- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.7#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者界定了卒中、截瘫、轻瘫与完全性瘫痪的概念差异,继而论述了局灶性及偏侧瘫痪的病态表现,以及脊髓损伤(同侧瘫痪)与脑部损伤(交叉瘫痪)中神经走行的解剖学基础。
Κεφ. ς′. περὶ Παραλύσεως. ἀποπληξίη, παραπληγίη, πάρεσις, παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. ἢ γάρ κινήσιος, ἢ ἁφῆς, ἢ ἀμφοῖν ἐστι ἔκλειψις· κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλʼ ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ Ῥηΐδιον. παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, ἢ χειρὸς, ἢ σκέλεος· παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις· ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, — σπάνιον δὲ τὸ τοιόνδε, — ἀναισθησίη μᾶλλον ἢ πάρεσις κικλήσκεται· ἢν δὲ ἀπόπληκτον ὁ Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατʼ ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι.1 ὃ γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει· κύστιος δὲ οὔρων σχέσιος ἢ ἀκρασίης, πάρεσις τὸ κύριον· βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ ἢν ἐπὶ σπασμῷ διαστρέφηται, κυνικὸς σπασμὸς ἡ κλῆσις· ἔκλυσιν δὲ γουνάτων καὶ αἰσθήσιος πρόσκαιρον νάρκην καὶ ἀψυχίην καὶ κατάπτωσιν, λιποθυμίην καλέομεν. παρίεται ν, ἄλλοτε μὲν μέρεα καθʼ ἓν, ὀφρὺς μούνη, ἢ δάκτυλος, ἢ ἔτι μέζω, χεὶρ, σκέλος· ἄλλοτε δὲ ὁμοῦ πλεῦνα· καί ποτε δεξιὰ μοῦνον, ἢ ἀριστερὰ, ἢ ἰδίῃ καὶ ἰδίῃ, ἢ ξύμπαντα· ἐπʼ ἀκριβὲς, ἢ ἧσσον. οὐ τὰ διεστῶτα μοῦνον καὶ ὁμώνυμα καὶ ὁμόζυγα, ὀφθαλμοὶ, χεῖρες, σκέλος, ἀλλὰ καὶ τὰ ξυμφυέα, Ῥὶς ἐς τὸ ἶσον, καὶ γλῶσσα μέσφι τῶν ὁρίων τοῦ μέσου, καὶ παρίσθμιον ἓν, καὶ ἰσθμὸς, καὶ κατάποσις ἐς ἥμισυ. δοκέω δὲ ἐγώ κοτε καὶ στόμαχον, καὶ τὰ ἔντερα, καὶ κύστιν, καὶ τὸ παράμηκες ἔντερον ἄχρι τῆς ἀρχῆς τωὐτὸ πεπονθέναι· ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸς ἐκλυόμενα κρυπτὰ καὶ ἀφανέα· ἡμιτελέες δὲ καὶ αἱ ἐνέργειαι· τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῆ ὑπὸ τῆς νοῦσου τετμημένα. τόδε μέντοι τὸ πρῆγμα δίδαγμα διαφορῆς δυνάμιός τε καὶ κρίσιος πρὸς ἀριστερὰ δεξιοῖς. ἴση μὲν γὰρ καὶ ἡ προσίζουσα αἰτίη, ξυναὶ δὲ ἀμφοῖν τοῦ πάθεος αἱ προφάσιες, ἤν τε ψύξις, ἤν τε ἀπεψίη, ἀλλὰ ἄμφω παθεῖν οὐκ ἶσα ἄν. ἰσόρροπος δὲ ἡ φύσις, ὡς ἐν ἰσορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίσοις ἀδύνατον. ἢν μὲν οὖν τῆς κεφαλῆς κάτω πάθῃ τις ἀρχὴ, ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ ἡ μῆνιγξ, τὰ ὁμώνυμα καὶ ξυναφέα παραλύεται, δεξιὰ ἐπὶ δεξιοῖσι, καὶ ἐπʼ ἀριστεροῖσι λαιά. ἢν δὲ κατάρχῃ κεφαλὴ, ἐπὶ μὲν τοῖσι δεξιοῖσι τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπʼ ἀριστεροῖσι. αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἡ ἐπαλλαγή.2 οὐ γὰρ κατʼ ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει, μέσφι περατῶνται, ἀλλʼ ἔμφυτα τῇ ἀρχῇ ἕκαστα εὐθὺς ἐπʼ ἐκεῖνα φοιτῇ, ἀλλήλοισι ἐπαλλαξάμενα εἰς χιασμὸν σχήματος· ἀθρόον δὲ εἰρῆσθαι,3 εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, ἢ ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆς πάσχει· τάδε μέντοι ἐς ἀναισθησίην τρέπονται, ὡς ἔπος εἰπεῖν· οὐ γὰρ Ῥηϊδίως ἐς ἀκινησίην ἐξ ὡυτέων Ῥέπει τάδε· κἢν μὲν τοῖσι κινευμένοισι ξυμπαθήσῃ, πάσχει καὶ τάδε σμικρὴν ἀκινησίην· ἴσχει γὰρ καὶ τὴν κίνησιν ἐξ ὡυτέων, εἰ καὶ ἐπὶ ἧσσον φύσι· ἄλλοτε δὲ τὰ ἀπὸ μυῶν ἐς μύας περαιούμενα, τάδε τὸ κῦρος τῆς κινήσιος ἴσχει, καὶ τοῖσι ἀπὸ τῆς κεφαλῆς προσδιδοῖ. καὶ γὰρ αὐτὰ ἀπʼ ἐκείνων τὸ πλεῖστον τῆς κινήσιος ἴσχει· ἴσχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαττον· τάδε μέντοι ἀκινησίην πάσχει μᾶλλον· σπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων εἰς ἀναισθησίην τρέπονται, δοκεῖ καὶ μὴ εἰς τὸ πάμπαν· ἢν δὲ ξύνδεσμός τις νεύρων λυθῇ τῶν ἐξ ὀστέων πεφυκότων τινὸς, καὶ κραινόντων ἐς ὀστέα, ἢ Ῥαγέντος, ἀκρατέα τὰ μέρεα καὶ ἐπισυρόμενα, οὐκ ἀναίσθητα, γίγνεται.
第六章论瘫痪卒中、截瘫、轻瘫、完全性瘫痪,在类属上皆为同一。盖因其或为运动、或为触觉、或为二者兼有之缺失;有时亦涉及心智,有时涉及其他感官。然而卒中乃全身之瘫痪,兼及感觉、心智与运动。因此,治愈严重之卒中固不可能,微弱之卒中亦非易事。截瘫则为触觉与运动之轻瘫,但仅及于局部,如手或腿;通常而言,瘫痪仅为运动之轻瘫,即机能活动之减退。但若仅触觉偶尔丧失——此种情形实属罕见——则被称为感觉缺失而非轻瘫。倘若希波克拉底称平直排列之腿为“中风状”,他意在指其宛若坏死之物,表达其废弛与干瘪。盖全身之重度卒中,在腿部即称截瘫。至于膀胱之尿潴留或尿失禁,则“轻瘫”为正名。若眼睑、面颊、颌部肌肉及下颌因痉挛而偏向一侧扭曲,其名为“犬样痉挛”。至于双膝软弱、感官之一时麻木、神志迷绝与倒地,我们称之为“昏厥”。 发生麻痹者,有时为单独部位,仅一处眉毛、或手指、或更大部分如手、腿;有时则多数部位同时发生;有时仅在右侧,或在左侧,或各自分别,或全身受累;或完全,或较轻。不仅分离、同名且成对之器官如双眼、双手、双腿如此,连合之结构亦然:鼻子均等受损,舌头半侧瘫痪直至正中分界线,以及单侧扁桃体、咽峡部,吞咽功能亦减半。且我以为,有时食管、肠道、膀胱以及直至起始处的长直肠亦罹患同样病痛;然内脏松弛受损之部分隐蔽而不可见,其机能活动亦半受影响;据此我以为,受疾病一分为二之部位亦呈偏侧病变。然此事揭示了右侧相对于左侧在潜能与判定上之差异。盖袭来之病因固然均等,且引发病痛之机缘——无论风寒或消化不良——对两侧皆相通,然两者不可能受损均等。天性在均等之态下保持平衡,但在不均等之中发生同样之事乃不可能。是以,若病变源自头部下方之某一枢纽,例如脊髓膜,则同名且相连之部位受瘫痪影响,右对右,左对左。然若发端于头部,则右侧受损致左侧瘫痪,左侧受损致右侧瘫痪。其原因在于神经起始部位之交叉互换。盖右侧神经并非平直行至右侧直至终末,而是从起始之处各自立即通往对侧,彼此交错形成希腊字母“Χ”之形状。总括而言,无论是全身同时麻痹、局部麻痹、抑或兼而有之,受累之神经有时源自头部。然而这些神经可以说主要是转为感觉缺失;盖其本身不易转为运动丧失。若它们与运动部位同病相连,则亦遭受轻微之运动机能丧失;因其本身亦具备运动机能,纵然按天性而言较少。有时受累者乃在肌肉间穿行之神经,它们掌握运动之要害,并将其赋予源自头部之神经。盖头部神经之大部分运动机能皆取自它们,自身所含则较少。然而这些肌肉间神经主要遭受运动机能丧失;它们由自身转为感觉缺失者极罕见,甚至看来完全不会。但若源自骨骼且止于骨骼之某一神经韧带松弛或断裂,则相应肢体变得失控且拖曳,却并非毫无知觉。
- 1.7τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι
动词 θέλει 与不定式 φράσαι 连用,构成表示“意在表达”、“意指”的惯用结构。其主语承接前句的 ὁ Ἱπποκράτης,中性冠词短语 τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς(无用与干瘪/不发育)充当不定式 φράσαι 的直接宾语。
- 1.7αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἡ ἐπαλλαγή
省略系动词 ἐστί 的名词谓语句:“其原因在于神经起始处的交叉互换。”接续句(οὐ γὰρ κατʼ ἴξιν...)对该原因进行了阐述,明确记述了脑神经呈“Χ”形(χιασμός)交叉至对侧的解剖学观察。
- 1.7ἀθρόον δὲ εἰρῆσθαι
完成时被动不定式 εἰρῆσθαι 与副词性中性词 ἀθρόον 连用,构成独立不定式短语,意为“总括而言”或“一言以蔽之”,结构类似于 ὡς ἔπος εἰπεῖν 等限制性绝对用法。
