦令人生厌受累;躯体对于万事皆觉沉重不堪,既不悦于沐浴,亦不喜于不浴,既不安于进食,亦不适于绝食,既不耐于运动,亦不乐于静止。盖病魔已凌驾一切之上。睡眠浅薄,因幻象丛生而甚于失眠;气喘剧烈;窒息宛如受缢。某些人便如此结束生命,沉入长眠不醒之死境。 面对如此之人,纵是亲子、慈父,或恰为兄弟,又有谁不逃避,谁不避之不及?亦有畏其传染凶疾之恐慌。许多人遂将至亲之人弃于荒野及深山之中,有人尚且在一段时间内接济其饥馁,有人则全不顾及,意在令其自毙。相传流落荒野者中有一人,见一毒蝰自地中爬出,迫于饥饿之急,或苦于恶疾,意欲以恶易恶,遂活吞此毒蝰;其人直至周身肢节完全溃烂脱落,方才气绝。又传另一人见毒蝰爬入未发酵葡萄汁之大瓮,痛饮汁液至饱而反吐,并将其大量毒液混注于汁中;待此兽溺毙于汁内,此人但求速解残生与痛疾,遂大口畅饮此汁;待其陷入饱胀与沉醉,起初宛如垂死之人僵卧于地;待其自昏睡与酩酊中苏醒,起初须发脱落,继而手指与指甲脱落;随之周身悉皆溶蚀。然而生机之力尚存于胚种之中,自然遂如初生一般重新塑形其人:新生出他种须发、全新指甲与洁净肌肤,〔其人〕蜕去旧皮,宛如爬虫之蜕变;重获生命之新芽,宛若换作另一人。此传说虽非全然确凿,亦非全然不可置信。盖恶为恶所损,乃属可信;而自然凭既存之生命火种令人重获新生,从奇迹的角度而言亦非不可置信。
- 2.13ἀταλάντος ὑπώπια
ἀταλάντος 为荷马史诗以来的诗意形容词,意为“与……相当”,支配与格(νυκτὶ θοῇ)。ὑπώπια 为中性复数宾格,作关系宾格(限定宾格),修饰形容词,表“在面容/眼部周围与……相似”。
- 2.13πρόσθεν ἢ ἐς μέλεα διατμηθῆναι τὸν ἄνθρωπον
πρόσθεν ἤ(在……之前)引导带不定式的结构,διατμηθῆναι 的逻辑主语为宾格 τὸν ἄνθρωπον,构成“在人被切碎为肢体之前”的时间从句含义。
- 2.13ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα
承接前句的 λόγος [ἐστί](有传言谓……)中间接引语结构,主要动词以不定式 ἰδεῖν 呈现(主语宾格为 ἄλλον),其后接分词宾语短语 ἔχιν... ἑρπύσαντα(“见一条毒蝰爬入……”)。
