← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.11#2

子宫溃疡形态与子宫脱垂病理

本节详述子宫溃疡从良性、蚀疮至癌瘤的诸般形态,并论述因韧带弛纵或创伤所致的子宫全脱垂与内膜剥离的病理与转归。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#2

γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ, τὰ μὲν πλατέα, κνησμώδεα, ἅπερ ἅλια, ὅκως ἀναδορή τις ἐπιπολῆς, πῦον παχὺ, ἄνοσμον, ὀλίγον. εὐήθεα τάδε τὰ ἕλκεα· ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι σμικροὶ, πῦον ὀλίγῳ πλεῖον, μᾶλλον κάκοδμα, ἀλλʼ ἔμπης εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται, καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα ἢ τρηχέα, ἰχώρ τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων, ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος· ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον·1 μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, ἢ χρόνιον γίγνεται κάρτα. τόδε καὶ φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἡ ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος Ῥέει οὔτε αὐτέῃσι φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι, καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ· φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται ξὺν περιτάσεσι τῶν πέλας· ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ.2 οὐ γὰρ ἄλλως δῆλον· πῦρ δὲ καὶ ἄση τοῦ παντὸς καὶ σκληρίη ξύνεστιν, ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα ἕλκεα, ἀτὰρ καὶ ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος· ἕλκος μὲν οὐδαμῆ, ὄγκος δὲ σκληρὸς, ἀτέραμνος· ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην, ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει· ταῦτα δὲ ἄμφω τὰ καρκινώδεα καὶ χρόνια καὶ ὀλέθρια· πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ, καὶ πόνοισι, καὶ ζωῇ, καὶ θανάτῳ. ἐξίσταταί κοτε τῆς ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλʼ οὐκ ἀθέητος ἡ ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατʼ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας· οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμῷ, καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος· ὅδε οὖν ἀφίσταται μὲν καὶ Ῥεύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηται βίῃ, συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν3 ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλʼ αὖθις εἴσω δύεται, ἢν ὀσφραίνηται ἡ ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ ἡ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.

子宫之内亦生溃疡:有者平浅而发痒,恰似表浅之擦损,出稠脓,无臭而量少。此等溃疡属良性。另有比此类更深且恶劣者,其疼痛微弱,脓液稍多且更具恶臭,然终究亦属良性。若进一步加深,溃疡之边际变硬或粗糙,流出恶臭之败水,疼痛亦较前更剧,则溃疡蚀烂子宫;有时甚至随剥离而脱落少许肉片。若久不敛口化瘢,此症或致人于死,或极度缠绵难愈。此亦名蚀疮(发格代那)。若在此等情形上骤添剧痛,妇人困竭窘迫,则此溃疡必属死候。溃疡流出之腐败污秽,连妇人自身亦难忍受,因触碰与敷药而转趋暴烈,于医治亦生抗逆;子宫之脉络伴随邻近部位之引紧而隆起为硬块,此于知医者切诊之下灼然分明,盖舍此别无他途可察知也。伴随发热、全身躁乱及硬结,正如恶性病候,其溃疡皆属死证,且更有名为癌瘤者。另有一种癌瘤:并无溃疡,然有一硬实难消之块物;其抽掣拘急全子宫,且于其所牵拽之其他各处亦生疼痛。此两类癌瘤之疾皆缠绵而致命;然溃破者较之未溃者,无论在恶臭、剧痛、生还是死上,皆远为恶劣。 有时子宫整体脱离其基座,下堕停留于妇人之股髀之间。此祸固骇人听闻,然子宫非未目见,其由亦非莫须有。盖通向两胁之膜,作为子宫筋腱之系绊,尽皆弛纵也:其在子宫底部向腰部者纤细;其在子宫颈部左右向两胁者;更有尤为筋韧者,宽展如舟船之帆。是以若子宫向外奔坠,此诸筋膜尽皆弛纵放脱。故此下垂脱出大多致死,盖其发于堕胎、剧烈颠簸及难产;然若未致人死,妇人亦能长久苟活,目睹非礼之异状,将暴露于外之子宫抚育摩挲。有时于子宫之双层之中,贴内衬垫之胞膜亦似从连缀处剥脱。盖相叠覆之膜有其双层;是膜遂因漏下、堕胎及难产而脱离,适值其〔子宫〕紧附于胞衣之时。盖若用力强扯胎盘,子宫之胞膜随之一并翻脱于外——然若妇人未即殒命,则有时复还原位而重合,或有微小部分露于外,盖妇人以双股掩蔽之也。有时仅子宫口突出下垂直至宫颈,然子宫若嗅得恶臭熏气,旋即缩回体内。若妇人嗅得甘香熏剂,亦能将之上引。此外,在助产妇之手中,若预先以抚慰子宫之膏脂涂摩,缓缓受推按,亦能徐徐缩回体内。

语法注3 条
  1. 2.11ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον

    分词 ἀπολυθέντι(中性单数与格)修饰伴随动词 ἐξήκει 的情状与因由。部分传抄作 ἀπολυθὲν δὲ σαρκίον,此处采与格表“在组织松解剥离之时,肉片亦随之排出”的结构解读。

  2. 2.11ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ

    ἔστι 与判断主体与格 πεπνυμένοισι(“对明达/经验丰富之人而言”)搭配表示存在与知晓的可能,τῇ ἁφῇ 为方面与格或手段与格(“在触诊上/通过触诊”)。

  3. 2.11συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν

    此处呈现明显的破格句法(anacoluthon):主格分词短语 συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν(“子宫之膜随之一道翻出”)悬空出现后,文势突转入 ἀλλὰ ἢν μὴ ἐκθάνῃ 条件句及后继述部,使分词成为悬垂分词。各语种均统一处理为交代内膜翻出情状之前提分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.11#2