- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:2.1#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章将水肿的本质界定为由恶液质引发的周身质变,区分了鼓胀、腹水、白肿和肉肿四种形态及其复合情况的凶险程度,并详述了通过望诊、触诊与听诊辨别腹水与鼓胀的特征。
Κεφ. α′. περὶ Ὕδρωπος. ὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπʼ εὐτυχίης, καὶ θεῶν μᾶλλον ἢ τέχνης· τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα· εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη· ἔστι δὲ ἐς ἐπομβρίην Ῥεῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί. ἢ τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κοιλίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλʼ ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ ὁ ὄγκος, τὸ οἶδος, ἡ χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα ἕξις, ὕδρωψ τέ ἐστι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφʼ ἕδρης ἔασι1 οἱ ὑδρωπιώδεες. ἡ μὲν οὖν πρωτίστη αἰτίη καχεξίη. ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον.2 ἢν μὲν γὰρ ἡ παρέγχυσις ἔνυγρος ἐν τῇσι λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται. ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν αἱμάλωπα, ὑδατώδεα, λεπτὸν, συντακῶσι αἱ σάρκες, ἀνὰ σάρκα γίγνεται ὕδρωψ· κακὴ μὲν ἡ ἑκάστου ξύστασις. κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμιξίη. τῶνδε γὰρ ἀμφὶ τὰς λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατος δὲ, ἢν ὁ τυμπανίας τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος ὁ λευκοφλεγματίας τοῦ ἀνὰ σάρκα μείων· ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι, ἢν ὁ μείων ξυστῇ τῷ μείονι· κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐς τὠυτὸ ξυμβῇ· ἢν δὲ ἐς ἄκρας ἡ μίξις ἅμʼ ἥκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον. σημεῖα δὲ μέγιστα καὶ Ῥήϊστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι· ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε· πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη, καὶ ὁ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος. θίγειν ἠδὲ ἐρείσαντά πη τὴν χεῖρα κατὰ λαγόνα εἰσωθεῖν· τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει· ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε ἢ τῇδε ἐπιστροφῇσι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος· ἀλλὰ κἤν πη τὸν δάκτυλον ἐρείσῃς, ὁ χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου. τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων.3 ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει· ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, (καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,) ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων.
第一章论水肿 水肿乃目睹令人不悦、承受亦极痛苦之疾患。盖因能逃脱此症者极少,且多赖侥幸与神力而非医术;盖因一切重大疾患唯有诸神方能疗愈。盖或是要害脏腑潜伏之病将周身转化为恶液质,抑或是瘟疫骤起而全躯令内脏化为恶汁;此时二者相互助纣为虐,了无完肤,全无丝毫可使自然获得微小助益之处。周身遂有一股寒冷粘稠之流注漫溢如雾;抑或为寒湿之因转化,将人之体质化为如此之状态。盖我们并不将积聚于下腹之水液称为水肿,因病患并不止于此;唯当肿胀、浮肿、气色以及向水消融之体质伴随于疾病之时,方为水肿且得此名。盖即便水液偶有自行向外溃破,或有人切开季肋部以引流,水肿患者依然沉疴如故。故而首要之病因乃恶液质。 其形态有数种,且各具异名。若湿性渗聚浮于腹侧,且因胀满而叩之作响若鼓,则称为鼓胀。若腹膜内蓄积充足水液,肠管浮于液中,我们便称之为腹水。若腹侧无此类现象,而全躯浮肿,若因虚白、粘稠而寒冷之痰饮所致,则称为白肿;但若筋肉消融为血色、水样而稀薄之体液,则成肉肿(全身浮肿)。各病单独成形固然险恶,然二者混杂则凶险倍之。盖腹侧之病或有时与全身之病相合;若鼓胀与肉肿相混,则最为凶险。盖若分而论之,腹侧之病中鼓胀甚于腹水,而周身之病中白肿则轻于肉肿。故而在绝望之中,若较轻之症与较轻之症相合,尚为相对和缓;若较轻之症与较重之症合于一体,则更为险恶;倘若两种大恶同时达于极点而混杂,其所衍生者乃更大之灾殃。 其表征极为显著,极易通过望诊、触诊及听诊察知。在腹水患者身上,可见腹侧隆起,双足浮肿;面容、双臂及其他部位消瘦,睾丸与包皮浮肿,整个阴茎因肿胀不均而弯曲。触诊时,无论将手压在腹侧何处向内推挤,水液皆向他处流转;况且当患者向此处或彼处翻身时,水液随体位变动而造成隆起与波动,亦能听闻其波动之声;无论在何处用手指按压,该处便凹陷,且凹陷持久不退。凡此皆为腹水之表征。 鼓胀除了目睹隆起之外,亦可听其鸣响。若用手叩击,下腹部便发出震响,且翻身时气亦不移其位。盖因气无论包容之身躯如何上下翻转,各处始终保持均等;然若气转化为雾气与水(盖腹水确由鼓胀而来),只要尚未彻底转化,便如半成之态流转移动而变换其位。
- 2.1ἐφʼ ἕδρης ἔασι
习语表达,意为“停留在原位”或“保持原状”。指即使排出腹中积聚之水,由于根本病因(恶液质)未除,水肿患者依然处于病态之中。
- 2.1ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον
关系代名词 ἧς 形式上为单数阴性,而在意念上指代前文复数的 ἰδέαι πλεῦναι(或作分配性的单数 ἰδέη 理解)。文意为“在这些形态中,各具不同的名称”。
- 2.1πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων
非人称句式 ἐστί + 不定词(ἀκοῦσαι),表可能(“亦可听闻”)。分词 δονέων(描述震荡之音)作其补充说明,意为“除目睹其隆起之外,亦能听闻其发出之震响”。
- 2.1ἰδέειν ... θίγειν ... εἰσακοῦσαι
限定性不定词(说明性不定词),修饰形容词 ῥήϊστα,意为“在望诊、触诊和听诊上最易辨明”。其后的句子中亦继续使用此类不定词(如 ἰδέειν ὄγκον, θίγειν 等)进行描述性叙述。
未在正文中定位
