- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.12#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明关节炎根据发病部位的分类(痛风、坐骨神经痛、手痛风)及其本质属于筋腱与骨骼连结之疾,藉致密组织与先天温热失调解释疼痛的生理机制,并详述坐骨神经痛及末梢关节痛发病初期的部位与蔓延过程。
Κεφ. ιβʼ. περὶ Ἀρθρίτιδος καὶ Ἰσχιάδος. ξυνὸς μὲν ἁπάντων τῶν ἄρθρων πόνος ἡ ἀρθρῖτις· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰσχιάδα δὲ ἰσχίων, χειράγρην δὲ χειρῶν· ἤν γε μὲν σχέδιος ᾖ ἐπί τινι τῶν προσκαίρων αἰτίων ὁ πόνος, ἢ κρύβδην δὲ μελετήσῃ πολλὸν χρόνον ἡ νοῦσος, εὖτε ἐπὶ προφάσι σμικρῇ ὁ πόνος καὶ ἡ νοῦσος ἐξήφθη· ἔστι δὲ ἁπάντων ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπασι ἐπιφοιτῇ· ἀρχὴ δὲ νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων,1 καὶ ὁκόσα ἐξ ὀστέων πέφυκε καὶ ἐν ὀστέοισι ἐμφύνει. θώϋμα δὲ τουτέων μέγα. οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδʼ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ,2 οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ ταῦτα ἐπαναιροῦνται ὡς μεζόνων πόνων ἄκεα· καὶ ἢν τάμῃ τις αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ μέζονος· ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα. αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι· ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκνὸν ἀναίσθητον ψαύσιος καὶ τρώσιος, τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυντον· διὰ τόδε καὶ ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθητὸν, καὶ τρηχύνεται τρώματι. ἀλλʼ ἐπεὶ καὶ τὰ πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται, αἰσθήσιος γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατʼ αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς μέζω, ἢ περιουσίης, τὰ ἄλγεα. Ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτις ἄλλοτε ἐς ἄλλα ἄρθρα, τοῖς μὲν ἐς ἰσχία, καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει γυιὸς, ἅσσα τε μέλεά κοτε μικρὸν, εὖτε οὐδὲ ἐπὶ τὰ σμικρὰ φοιτῇ, πόδας τε καὶ χεῖρας. ἢν γὰρ μειζόνων λάβηται μελέων χωρῆσαι τὴν νοῦσον δυναμένων, οὐχ ὑπερβαίνει τὰ ὄργανα· ἢν δὲ ἀπὸ τοῦ σμικροῦ ἄρξηται, ἔστι εὐήθης καὶ ἀδόκητος ἡ εἰσβολή. ἰσχιάδος μὲν ἀπὸ μηροῦ κατόπιν, ἢ ἰγνύος, ἢ κνήμης, ἡ ἀρχή. ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ ἄλγημα φαίνεται, αὖθις ἐς γλουτὸν ἢ ὀσφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐστιν ἢ δόκησις ἰσχίου. ἀτὰρ καὶ τὰ ἄρθρα ὧδέ πως ἄρχεται· τοῦ ποδὸς τὸν μέγαν δάκτυλον ἀλγέει,3 αὖθις τὴν ἐπιπρόσω πτέρνην, ᾗ ποτε στηριζόμεθα· ἔπειτα ἐς τὸ κοῖλον ἧκε· τὸ δὲ σφυρὸν ἐξῴδησε ὕστατον. πρόφασιν δὲ αἰτιῶνται ἀναίτιον, οἱ μὲν κρηπῖδος καινῆς τρίβον, οἱ δὲ μακρὴν περίοδον· ἄλλος δὲ πληγὴν ἢ πάτημα· οὐδεὶς δὲ φράσει τὴν οἴκοθεν οὖσαν, ἀτὰρ καὶ ἀκούσασι τοῖσι πάσχουσι τὸ ἀτρεκὲς ἔδοξε ἄπιστον· διὰ τόδε ἐς ἀνήκεστον ἐτράπη, ὅτιπερ τῇσι ἀρχῇσι ὁκότε ἀσθενεστάτη ἐστὶ ἡ νοῦσος, ὁ ἰητρὸς οὐκ ἐνίσταται· ἢν δὲ χρόνῳ κρατυνθῇ, ἀνόνητος ἡ μελέτη. τισὶ μὲν οὖν ἐς ποδῶν ἄρθρα μίμνει μέσφι θανάτου, τισὶ δὲ νέμεται ἐς τὴν τοῦ παντὸς σκήνεος περίοδον· τὰ πολλὰ δὲ ἀπὸ τῶν ποδῶν ἐς χεῖρας ἤϊξε.
第十二章论关节炎与坐骨神经痛 关节炎乃一切关节所共有之疼痛;然生于足部者我们称之为痛风(波达格拉),生于髀骨者称坐骨神经痛(伊斯基亚斯),生于手部者称手痛风(凯拉格拉)。无论此痛是由某种偶然之因猝然而发,抑或该疾在暗中蓄积良久,每逢微细因由痛楚与病症即如炽烈爆发,概而言之,若病患滋长而侵及全体,则此实乃一切筋腱之疾苦。其始发于作为关节系结之筋腱,以及凡生于骨中且根植于骨内之物。此中实有莫大之奇特。盖毛发纵使遭人割截或揉挤亦不生痛;然若此等组织由其内部自生疼痛,则无物之痛剧甚于此,无论是拘束之铁具、镣铐、刺割之利剑,还是灼体之烈火。实则,人们甚至甘受此诸酷刑,以作为更剧之痛之解救;且若有人在患部疼痛时将其切开,切口之微痛反被此更巨之痛所掩盖;而若此〔切口之痛〕占得上风,一种令人忘却前苦之欢悦便将他们笼罩。牙齿与骨骼亦受此同样之苦。 确切之病因唯诸神察知,然其近似之理凡人亦能明晓。概而言之,其理如下。极度致密之物对于触碰与创伤本无知觉,因此对于触碰与创伤亦无痛楚。盖疼痛在于粗暴刺激之感觉,而致密者不可致粗暴;以此之故遂无痛楚。至于疏松之物则知觉敏锐,且因创伤而受粗暴刺激。然而既然致密之物亦赖先天温热而生,便亦借此温热而有感知。若作用之病因乃实体之物,如刀刃或石块,则受病者之实体并不觉痛,盖其天性致密也。然若先天温热遭遇失调,知觉即生改变。由此,温热本身遂自内发痛,由内源感知之冲激而觉醒。而疼痛乃因天性趋于亢盛或充斥过甚所致。 关节炎时常侵逼不同之关节,于某些人发于髀部,且多留止于此致人残疾,于某些肢体有时甚为轻微,以至根本未蔓延至手足等末节小体。盖若其占据足以承受病势之较大肢体,便不越出该等部位;然若自狭小之处发端,其侵袭则温和而出乎意料。坐骨神经痛之起病乃从大腿后侧、或腘窝、或小腿开始。有时疼痛显露于髀臼,随即倾注于臀部或腰脊,种种征象皆令人难以疑其为髀骨之患。此外,诸关节起病亦大致如是:足之大趾觉痛,继而及于我们借以负重之脚跟前缘;其后侵入足心凹处;最后脚踝始见肿胀。然患者常借口于无干系之琐因,或咎于新鞋之摩擦,或咎于远程之跋涉;另有人咎于击打或踩踏;却无一人道及源于体内之本因,且即便听闻,于患者而言真相亦显难置信。以此之故,病遂转为不治,盖因在起初病势最微之时,医者未能着手干预;而若经久固结,医治便劳而无功。是故于某些人,病留止于足部关节直至死亡;于另一些人,则蔓延至全身躯壳之周回;然多半是从足部暴蹿至双手。
- 2.12νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων
在古希腊医学文献中,νεῦρον 一词不仅指现代意义上的神经,亦泛指筋腱、韧带等纤维组织。此处伴有同位语 τὰ δεσμὰ τῶν ἄρθρων(“关节之系绊/韧带”),明确表明其主要指维系关节的韧带与肌腱组织。
- 2.12οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδʼ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ
在前后对比的结构中,前分句以 θρὶξ(“毛发”)为主语,说明其对于切割或揉压等外在伤害毫无痛觉;后分句 ἢν δὲ ἐξ ἑωυτέων πονῇ 之主语则承接上文所论之深部筋骨组织,旨在以毛发的外力无痛对比筋骨自内而发(ἐξ ἑωυτέων)之痛的剧烈程度。
- 2.12τοῦ ποδὸς τὸν μέγαν δάκτυλον ἀλγέει
动词 ἀλγέω 通常作不及物动词并以身体部位为主格主语,但此处系以隐匿的患者为主语(或作非人称用法),而以 τὸν μέγαν δάκτυλον 作关系宾格(表示疼痛所涉及之身体部位)。
