← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.9#2

积脓的进展过程与破溃症状及预后

作者详述了积脓进展过程中咳嗽、脉搏、咯出物及排泄物性状的变化,以及破溃时的危险性。进而论述了依脓液色质所作的预后判断、全身征候的观察,以及脓肿所在部位(胸骨与内脏)对病情进程的影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#2

ἐς τὴν ἄνω κοιλίην.1 ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος. ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα· ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέων χολοβάφων2 ἐπὶ τὸ μελάντερον, ὅκως ἐξ αἰθάλης· ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ Ῥαγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν Ῥαγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον· ἢν δʼ οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει·3 πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια αἱματωδέων, καὶ αὖθις σαρκοειδέων, ἢν ἤδη Ῥαγῇ. ἕπεται δὲ τουτέοισι πῦον, ἢ διὰ κοιλίης, ἢ οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες. φέρεται δὲ, ἤν τε ἄνω, ἤν τε κάτω, χρόος πύου ποικίλον, ὠχρὸν, ἢ λευκὸν, ἢ τεφρίζον, ἢ πελιδνὸν, ἢ μέλαν, καὶ κακῶδες· ἢ ἄνοσμον καὶ παχύτατον· ἢ μέσως ἴσχον, ἢ λεῖον, ὁμαλὸν, ἢ τρηχὺ, ἀνώμαλον, καὶ σαρκοειδέα τὰ ἐμπλόωντα, στρογγύλα, ἢ πλατέα, Ῥηϊδίως ἀποπλυνόμενα, ἢ ἰξώδεα· ἀθρόον δὲ περὶ πύου εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ, πέπονα, ἄνοσμα, λεῖα, στρογγύλα, καὶ ἀναβήσσεται θᾶσσον, ἢ ὑποφέρεται, περιεστηκότα·4 ὁκόσα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά. πολλὸν δὲ τουτέων κακίω, τὰ πελιδνὰ καὶ μέλανα. σηπεδόνα γὰρ καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα. Προσξυνιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντα τῇ νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ, ἄπυρος γίγνηται, εὖτε πέσσῃ, εὔχρους, εὔσιτος· ἢν ἀναβήσσῃ εὐμαρῶς, εὔσφυκτος, εὔτονος γίγνηται, ἀνώλεθρος ὁ νοσέων· ἢν δὲ ἐπιπυρεταίνῃ, καὶ πάντα ἐς κακὸν τρέπηται, ἀνέλπιστος. προσξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀποστάσιες· ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται. ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοιάδε οὐ Ῥηϊδίως δέχεται φλεγμονῆς περιουσίην· ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι, ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυΐσκει χρόνον. σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα.

脓肿位于上部体腔者。起初亦有咳嗽,只要炎症压迫,疼痛便更为剧烈,并伴有恶寒、发热、失眠,呼吸困难尤甚;脉搏细弱、迟钝、无力,神志谵妄,胸廓胀满。 若已至化脓之时,一切症状皆达极点;咳嗽加剧而咯出物甚少,且发自剧烈之脓肿。起初咯出物为粘液性、染有胆汁色而偏黑者,如煤烟一般;继而带血且浓稠;若将要破溃,则亦夹杂来自深部之肉样物;而一旦破溃,若脓液大量骤然倾泻而出,则有窒息之险;若徐徐流出,则安然无虞。脓液若欲向下通行,则脓肿所在之上部剧痛,腹泻,起初为水样伴粘液;继而泻出带血之物,若已破溃,则继而泻出肉样物。随之而来的便是脓液,或由肠道、或由尿道排出;所有转归中,移行于肾与膀胱者最为良好。 不论向上或向下排出,脓液之色泽各异:苍白、洁白、灰白、青紫、或黑而恶臭;或无味且极稠;或稠度适中,光滑均匀,抑或粗糙不均;其漂浮物呈肉样,或圆或扁,易被冲洗,抑或粘滞。总论脓液:凡洁白、成熟、无味、滑润、成团,且较易咳出或自下排出者,皆预后良好;凡极苍白、胆汁色、不均匀者,则为恶候。而远恶于此者,乃青紫与黑色之脓;因其昭示着溃疡之坏疽与蚀损。 除此诸端外,亦当兼察患者体质及疾患之随伴症状。若患者在排脓之际能安然耐受,退热,消化良好,面色润泽,纳食正常;若咳吐顺利,脉搏有力,神气充沛,则病者可保无虞;若发热加重,诸症转恶,则生机断绝。亦当兼察脓肿所居之部位;盖积脓发于胸骨者,成脓迟缓。因该处裸露无肉,且属软骨;此类部位不易受大量炎症之袭,久不化脓;因软骨性寒。然而此类部位之炎症虽无直接戕害之险,却令形体严重耗蚀消瘦,因其化脓历时甚久。脾、肝、肺与横膈膜成脓虽较速,却险恶而致命。

语法注4 条
  1. 1.9ἐς τὴν ἄνω κοιλίην

    此句紧接上一段落末尾之“ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι”(所有患者之呼吸皆不利,而在如下患者中更为恶劣)。在关系代词 οἷσι 之后省略了谓语部分(如 ἡ ἀπόστασίς ἐστι),整句意为“在[脓肿]位于上部体腔的患者中”。

  2. 1.9τὰ πρῶτα φλεγματωδέων χολοβάφων

    属格短语“φλεγματωδέων χολοβάφων”依附于前文的“ἀναγωγή”(咯出物),充当质料属格或部分属格,表明咳出之物的具体成分。全句为省略谓语的名词性结构,意为“起初[咯出物]为胆汁色的粘液质物”。

  3. 1.9ἀτρεκέει

    源自形容词 ἀτρεκής(确定的、安全的)之动词形态(ἀτρεκέω 的现在直陈式第三人称单数)。此处与前文的“κίνδυνος μὲν πνίξιος”(窒息之险)相对照,表示“患者安全无虞”。

  4. 1.9περιεστηκότα

    动词 περιΐστημι(好转、转危为安)的完成时主动态中性复数分词。在医学文献中,περιεστάναι 常指病情转好或预后良好。在此处作中性复数主格,对前文列举的良性脓液之特征作概括性的表语描述,意为“(诸如此类者)预后良好”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.9#2