- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.12#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详述了痛风与关节炎向脊椎、颅骨缝、面部等全身骨骼连接处的蔓延及其结石形成过程,并阐释了基于寒热属性的治疗差异、性别与发病年龄特征、缓解期患者的心理生活状态,以及向水肿和哮喘的致命转归。
οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούσῳ χειρῶν τε καὶ ποδῶν,1 ὅτι ἄμφω ὁμοφυέα, ἰσχνὰ καὶ ἄσαρκα καὶ ἐγγυτάτω τοῦ ἔξω ψύχεος· ἀπωτάτω δὲ τοῦ ἔσω θάλπεος. αὖθις ἀγκὼν καὶ γόνυ· ἐπὶ δὲ τοῖσι κοτύλαι, περίστροφος ἥδε μετάβασις ἐς νώτου μύας καὶ θώρηκος. ἄπιστον εἰς ὅσον ἕρπει τὸ κακόν. σπόνδυλοι ἀλγέουσι Ῥάχεός τε καὶ αὐχένος, καὶ ἐς ἄκρον ἐρείδει τοῦ ἱεροῦ ὀστέου· καὶ ξυμπάντων τοῦ βουβῶνος καὶ ἰδίῃ ἡ ἑκάστου ὀδύνη. ἀτὰρ οἱ δὲ τένοντες ἠδὲ μύες ξὺν ἐντάσι ἀλγέουσι. γνάθων καὶ κροτάφων μύες· νεφρῶν καὶ κύστιος ἡ διαδοχή. ὢ τοῦ θώματος,2 ἐπὶ πᾶσι πάσχει Ῥῖνας, καὶ ὦτα, καὶ χείλεα,3 πάντη γὰρ νεῦρα καὶ μύες· τῆς κεφαλῆς ἤλγεέ τις Ῥαφὰς, οὐκ εἰδὼς μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν Ῥαφῶν τὰ εἴδεα, λοξὴν, εὐθείην, ἐπικάρσιον, ὀπίσω τε καὶ πρόσω· ἰσχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖσι ὀστέοισι ἐμπεπαρμένην. πᾶσαν γὰρ ὀστέων ξυμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώσιες· τὰ πρῶτα μὲν ὁκοῖον ἀποστάσιες ἴσχουσι· ἐπὶ δὲ μᾶλλον πυκνοῦνται, καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέες αἱ ἀφέσιες· τέλος δὲ πῶροι στερροὶ, λευκοὶ ξυνίστανται· ἐς δὲ πᾶν ὄγκοι σμικροὶ ὁκοῖον ἴονθοι καὶ μέζονες· ὑγρὸν δὲ παχὺ, λευκὸν, χαλαζῶδες. καὶ γὰρ τοῦ παντὸς ἡ νοῦσος ψυχρὴ ὅκως χάλαζα· δοκέει δὲ θέρμης ἢ ψύξιος ἴσχειν διαφορήν. καὶ γάρ τισι τῶν αὖ βδελυκτῶν ἡδονή· ἐμοὶ δὲ ἁνδάνει μίην μὲν αἰτίην τὴν ἔμφυτον ψύξιν ἔμμεναι, μίην δὲ καὶ πάθην· ἀλλʼ ἢν μὲν εὐθέως ἐπιδώῃ καὶ θέρμη φανῇ, ἐμψύξιος χρέος καὶ τοῖσι τέρπεται. ὀνομάζουσι δὲ θέρμην τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφʼ ἧς θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος. χρὴ δὲ τάδε πολλὰ τῶν κάρτα δριμέων, θερμασίη γὰρ τά τε ξυμπεπτωκότα μέρεα εἰς ὄγκον ἤγειρε, καὶ τὴν ἔσω θέρμην ἐς ἀνάκλησιν ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέος. πίστις· τοῖσι γὰρ αὐτέοισι οὐ τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτʼ ἔβλαψεν ἄλλοτε· ὡς δὲ ἔπος εἰπεῖν, θέρμης ἐπὶ τῇ ἀρχῇ, ψύξιος δὲ ἐπὶ τῷ τέλει χρέος. ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ Ῥηϊδίως γίγνεται, διαλείπει δὲ ἔσθʼ ὅπη χρόνον μακρόν, λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε ποδαγρὸς ἐπʼ ἀνέσι δρόμον. ἀλλʼ ἄνδρες μὲν παθεῖν Ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ. τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι, ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη· ἢν δὲ ἐπανέλθωσι,4 τοῦτο μὲν, ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι, καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ παρούσῃ ζωῇ. ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.
盖手与足对于此疾而言界限本不甚大,因二者性质相似,细瘠而少肉,离外界之寒冷最近,而离体内之温热最远。其次是肘与膝;继此二者则是髀臼,此种转变又回环转向背部与胸部之肌肉。此邪疾蔓延之广实令人难以置信。脊梁与颈项之椎骨作痛,且重压及于骶骨之末梢;痛楚既属于腹股沟之整体,亦属于每一局部。此外,筋腱与肌肉亦伴随痉挛而剧痛。下颌与太阳穴之肌肉亦受累,继而传导至肾脏与膀胱。嗟乎,何其奇异!除这一切之外,鼻、耳与唇瓣亦受其害;盖筋腱与肌肉无处不在。曾有人头颅骨缝作痛,虽不知何物致痛,却能指认骨缝之形态——斜行、直行、横断、向后与向前;其痛细窄而深钉于骨中。盖此疾侵蚀骨骼之每一接合,正如侵蚀足或手之关节一般。 关节处亦生硬结(痛风石)。起初状如脓肿,继而愈加致密,随津液之凝固,其排出变得艰涩猛烈;最终坚硬白皙之石质凝聚;全体各处皆有如痤疮之小肿块乃至更大之疙瘩;其液浓稠、白亮、状若雹粒。实则,通体而言此疾寒冷如雹,然似乎兼具温热或寒凉之差异。盖亦有人于令人嫌憎之物中反得快意。然于我而言,生来之寒冷乃是单一之病因与单一之疾患,此说较为可取。但若其随即增剧且显露温热之候,则需用清凉之法,患者亦以此为适;人们遂称此为热性。然若疼痛深留于筋腱之内,关节塌陷不热且不肿胀,我当谓此乃寒性之疾,对此当用温热之药以唤回热气。当多用极度辛烈之物,盖温热之力能使塌陷之部隆起为肿,并将体内之温热唤出;届时又需用清凉之物。明证在此:即对于同一患者,相同之物并不总是有益;往昔有效者有时反致为害。简而言之,起初需用温热,终了则需用清凉。是故持续不解之痛风非轻易发生,有时亦长久间歇,因其性质微细;甚至曾有痛风患者于缓解期在奥林匹亚赛跑中夺冠。 然而男子更易染患,受苦却轻于女子;女子发病虽较男子稀少,病势却更为剧烈。盖凡不合常习亦非本性之物,若因强力迫促而占上风,便会酿成更大之凶祸。发病年龄多在三十五岁起。或早或迟则随各人之体质与养生而定。是故其痛可畏,而伴随之征象甚于疼痛:触碰即至昏厥、无法动弹、厌食、口渴、失眠。然一旦患者得以复常,一方面恍若逃出死地,生活放纵、无所自制、坦荡乐天、受人馈赠、饮食奢靡;另一方面又如行将就死一般,尽情挥霍当下之生命。痛风在许多人身上骤转为水肿,在另一些人身上则转为哮喘;而此等转变无可逃遁。
- 2.12οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούσῳ χειρῶν τε καὶ ποδῶν
τῇ νούσῳ 为表关涉或视角的与格(dativus relationis),意为“对于该疾病而言”。χειρῶν τε καὶ ποδῶν 则是依附于名词 τὰ ὅρια 的分别或分离属格,意指“手与足之间的界限/间隔”。
- 2.12ὢ τοῦ θώματος
与感叹词 ὢ 连用的感叹属格(genitive of exclamation),表示对病情蔓延至面部软组织时的极大惊奇(“嗟乎,何其奇异!”)。
- 2.12πάσχει Ῥῖνας, καὶ ὦτα, καὶ χείλεα
动词 πάσχει(通常为不及物动词“受苦、受患”)在此处直接支配表示身体器官的宾格(Ῥῖνας, ὦτα, χείλεα),作为直接宾语或受影响部位宾格,意为“鼻、耳、唇亦罹患此疾”。
- 2.12ἢν δὲ ἐπανέλθωσι
此处的隐含主语由前文的病痛诸症转为“患者们”。不及物动词 ἐπανέρχομαι 在此指自发作中恢复、处于间歇缓解期(“一旦复常”)。后文的 τοῦτο μέν ... τοῦτο δέ 为相应关联句式,用以对比引出康复患者的双重行为与生活方式。
