← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.8

肺痨的定义与羸瘦体征及预后

本章详述肺痨的定义及其与胸蓄脓的鉴别,论述其隐匿性持续热与多种痰涎,描述患者独特的羸瘦体征(希波克拉底面容、骨节粗大、指甲鹰爪样勾曲、翼状肩胛),并探讨预后及易感体质与地域。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

Κεφ. η′. περὶ Φθίσιος. ἢν ἕλκος ἐξ ἀποστάσιος ἐν τῷ πνεύμονι γένηται, ἢ ἐκ βηχὸς χρονίης, ἢ ἀναγωγῆς αἵματος, καὶ ἀναβήσσῃ πῦον, πύη, καὶ φθίσις κικλήσκεται· ἢν δὲ θώρηξ ἢ πλευρὸν ἐμπυήσῃ, ἐπανάγηται δὲ διὰ τοῦ πνεύμονος, ἐμπύη ἥδε τοὔνομα. ἢν δὲ ἐπὶ τοῖσι καὶ ὁ πνεύμων ἕλκος ἵσχῃ, ἀναβρωθεὶς ὑπὸ τοῦ διενεχθέντος πύου, τοὔνομα οὐκέτι ἐμπύη, ἀλλὰ φθόην μεταλαμβάνει· ξύνεστι δὲ καὶ πῦρ ξυνεχὲς, ὡς μὴ δοκέειν,1 λῆγον μὲν οὔκοτε, λῆθον δὲ διʼ ἡμέρης ἱδρῶτι καὶ ψύξι τοῦ σκήνεος. καὶ γὰρ καὶ τὰ ἴδια φθόης ἐστὶ, ἢν ἡ θέρμη ζωπυρῇ, καὶ ἐς νύκτα ἐκλάμπῃ, ἡμέρην δὲ αὖθις ἐν τοῖσι σπλάγχνοισι φωλεύει· δηλοῖ δὲ ἡ δυσφορίη, καὶ ἡ ἀδυναμίη, καὶ αἱ ξυντήξιες. ἢν γὰρ ἀπεδίδρησκε τοῦ σκήνεος διʼ ἡμέρης τὸ πῦρ, πῶς οὐκ ἂν ἐσαρκοῦτό τε καὶ ἠδύνατο,2 καὶ εὐφόρως εἶχεν ὥνθρωπος; εὖτε γὰρ ἀνάγει, ἐπὶ μᾶλλον τὰ δεινὰ αὐξέεται. σφυγμοὶ σμικροὶ καὶ ἀμυδροὶ, ἀγρυπνίη, ἄχροια, καὶ τἄλλα πάντα ὁκόσα οἱ πυρεταίνοντες· ἰδέαι δὲ ὑγρῶν μυρίαι, πελιδνῶν, μελάνων κατακορέων, ἢ ὠχρολεύκων, ἢ λευκοχλωρέων· πλατέων, στρογγύλων· σκληρῶν, δυσλύτων, ἢ μανῶν, λυομένων· ἢ ἀνόσμων, ἢ κακωδέων· ἅπαντα δὲ τάδε πύου ἔασι ἰδέαι. ὁκόσοι γὰρ ἢ πυρὶ ἢ ὕδατι τὰ ὑγρὰ τεκμαίρονται, οὐ κάρτα μοι δοκέουσι φθόην οἵδε γιγνώσκειν· πιστοτέρη γὰρ ἡ ὄψις ἁπάσης ἄλλης αἰσθήσιος, οὐ τῶν ἀναγομένων μοῦνον, ἀλλὰ καὶ τοῦ εἴδεος τοῦ νοσέοντος. ἢν γὰρ καὶ δημότης ἴδῃ τὸν ἄνθρωπον ὠχρὸν, ἀδρανῆ, ἀναβήσσοντα, ξυντετηκότα, ἀτρεκέα μαντεύεται φθόην· ἀτὰρ ἠδὲ ὁκόσοισι μὲν ἕλκος μὲν οὐκ ἔστι ἐν πνεύμονι, ξυντετήκασι δὲ πυρετοῖσι χρονίοισι, πυκνὰ δὲ καὶ σκληρὰ καὶ ἀτελέα βήσσουσι, καὶ ἀνάγουσι οὐδὲν, καὶ τούσδε φθισικοὺς κικλήσκουσι, οὐ πάνυ ἀσήμως. ξύνεστι δὲ τοῦ θώρηκος βάρος· πλεύμων γὰρ ἄπονος, ἄση, δυσφορίη, ἀποσιτίη, ἑσπέρῃ περίψυξις, καὶ θέρμη ἐς τὴν ἕω· ἱδρὼς ἄχρι θώρηκος τῆς θέρμης δυσφορώτερος· βηχὸς ἀναγωγαὶ ποικίλαι, ὁκοίας ἔλεξα. φωνὴ βραγχώδης· αὐχὴν ὑποσκόλιος, Ῥαδινὸς, οὐκ εὐπαράγωγος· ὁκοῖόν τι ξυντεταμένος· δάκτυλοι ἰσχνοὶ, τὰ δὲ ἄρθρα παχέα· ὀστέων μούνων ἡ ἰδέη· σμύχονται γὰρ καὶ σάρκες· ὄνυχες γρυποὶ δακτύλων, αἱ κοιλίαι Ῥυσαὶ καὶ πλατέες· ὑπʼ ἀσαρκίας γὰρ οὔτε τὴν περιταινίην οὔτε τὸ στρογγύλον ἴσχουσι. διὰ τόδε καὶ ὄνυχες γρυποί· ἥδε γὰρ ἡ ἀνακωχὴ, καὶ ἡ ὑπόστασις αὐτέων, ἥτις ἐν τῇσι κορυφῇσι πεπλησμένη εἵνεκεν αὐτῶν· ἔστι καὶ ὁ τόνος, ὥσπερ καὶ τὰ στερεά· Ῥὶς ὀξείη, ἰσχνὴ, μῆλα ὑπερίσχοντα καὶ ἐρυθρὰ, ὀφθαλμοὶ κοῖλοι, στιλπνοὶ, γανόωντες· οἰδαλέοι, καὶ ὠχροὶ, ἢ πελιδνοὶ τὰ πρόσωπα. γνάθων τὰ λεπτὰ τοῖσι ὀδοῦσι προσιζάνει μειδιῶσι ἴκελον, τὰ πάντα νεκρώδεες. ὧδε καὶ τὰ πάντα ἴσχει· ἰσχνοὶ, ἄσαρκοι, βραχιόνων μύες ἄδηλοι, μαζῶν οὐδὲ ἴχνη, ἐκφανέες δὲ μοῦναι θηλαί. πλευρὰς οὐ καταλέξαι μοῦνον εὔσημον, ἀλλὰ καὶ ὅπη κραίνουσι, ἐσιδεῖν Ῥηΐδιον· οὐδὲ γὰρ αἱ πρὸς τοὺς σπονδύλους συναρθρώσιες εὐξύγκρυπτοι· δῆλαι δὲ καὶ αἱ εἰς τὸ στέρνον ἐπιβολαί· τὰ μέσα τῶν πλευρέων κοῖλα, Ῥομβοειδέα. ὡς ἐς τὴν τῶν ὀστέων περιαγωγὴν ὑποχόνδρια λαγαρὰ, ἀνεσπασμένα, ἐπιγάστριον τῇ Ῥάχει προσφυὲς καὶ λαγών. ἄρθρα ἐναργῆ, ἔξαρθρα, ἀσαρκώδεα, καὶ ἡ κνήμη, ἰσχίον τε καὶ βραχίων. ὑπερίσχει ἡ ἄκανθα τῶν σπονδύλων ἡ πρόσθεν κοίλη τῶν ἑκατέρων ἐκτετηκότων μυῶν· ὠμοπλάται ἐκφανέες ὅλαι, ὅκως πτέρυγες ὀρνίθων. τουτέοισι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιστοι· ἢν δὲ ἐς ὑγείην τρέπηται, τὰ ἐναντία τοῖσι ὀλεθρίοισι ἐπιφοιτῇ. γηραιοὶ μὲν οὐ ξυνεχέες πάσχειν· διαδιδρήσκουσι δὲ ἥκιστα· νέοι δὲ μέχρι ἀκμῆς ἀπὸ αἵματος ἀναγωγῆς φθινώδεες γίγνονται, καὶ ὑγιάζονται μὲν, οὐ Ῥηϊδίως δέ· παιδία ξυνεχῶς τῇ βηχὶ μέχρι φθόης κοτὲ Ῥηϊδίως ὑγιάζεται· ἕξιες δὲ Ῥαδινοὶ, σανιδώδεες, πτερυγώδεες, ἐξεχέβρογχοι, λευκοὶ, ἀραιότεροι τὸν θώρηκα·3 χῶραι δὲ ψυχραὶ καὶ ὑγραὶ, ὁκόσαι τῷ εἴδεϊ τοῦ πάθεος ἀδελφαί.

第八章论肺痨 若肺部因脓肿而发生溃疡,或因慢性咳嗽、咳血而溃烂,且咯出脓液,此证称为化脓与肺痨。若胸廓或胸膜化脓,且脓液经由肺部咳出,则名为胸蓄脓。若在此之上,肺部亦因穿流的脓液腐蚀而生溃疡,则其名称不再是蓄脓,而转称为肺痨。此时伴有持续的低热,微弱得似未发作,实则从未止歇,但在日间因出汗与躯体冷却而隐匿不显。盖热力复燃并向夜晚剧增、而在日间复隐伏于内脏之中,正是肺痨之固有特征;此可由烦躁、乏力与消瘦骨立得以显明。因若此热真在日间逃逸于躯体之外,人又何以不长肌肉、不复体力且不感舒适呢?盖当热力再度腾起时,诸般险象反而愈加剧烈。脉象细弱微细,伴有失眠、面色无华,以及其他一切发热者的表征。咳出之脓液形态万千,有灰暗色、纯黑色、黄白色或白绿色者;有扁平者、圆块者;有坚硬难化者,或稀薄易化者;有无臭者,或腐臭难闻者;凡此皆为脓液之表征。盖凡凭火烧或水沉以辨别体液者,在我看来皆未能深知肺痨;盖目视较任何其余感觉皆更为可靠,不仅辨其咯出之物,更观患病者之形骸。盖纵使凡庸之人,睹其面色苍白、羸弱无力、咳呛不绝、骨瘦如柴,亦能准确推断其为肺痨。此外,凡肺中虽无溃疡,却因久热而消瘦,频频剧烈干咳且毫无所出者,医家亦称其为痨病患者,且绝非无由之名。患者胸部伴有沉重感——因肺脏本身并无痛感——且有恶心、烦躁、食欲不振,傍晚恶寒,清晨发热;延及胸部的盗汗较发热更令人难耐;咳嗽咯出之物变幻莫测,一如我前文所述。 声音嘶哑;颈项微偏、纤细、转动不灵,宛如强直;手指枯瘦,而关节粗大,只见白骨之形,盖肌肉已皆销蚀;手指之指甲如鹰爪般勾曲,指腹皱缩扁平,盖因无肉,既失周围隆起之肉缘,亦无饱满之圆润。亦正因此指甲弯曲,盖原本借以承托与奠基之物,即指端因其而充盈的肉质已然亏损;其张力亦如坚硬之质般受累。鼻削而薄,颧骨高突而发红,眼窝深陷,晶亮闪烁;面庞浮肿苍白,或呈暗青之色。面颊干瘪紧贴牙齿,宛如含笑,举止神态皆呈死相。通身亦皆如此:消瘦无肉,上臂肌肉隐没不显,乳房绝无痕迹,唯见乳头突出。肋骨不仅极易数清,且何处终结亦一目了然,盖其与脊椎接合之处无法掩饰,连接于胸骨之处亦历历在目;肋间空隙凹陷成菱形。随骨骼之轮廓,季肋松弛回缩,上腹与胁腹紧贴脊柱。关节显露、突兀、无肉,小腿、髋部与上臂亦然。脊柱棘突昔日凹陷于两侧肌肉之间,今因两侧肌肉销蚀而赫然高耸;双侧肩胛骨完全凸显,宛如鸟翼。此类患者若并发泄泻,则生机断绝;若转归痊愈,则出现与死候相反之征象。 老人不常罹患此病,然一旦罹患则最难逃死厄;青年乃至壮年之人因咳血而转为痨病者,虽可获愈,然殊非易事;小儿因咳嗽连绵而致痨病者,有时易于获愈。体质上,纤弱者、胸平如板者、肩胛如翼者、喉结突起者、面白者、胸廓薄弱者易患此疾;风土则以寒冷湿润、凡与此病病性相似之邦邑为甚。

语法注3 条
  1. 1.8ὡς μὴ δοκέειν

    由 ὡς 与否定词 μή 引导的不定式,表结果或限制性修饰(“以致不显发作”、“看似没有”)。此处修饰持续的发热(πῦρ ξυνεχὲς),表明低热虽然持续存在,但在白天微弱得几乎令人不觉其存在。

  2. 1.8ἢν γὰρ ἀπεδίδρησκε τοῦ σκήνεος διʼ ἡμέρης τὸ πῦρ, πῶς οὐκ ἂν ἐσαρκοῦτό τε καὶ ἠδύνατο

    非真实条件句(与现在或持续状态相反的假设),条件从句用未完成过去直陈式(ἢν ἀπεδίδρησκε,以伊奥尼亚方言 ἢν 代替 εἰ),主句用 ἄν 搭配未完成过去直陈式(πῶς οὐκ ἂν ἐσαρκοῦτο)。此处以反诘方式论证:若热气白昼当真脱离躯体,患者理应恢复肌肉与力气,但事实显然并非如此。

  3. 1.8ἀραιότεροι τὸν θώρηκα

    宾格 τὸν θώρηκα 为限定性宾格(即“关系宾格”或“视点宾格”),意为“在胸部方面”,用以限定形容词比较级 ἀραιότεροι(更单薄、骨肉疏松)所针对的身体部位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.8