← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.9#1

体内积脓与脓肿的定义及排脓途径

作者阐述了发生于胸腔及横膈膜下体腔内的积脓与脓肿之定义,叙述脓液经肺咯出的机制并列举切开结肠脓肿的治验。随后论述胸膜等处化脓之内外走向及其引发的全身症状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#1

Κεφ. θʼ. περὶ Ἐμπυϊκῶν. οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω κατʼ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ, — ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων.1 ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις· ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος. αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ Ῥεῦμα χρόνιον· ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις. τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν, ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος, τοῦ ὑπεζωκότος, τοσόνδε Ῥέει πῦον· πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ περιουσίης αἵματος, ἐφʼ ᾗ παχύνεται ὁ ὑμὴν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον· κἢν μὲν εἴσω Ῥέπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων,2 φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶσαν κατὰ φύσιν· ἢν δὲ ἔξω Ῥέπῃ, διΐσταται τὰ ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος ἡ κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται. σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος· πυρετοὶ ἀμυδροὶ, Ῥίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπʼ ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι, ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα· δυσφορίη, ἀποσιτίη, ἰσχνότης ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται.3 οὐ γὰρ πέψις ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης· ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι

第九章论积脓患者 凡在体腔之内、或在上方对应于胸廓处、或在下方位于横膈膜之下形成脓肿者,若将脓液向上咯出,则称为积脓患者;若脓液向下排出体外,则称为脓肿患者。而在胸廓内的溃疡中,无论是在肺中(肺痨随之发生),抑或在衬覆肋骨的胸膜中、在胸骨中、在下方脊柱旁肺部的附着处、或在胸廓的任何其他部位——对所有这些部位而言,肺脏皆是脓液咳出的通路。在横膈膜之下的内脏中,则发生于肝、脾、肾、膀胱;妇女则亦发于子宫。我本人亦曾为某人切开过位于结肠中、近肝脏右侧的脓肿;大量的脓液喷涌而出,同时多日之内亦有大量脓液经由肾脏与膀胱流出,该患者最终得以生还。 凡此诸症的共同病因是击打、消化不良、受寒及诸如此类者。至于胸廓内部者,其病因则为慢性咳嗽、胸膜炎、肺炎及慢性流注;此外亦有由急性疾病转注转移至上述病症之一者。 液体有时凝滞惰弱,潜伏于某一器官之内;有时则辛烈蚀肉,引起坏疽直至死亡。盖其形态万千,我随后将另作论述。令人称奇者在于,胸膜如此纤薄轻细、毫无厚度之膜,竟能流出如此巨量之脓液;盖对许多患者而言,已积聚甚多矣。其原因在于充血所致之炎症,胸膜随之增厚,且因大量血液而在其间生成巨量脓液。若脓液向内侧倾注,则肋骨各安其位——我前文已指出依自然之理会有另一类肺痨随之发生;但若脓液向外侧倾注,则骨骼被撑开。盖脓肿之顶点隆起于某一肋间,此时两侧肋骨被推向旁侧。 其体征则有全体共有者,亦有各部特有者:沉重感或至少疼痛为共有之征,因肺脏本身本无痛感;微热、傍晚之恶寒、退热时之出汗、失眠、足端与手指之浮肿(时消时肿)、烦躁、食欲不振、全身消瘦;若此种病变迁延日久,则转为痨病之体质。盖自然生机已不能再恪守其职。盖消化已不如从前,肌肉消蚀,面色晦暗;所有患者之呼吸皆不利,而在如下患者中更为恶劣:

语法注3 条
  1. 1.9ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων

    本句主语为无冠词名词 πνεύμων(肺),ὁδός(通道)充当谓语名词(省略系动词 ἐστί)。ξυμπάντων 为概括性属格,统摄前述胸廓内各处病灶(肺、胸膜、胸骨等),意为“就这一切而言”。τῷ πύῳ 为关系与格或所属与格(“对脓液来说”)。此简洁的名词句概括指明:无论胸腔内化脓发生在何处,肺脏皆为脓液排出之必经通路。

  2. 1.9κἢν μὲν εἴσω Ῥέπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων

    在条件从句 κἢν μὲν εἴσω Ῥέπῃ(若脓液向内倾注)之后的归结主句中,省略了谓语动词(如 μένουσιν“停留”)。τὰ ὀστέα(骨骼)与 αἱ πλευραί(肋骨)构成同位语,介词短语 κατὰ χώραν τὴν σφῶν αὐτέων(各安其位/在自身的位置上)充当表语性补足语。此省略可由后文对照的句子 ἢν δὲ ἔξω Ῥέπῃ, διΐσταται τὰ ὀστέα(若向外倾注,则骨骼分离)直接得以确证。

  3. 1.9οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται

    中动相动词 ἔχομαι 在此处支配属格补足语(ἔργου),为惯用句式,意为“紧抓不放”、“坚持履行/保持某事”。在此处,主语 φύσις(自然生机、机体本能)因病势迁延消耗而无法再继续维持其固有的生理功能与作工(ἔργον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.9#1