← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.16

恶液质的成因、临床症状与预后

本章论述了恶液质作为一种源于体液恶变、累及全身且极难治愈的重症之本质,详细阐明了其成因、食欲旺盛与未消消化之矛盾、体位性浮肿、极度虚耗、致命后果以及其在不同年龄与季节中的演变规律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

Κεφ. ισʼ. περὶ Καχεξίης. ξυμπάντων ὁμοῦ παθέων καχεξίη τροπή. ἅπασαι γὰρ αἱ νοῦσοι τῆσδε ἀποτόκοι. ἀτὰρ καὶ ἥδε μούνη ἄνευθεν τῶν ἄλλων, φαρμάκων ἐπίδοσιν ἔχουσα πολλὴν, ἰλυώδεα κατὰ πρώτιστα γίγνεται πάθος.1 καὶ ἕξις μὲν κακὴ σχέδιος ξυνὴ πάντων, καὶ ξυμπτώματα πολλὰ, καὶ οὔνομα τόδε ξύμβολον· ἰσχνότης δὲ ἢ ὦχρος ἢ οἷδος καὶ εἴ τι ἕτερον πρόσκαιρον ἀνὰ τὸ σῶμα· καχεξίη δὲ ἑνὸς μεγάλου πάθεος ἰδέη, καὶ τοῦδε τοὔνομα· ἡ γὰρ τοῦ ἀνθρώπου ἐς τὰ πάντα εὐεξίη, καὶ ἡ ἐς πέψιν ἢ ἐς ἀνάδοσιν αἵματος γέννα· ἠδὲ πᾶν ἔργον φύσιος, ἐφʼ οἷσι εὔπνοια, εὐτονίη, εὐχροίη, τὸ πρόσθεν ὑγείη. ἢν δὲ ἐς ἀσθενίην κακοχυμίης ἡ φύσις τραπῇ, τόδε ἐστὶν ἡ καχεξίη. Ἡ νοῦσος ἥδε δυσαλθὴς, ἠδὲ μήκιστον κακόν. καὶ γὰρ τίκτεται χρόνῳ μακρῷ, καὶ οὐδὲ ἐπὶ μιῇ τοῦ σώματος κακίῃ, καὶ οὐδὲ ἐπὶ σπλάγχνῳ ἑνί· ἀλλὰ γὰρ τῶν ἁπάντων τροπῇ ἐς πονηρόν. τοιγαροῦν τὰ ἀπότοκα τοῦδε νοσήματα ἄφυκτα γίγνεται, ὕδρωπες, ἢ φθίσιες, ἢ ξυντήξιες. καὶ γάρ τοι καὶ τῆς καχεξίης προφάσιες ἀδελφαὶ τῆς ξυντήξιος ἔασι· ἡ δὲ νοῦσος μακρὴ δυσεντερίη ξυνεχής· νούσων ὑποστροφαὶ ἐνίοισι. εὐσιτίη μὲν γὰρ, — καί τοι καὶ προσφέρονται πολλά, — ὠμῶν δὲ καὶ ἀτρέπτων ἡ ἀνάδοσις. ἐργασίη γὰρ τροφῆς ἡ ἐς πέψιν, ἄπορος. αἰτίη δὲ καὶ αἱμορροΐδων Ῥόου ἐπίσχεσις, ἢ ἐμέτων ξυνήθων ἀπαλλαγή· γυμνασίων ἀργίη, αὐασμὸς ἱδρώτων, καὶ μεγάλων πόνων Ῥαθυμίη· εὖτε τῶν παρεόντων ἕκαστον, ὡς τὸ μηδὲν, οὐκ ἐπιστρέφει,2 βάρος τοῦ σκήνεος, ὦχρος ἄλλοτε καὶ ἄλλοτε, γαστὴρ φυσώδης, ὀφθαλμοὶ κοῖλοι, ὕπνοι βαρέες, νωθροί. ἀλλὰ τάδε, Ῥεμβώδεα μὲν γιγνόμενα, νούσου ἀπιστίην ἴσχει· ἢν δὲ Ῥιζώσαντα μίμνῃ, μηδὲ ἀπιέναι ἐθέλῃ, μεγάλου κακοῦ ἐστι σύμβολα. ἑσταότες μὲν οἰδαλέοι πόδας τε καὶ κνήμας,3 κατακλινόμενοι δὲ τὰ κεκλιμένα μορία· κἢν ἐναλλάξῃ τὴν κατάκλισιν, τὸ οἶδος ἐπʼ ἐκεῖνα φοιτῇ· ὑγροῦ τε καὶ ψυχροῦ ἐς τὸ βάρος περίοδος. ἢν γὰρ ἡ θέρμη τὸ ὑγρὸν ἐξατμίζῃ, τοῦδε οὐκ ἀναχεομένου, εἶτα καταρρέει. εὔσιτοι μὲν πολλῶν σιτίων, ἀδηφάγοι κάρτα. ἀνάδοσις ταχυτέρη πέψιος, ὠμοτέρων μᾶλλον ἢ ἀπέπτων. ἐξανέργαστον δὲ ἡ θρέψις. ἀλλὰ τόδε οὐκ ἐν τῷ ὅλῳ πέσσεται ὑπὸ τῆς φύσιος. ἡ γὰρ ἐν τῇ κοιλίῃ τοῦ θερμοῦ ἀτονίη, καὶ ἐν τῷ σκήνεϊ, ὁμοίη. τοιγαροῦν οὐδὲ χρηστὸν, οὐδὲ εὔχρουν αἷμα γίγνεται. καὶ ἐπὴν ὠμῶν ὅλον τὸ σῶμα πλησθῇ, καὶ ἡ ἐς τὰ σιτία ὄρεξις οἴχηται, καὶ τῆς καχεξίης ὧδε μέσφι στομάχου νεμομένης, καὶ τοῦ πάθεος κορυφὴν ἴσχοντος ἤδη, οἰδαλέοι μὲν, ἀδρανέες δὲ, καὶ ἐς πᾶσαν πρῆξιν ἄθυμοι. κοιλίη δὲ ξηροτέρη. ἄχολα τὰ πολλὰ καὶ λευκὰ, τρηχέα, καὶ ὠμὰ διαχωρέουσι. τὸ σκῆνος αὖοι, ἀνίδρωτες, κνησμώδεες, ὕπνος ἑδραῖος μὲν οὐδαμῆ, κεκλιμένῳ δὲ νυσταγμός. βραδύπνοοι, σφυγμοὶ ἀμαυροὶ, ἀσθενέες, πυκνοί· πυκνότατοι δὲ ἐπὶ πάσῃ καὶ σμικρῇ πρήξι. ἆσθμα δὲ ἐπὶ τοῖσδε ἡ ἀναπνοή· φλέβες ἐπὶ τοῖσι κροτάφοισι ἐπῃρμέναι ἀσαρκίῃ τῶν πέριξ, ἀτὰρ καὶ ἐπὶ τοῖσι καρποῖσι πολὺ μέζονες διοιδέουσαι, μελάγχλωρον τὸ αἷμα. ἐπὶ τοῖσδε φθίσις, ἢ σύντηξις ἀνὰ σάρκα ὕδρωπα,4 ἤ τινα ἀσκίτην ἤγαγε. καὶ τῶνδε ἄφυκτος ἡ γέννα. φέρουσι δὲ ἡλικίαι, γῆρας, καὶ οὐκ ἀποδιδρήσκουσι· παῖδες ταχὺ παθεῖν τε εὔκολοι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· ἀκμάζοντες οὐ πάγχυ μὲν παθεῖν ἕτοιμοι· οὐ πάμπαν δὲ ἀπαλλαγῆναι εὔκολοι. ὥρη δὲ οὔ μίη φέρει τόδε, οὐδὲ ἐς μίην τελευτᾷ· ἀλλὰ φθινόπωρον μὲν κύει, χειμὼν τιθηνεῖ, ἔαρ δὲ ἐς κορυφὴν τελεσφορεῖ, θέρος δὲ κτείνει.

第十六章论恶液质 恶液质乃是一切病患共同转化之结果。盖因一切疾病皆为此病之所生。然而此病亦可独立于其他疾病而单独发作,在施用大量如污泥般的药物时,从最初便成为疾患。一时的体况欠佳乃众人所共有,兼有诸多症候,而此名即为其标志:消瘦、苍白、浮肿,以及全身所显现之其他暂时病症。然而恶液质实乃一种重大疾患之特定形式,此名亦正属于它。盖人之周身康泰、用于消化或输布之血液化生,以及自然之一切功用——呼吸顺畅、肌体坚实与气色良好所赖以维持者——此前皆为健康;然若自然转归于恶汁之虚弱,此即为恶液质。 此病难愈,且为历时极久之祸患。因其历经漫长时日方才生成,非由于机体之单一致病因,亦非由于单一脏腑,实乃周身百骸皆转趋于恶化。故由此所衍生之疾病皆难以逃遁:水肿、痨瘵或消耗症。盖恶液质之诱因与消耗症实为同源:病起于迁延日久且持续不断之痢疾,或见于部分人之疾病复发。虽食欲亢进——彼等确食量颇大——然而输布者皆为生冷未变之物。盖食物运化以致消解之功用已陷于窒碍。 痔疮出血之蓄止,或习惯性呕吐之断绝,运动之中止,汗液之干涸,以及重度劳作后之怠惰,亦皆为病因。当眼前各症如同无物、毫不引人留意之时,便出现身躯沉重、时现苍白、腹胀气、双目凹陷、睡眠沉重而迟钝。然而此等表象若游移不定,尚令人不信其已成疾患;但若落地生根、留而不去,则为大祸将至之征兆。立则足胫浮肿,卧则受压之部位浮肿;若变换卧姿,浮肿便随之移向彼处;盖因寒湿之物依重力而流转巡行。若热力欲蒸散湿气而湿气未得宣泄,旋即向下流注。彼等对大量食物胃口大开,极度暴食;输布快于消化,所输者多为生硬而非未消之物;滋养全然未经化炼。然此物并未被自然在全身加以消化。盖腹中热力之亏乏,在全躯亦复如是。故而所生之血液既非优良,亦非色泽悦目。 迨至全身充斥生硬未化之物,对食物之欲求消逝,恶液质如此蔓延至胃口食道,病患已达顶峰之时,彼等浮肿、无力,对一切行事皆意气消沉。其肠道更为干结,排泄物多无胆汁而呈白色、粗糙且未化。身躯枯槁,无汗,发痒,绝无安稳之酣眠,仰卧时但见昏睡。呼吸迟缓;脉象微弱、无力而频繁,略有微动则脉至极数。呼吸由此伴以喘促;太阳穴之血管因周遭筋肉消瘦而隆起,手腕之处血管肿胀更大,血液呈暗青绿。继此之后,痨瘵或消耗症引致肌肉水肿,或某种腹水;凡此诸症之发,皆难逃一死。 各年龄皆受其累:老年者罹患此症而不得逃脱;孩童易于致病,亦更易于摆脱;壮年者不易致病,却也绝非容易摆脱。非单一季节致发此病,亦非单一季节而告终;而是秋季受孕,冬季哺育,春季达于顶峰,而夏季杀之。

语法注4 条
  1. 1.16ἰλυώδεα κατὰ πρώτιστα γίγνεται πάθος

    ἰλυώδεα 为与中性名词 πάθος 一致的表语形容词,呈现爱奥尼亚方言中以 -ης, -ες 结尾的第三变格形容词中性单数主格字尾 -εα(相当于阿提卡方言的 -ες)。意为“起初变为如淤泥般的疾患”。

  2. 1.16εὖτε τῶν παρεόντων ἕκαστον, ὡς τὸ μηδὲν, οὐκ ἐπιστρέφει

    由连词 εὖτε(意为“当……时”)引导的从属从句。中性单数主格 ἕκαστον 搭配部分属格 τῶν παρεόντων(“眼前呈现的各个症状”)作主语,主动语态动词 ἐπιστρέφει 意为“引起(患者的)注意、令人在意”。

  3. 1.16ἑσταότες μὲν οἰδαλέοι πόδας τε καὶ κνήμας

    紧随分词 ἑσταότες(“站立者”)与形容词 οἰδαλέοι(“浮肿的”)之后的 πόδας τε καὶ κνήμας 为关系宾格(限制宾格),用于限定浮肿所发生的身体部位(“在足部与胫部浮肿”)。

  4. 1.16ἀνὰ σάρκα ὕδρωπα

    介词短语 ἀνὰ σάρκα(“遍及肉体”)修饰宾格 ὕδρωπα,构成了医学术语“全身浮肿(anasarca)”的词源构式,表述水肿散布于全身皮下肉质之中的病态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.16