- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述肺炎转为肺脓肿之病机,详析肺部海绵状孔隙使排脓相对容易之原理、因窒息或痨瘵消沉致死之转归,以及患者特有之躯体与精神征象。
Κεφ. ι′. περὶ τῶν κατὰ τὸν Πνεύμονα ἀποστάσεων. εὖτε ὁκόσοισι περιπνευμονικοῖσι ἂν φλέγμα ἔῃ, καὶ μὴ διαχέηται, περιγίγνονται· οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται. τὰ μὲν οὖν μελλούσης ἢ τετελεσμένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα· ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι· ἀλλὰ γὰρ Ῥηϊδίως ἀναφέρεται, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων.1 μανὸς γὰρ καὶ πολύτρητος ὁ πνεύμων, σπογγίῃ ἴκελος, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπʼ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν.2 περίοδοι δὲ τῷ ὑγρῷ Ῥηΐδιαι. εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἡ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ. περιγίγνονται δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ3 ἀθρόῃ ἑλκύσι τοῦ ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνήσκουσι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα καὶ τὸν ἐμπυϊκῶν τρόπον· τὰ δὲ πῦα λευκὰ, ἔπαφρα, σιάλῳ μεμιγμένα· ἄλλοτε δʼ αὖ τεφροειδέα, ἢ ὑπομελανίζοντα· καὶ βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἡ ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου. βραγχώδεες, βραχύπνοοι, βαρύφωνοι, τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆς ὑγρασίης δέονται. ὀφθαλμῶν τὰ μέλανα στιλπνά· τὰ δὲ λευκὰ, λευκότατα καὶ πίονα· μῆλα ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί. θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίη δὲ τόνου δυνατωτέρη.4
第十章论肺部脓肿 肺炎患者若有痰液且不散解,则能存活;而脱离该病极急性期者,则转为积脓患者。至于脓肿切迫或已成之征象,我已于论积脓患者处言之;若脓肿已成,则无须如常体肉身那般借由剧烈之力与剧痛以求破溃咯出;反之极易咳出,盖因乃是空隙之扩展而非肉质组织之扩张。因肺体疏松且多孔,形同海绵,对由一空隙转入另一空隙直至抵达气管之脓液绝无阻碍。对液体而言通道顺畅,因脓液柔韧而润滑;况呼吸亦将气向上吹送。患者多能幸存,除非因脓液暴聚抽吸、气管因脓量过多无法受气而致窒息。然亦有部分人日久之后以痨病或积脓之方式死亡。咯出之脓色白,多泡沫,杂以唾液;有时复呈灰白,或带微黑;若脓肿居于深部,有时伴随杂色溃疡咳出细支气管,此时脏腑碎片亦被咯出。患者声哑,气促,语声沉重,胸廓变宽,因湿气而需更广之空间。双目瞳仁发亮,白睛极白而富油脂;双颊潮红,面上静脉隆起。于此类患者身上有一奇观:其身形之生机胜于肌肉形体,而意气之坚韧又强于身形之生机。
- 1.10διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων
属格独立结构。通过 μᾶλλον... ἤπερ(“与其说是……不如说是……”)对比两类情况:乃是孔隙(ἀραιώσιες)的张开扩张,而非坚实肉体组织(ἕξις)的张大。
- 1.10ἄλλην ἀπʼ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν
与格分词 ἀμείβοντι 与前文之 τῷ ὑγρῷ(脓液)保持性数格一致。介词 μέσφι(意为“直到”)引出带有不定式 ἥκειν(到达)的结构,表明流体在空腔之间穿行直至抵达气管的终点。
- 1.10εἰ μή κοτέ τις ἀπεπνιγῆ
ἀπεπνιγῆ 为 ἀποπνίγω 之第二被动态不定过去时虚拟式(伊奥尼亚方言形式,相当于雅典方言之 ἀποπνιγῇ),在 εἰ μή 引出的条件从句中表示一般性的否定条件(“除非有人……窒息”)。
- 1.10τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίη δὲ τόνου δυνατωτέρη
εὐσαρκίης 与 τόνου 分别为受比较级 μείζων 及 δυνατωτέρη 支配的比较属格。该对仗句深刻勾勒出消耗性肺疾患者虽形体消瘦羸弱,但其身中之张力(生机)反胜过肉身,而其精神(意志)更强过张力的特有体貌。
