← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.7#2

截瘫的形态特征发病原因与临床症状

本节论述了截瘫中肢体、瞳孔与膀胱的病变表现,列举了导致轻瘫的六种原因及体质倾向,并详述了完全发病时的体征以及犬样痉挛(面瘫)所呈现的表象倒错。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐς ἔκτασιν λέλυται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐς κάμψιν, εὖτε μήκιστα κῶλα φαίνεται· ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐς μῆκος ἀποτείνεται· εἰ δὲ ἐκτανύσαι βιᾶται, ὅκως ξύλα ἐς κανόνα καταξέων,1 τὰ μέλεα βραχύτερα ἑωυτέων γίγνεται· τάδε πάσχει ἄμφω τὰ εἴδεα, καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖσι παρθένος. καὶ γὰρ ἐκχέεται πολλὸν ἐς μέγεθος, εὖτε πλατυκορίην ὀνομάζομεν. ἀτὰρ ἠδὲ ξυνάγεται ἐς σμικρὸν ἡ κούρη, εὖτε φθίσιν ἣν ἠδὲ μυδρίησιν ἐγὼ κικλήσκω. ἀλλὰ καὶ κύστις παρίεται ἐπὶ τοῖσι ἰδίοισι ἔργοισι. ἢ γὰρ εἰς ἔκτασιν λύεται, ἢ ἀκρατὶ τὰ οὖρα ἐκχέει, ἢ ξυνειλέεται ἐς ἑωυτέην, εὖτε, ὅταν πλησθῇ οὔρου, οὐ διΐησιν. αἰτίαι δὲ παρέσιος μὲν ἕξ· ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξι, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ· ἀτὰρ καὶ ψυχῆς ἀκρατέα πάθεα, ἐκπλήξιες, φόβοι, δυσθυμίαι· ἀτὰρ καὶ παιδίοισι δείματα. παρέλυσέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλως ἄσβεστος μέχρι θανάτου. ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη· ὑστάτη δὲ καὶ καιρίη, ψύξις ἐμφύτου θερμοῦ· ἐπὶ ὑγρότητι ἢ ξηρότητι πάσχει ἥδε, καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον·2 ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθής· ἡλικίη, γέροντες, καὶ οἵδε δυσαλθέες· παιδίοισι δὲ εὐανάκλητοι· ὥρη, χειμὼν, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέρος ἥκιστα· ἕξεις, οἱ παχέες κατὰ φύσιν, ὑγροὶ, ἀργοὶ, ζωώδεες. Τελεσθέντα μὲν οὖν τὰ πάθεα ἔκδηλα ἀκινησίῃ καὶ ἀναισθησίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλμῶν καὶ κνησμῶν καὶ ψαυσίων. σπάνιον εὖτε τοῖσι τὰ πέρατα ἀλγέει, ἀλλὰ ἐς ἀνάκλησιν οὐ κακίων ἡ ἀπονίη. γίγνεται μὲν οὖν ἐξαπίνης· ἢν δέ κοτε καὶ ἀρχὰς ἴσχῃ ἐπιμήκεας, βάρος, δυσκινησίη, νάρκη· ψύξιος αἴσθησις, ἄλλοτε θάλπεος ὑπερβολὴ, ὕπνοι σμικροὶ, φαντασίαι μέζονες, εὖτε ἀθρόον παρελύθησαν. ἐπὶ δὲ κυνικῷ σπασμῷ ἅπαντα μὲν τὰ τοῦ προσώπου μέρεα σπᾶσθαι οὐ κάρτα ξύνηθες· ἐπὶ δεξιὰ δὲ τὰ ἀριστερὰ, καὶ ἐς ἀριστερὰ τὰ δεξιὰ φοιτῇ, εὖτε καὶ τῆς γένυος ἔνθα ἢ ἔνθα ἐπὶ πολλὸν ἡ παραγωγὴ, ὅκως ἐξ ἕδρης κινουμένης τῆς γνάθου. καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυς παρήχθη· ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω ξυμπεσόντα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διΐσταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει. σπᾶται καὶ γλῶσσα· καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα· εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος ὁ πάταγος· ἢν δὲ διαστήσῃ τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν.3 τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐν γέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή· τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται, γελᾷ.

截瘫的类型如下:有时肢体在伸展状态下松弛,不能复归于屈曲,此时肢体显得最为修长;有时肢体弯曲,不能纵向伸展。若人强行予以牵拉伸展,正如为契合规尺而刨削木材一般,肢体反而比自身原有状态更加短缩。这两种类型亦见于眼中的瞳孔;盖瞳孔有时极度扩大,此时我们称之为“瞳孔散大”;然而瞳孔亦可缩小至微点,此时我称之为“瞳孔痨”或“瞳孔缩小”。不仅如此,膀胱在其特有机能上亦会瘫痪;盖其或在伸张状态下松弛而不自主地排泄尿液,或向自身内部收缩,以致蓄满尿液时亦不予排出。 轻瘫的原因有六种:发端于创伤、击打、受寒、消化不良、房劳、过饮;此外亦有心灵无法节制的情感——惊骇、恐惧、抑郁,而在小儿则为受惊。意外之极大喜悦与直至死亡的不可遏止的大笑,亦曾引发瘫痪。然此等皆为初步诱因;终极而决定性的原因,乃是先天元热的冷却。此种冷却基于湿气或燥气而发作,且其中一种比另一种更难医治;若由创伤及神经断裂所致,则不可医治。就年龄而言,老人易罹患且难治;小儿则易于恢复。就季节而言,以冬季为甚,春季次之,再者为秋季,夏季最少。就体质而言,天生肥胖、多湿、怠惰、如同兽类者最易发病。 当病证完全发作时,以运动机能丧失以及对温热寒冷、拔毛、抓痒、触碰的感觉丧失为显著表征。肢体末端产生疼痛者实属罕见,然就康复而言,无痛反倒并非更劣。此病多骤然发生;但若偶有漫长的先兆,则表现为沉重、动作困难、麻木、冷感,有时为过度温热、睡眠短暂、幻觉频生,随后肢体便突然瘫痪。 在犬样痉挛中,面部所有部位同时受痉挛牵拉并不多见;往往是左侧移向右侧,右侧移向左侧,当下颌向此侧或彼侧大幅偏斜时,宛如颌骨脱离了基座。盖某些人在大张口时下颌偏向另一侧,关节甚至曾因此脱位。患侧面颊之眼发生斜视,并伴有下眼睑的抽搐;上眼睑亦会抽搐,有时与眼球一同,有时单独发作。双唇亦各自单独紧绷;有时双唇合拢而喷吐唾沫。有些人双唇紧闭,却突然张开,发出惯常吐唾沫的声响。 舌头亦受痉挛牵拉;盖舌头亦由肌肉与神经构成;此时其整体连合部骤然平贴着上跃至上颚,发出震颤的拍击声。悬雍垂亦受痉挛,若闭口,内部会发出意料之外的拍击声;若张开口,便会见到悬雍垂有时平贴于上颚,有时又如管道般迅疾剧烈地弹回,此时即已发出响声。然而,犬样痉挛往往伴随一种假象;盖在旁观者看来,未受病害的健康部位反倒似患病。由于紧绷、色泽以及眼裂较大,受损部位显得完好健康。但此假象会在欢笑、言语及闭眼时被揭穿。受损部位皆伴随杂音而痉挛,唇无笑容,言语时不活动,眼睑难以转动,眼直视不瞬,触觉全无;而健康部位则能言、能闭、能感、能笑。

语法注3 条
  1. 1.7ὅκως ξύλα ἐς κανόνα καταξέων

    现在时主动态单数阳性主格分词 καταξέων 在由 ὅκως 引导的比较从句中作泛指人称或非人称用法,意为“正如人为了切合规尺而刨削木材一般”。

  2. 1.7καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον

    属格 τῆς ἑτέρης 由比较级 μᾶλλον 及形容词 δυσαλθής 所管辖,作比较属格,指代前文提到的湿或燥两种状态中的“另一者”。

  3. 1.7δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν

    此处为非人称动词 δοκέει 配合参考与格 τοῖσι θεωμένοισι 所构成的“对格+不定词”结构:τὰ ἀπάθεα(未患病之部位)为不定词 ἴσχειν 的逻辑主语,τὴν νοῦσον 为其宾语。描述了临床上麻痹侧反而显得平展完好、健侧因代偿紧绷而被误认作患病的视觉错觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.7#2