← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§2.11#1

子宫漏下之性状与妇人淋浊

概述子宫所致之急慢性疾患,详述赤白二种漏下之性状、行经周期之变异、全身征候、预后优劣,并论及被称为妇人淋浊之病变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#1

Κεφ. ιαʼ. περὶ Ὑστερικῶν. τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ Ῥοῦ μοῦνον,1 ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπʼ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια Ῥόος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ μέρεος. ῥόος μὲν οὖν, ἐρυθρὸς, ἢ λευκόχροος· ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν, ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι· λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος, ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, ὁ δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις, ἀλλʼ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμίην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις·2 δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ Ῥοὴ καὶ σμικρὴ ἐφʼ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ῥύσιν ὑγρότητος πάσχουσα· εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ῥόου ἡ χροιὴ τῆς ἀνθρώπου· ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπʼ ἀμφοῖν τὸ Ῥεῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς, ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὁ ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος. ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί· ἥκιστα δὲ νεήνισι οἱ λευκοί. ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες· ἄλλος Ῥόος λευκὸς, ἡ ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν·3 ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει. τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει.

第十一章论子宫疾患。 对于妇人而言,子宫虽有利于经血之疏导与生育,然亦为千万种疾病与祸患之渊薮。盖其不仅为溃疡、炎症或漏下之由,且若忽而通体上移,亦能立时致人于死地。关于源于此器官之急性致命诸疾究竟若何,前已于他卷中述及。至于慢性者,则有双重漏下、硬结、溃疡——或为无害者,或为恶性者——以及全躯或局部之下垂脱出。 漏下一症,或赤或白,其色象自能彰显。赤者,乃出黄赤之血,及其诸般变相,或青紫或晦黑,或清稀,或粘稠凝固如血块;白者,清如水,或枯黄如胆汁。亦有虽稠而近于稀薄者,或为清稀恶臭之败水。又有白如稠脓者,而纯粹者则如白乳浆;更有脓中往往夹杂血痕并流而出者。随此等情形之加甚或减轻,更有千百种异态。至于行经周期,有时虽按月行经,却不依循旧日既定之时限。血量不多,然连绵数日不绝;间歇之期甚短,然其间则净洁。另一种周期之状,初次经行大抵应期,然量并不丰,继而全月之中行经两三次。又有一态,血流日日无阻且微少,然通计整月则绝非轻寡。盖子宫并不闭其口,反而弛张开通,受制于津液走注之麻痹不摄;若既无间歇,流出之量又非细微,则病人必亡于大衄。其征候者,除漏下之色泽外,更有妇人之面色:失眠、不思饮食、心烦恶心、肢体困乏——于赤漏尤甚——且兼疼痛,二者之流注皆散恶臭;然时而较甚,时而稍减。盖若某处腐溃更甚,则白漏尤为恶劣;若蚀疮转趋暴烈,则赤漏更为凶险。概而言之,黑者万般中最恶,青紫次之;枯黄、纯白及成脓者,病程虽绵长,然危殆较浅。即在此类之中,枯黄者固然较劣,然杂有寻常之色者则远胜之。所谓寻常者,即赤色及其诸相;然实则于年长妇人,赤漏更为凶恶,而于年轻女子,白漏则最为轻微。且对后者而言,寻常者亦较少伤害。另有一种白漏,其按月经行呈白色,辛烈且奇痒至生快感;随之更有白色、粘稠、如精液样之津液涌出。此种形态,我们称之为妇人淋浊。此实乃子宫之虚寒,因之遂不能统摄水液;且将血液转为白色,盖其已失却火气之赤化作用。胃亦能患此疾而呕出痰涎;肠道罹患腹泻之时,亦受此类似之累。

语法注3 条
  1. 2.11οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ Ῥοῦ μοῦνον

    承前句“ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν”(为千万种疾病与祸患之渊薮)而来,属格短语“ἑλκέων...”后省略了谓语或名词(如αἰτίη或ξυμφορή,即“盖不仅为溃疡……之根源”),与下文“ἀλλὰ κἢν...”(且若……)相呼应,用以突出其不仅引发局部病变,更可导致急暴毙命之症。

  2. 2.11εἰς προθεσμίην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις

    介词短语作副词用的“περὶ πλεῖστον”(大体、大致上)修饰“εἰς προθεσμίην”(应期、依时),并与并列对比的“καὶ οὐκ ἐς πλῆθος”(然非在量上)一同限定首次排出的情形。全句承前省略系词或动词(如γίγνεται),呈名词句结构。

  3. 2.11ὀδαξώδης ἐς ἡδονήν

    介词“ἐς”在此表示程度、终点或结果,意为“至于产生快感之程度”。简练地传达出瘙痒发作时不仅带来刺激,甚至诱发某种异常快感的特有病态感觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.11#1