← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.6#2

木匠的轶事与狂躁症的身体病症演变

通过引述木匠离场即疯的轶事论证场地与心境之关联,阐明以脏腑为原发要害的狂躁症在身心与知觉层面的病势演变,并记述了因神圣迷狂而自残肢体的特殊病相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

Μυθολογέεται δὲ καὶ τόδε· τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν, μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι1 δόμον νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ δικαίου. ὁ δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης·2 ἢν δὲ ἐξίῃ κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, ἤ τινʼ ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμω ἐξιών· ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν ἐξεμαίνετο· κἢν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου καὶ τῆς γνώμης ἡ ξυμβολή. ἴσχουσι δὲ τὴν αἰτίην τοῦ νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα· τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ,3 ὅκωσπερ ἐν τῇ κεφαλῇ καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατʼ ὄψιν ἰνδάλλεται· οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν· οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν. ἢν οὖν μέγα ᾖ τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι, ὀργίλοι, οὐκ ἐπʼ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν ἡ μανίη τρέπεται· οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι· ἀλλʼ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, ἢ πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι· εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπʼ ἐνίοισι γὰρ ἔασι δὴ ἦχοι ὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν· ἢν ἐς αὔξησιν ἡ νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ· ἀγρυπνίη δὲ βορόν· ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες· μελαγχολώντων μᾶλλον εὐσαρκίη· καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ ᾖ γεγονὸς, τὴν ὄρεξιν ἢ τὴν θρέψιν ἀμβλύνει· ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες· πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, ἢ μέλανα, οἷσιν ἐς μελαγχολίην ἡ τροπή· ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα, πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει· μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί. ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι· ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ἢ ὄκνος ὁμιλίης· νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦθεν ἄλλος ἄλλῃ μαίνεται· οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι· οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται· ἄλλοι δʼ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, ἢ βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες. εἰ δὲ ἐπʼ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι. ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ. "Μανίης εἶδος ἕτερον." τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ· καὶ ἔστι τῆς ὑπολήψιος ἡ μανίη μοῦνον,4 τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, ἢ μέθῃ, ἢ τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε ἡ μανίη· κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.

此外亦流传着这样一个故事:曾有一位木匠,在作坊屋舍内原是一位心智清明的劳作者,能量取木材、砍伐、刨光、榫接、装配,且沉着清醒地筑成房屋,同雇主们交谈、达成协议,并以正当的报酬换取劳作。他在工作之地的情形便是如此心境;然而倘若他何时为了去往市集、浴室或因其他某种需要而外出,他放下工具,先是呻吟,继而耸着肩膀出门;而一旦他脱离了仆役的视线、劳作的事务以及那处工场,便彻底狂乱;但若迅速折返回来,就又恢复清醒。此乃场地与心境的相互关联。 头颅与季肋部位蕴含着此病的成因,有时两处同时发作,有时则相互助长;然而在狂躁症与忧郁病中,其主导要害在于脏腑,正如在热性错乱患者身上,主导要害多在头颅与诸感官一样。盖后者常生错觉,看见不在场之物俨然如同在场,他人不可见之象竟显现于其视觉之中;狂躁症患者却仅按应见之状目睹事物,但对所见事物未能如理智当有之态作出判断。 是以,若病情沉重,则患者躁动不安、感官敏锐、多疑、无故发怒,在狂躁倾向阴郁者身上表现为无理性的沮丧,在倾向欣悦者身上则为亢奋;然这些人非同寻常地失眠,两者面容皆变样,罹患头痛,或至少头重之感常在;听觉虽灵,智力却极迟钝。盖某些患者耳中有鸣响与轰鸣,甚至达到号角与管乐之声;若疾病进一步加重,则腹胀、反胃,进食贪婪暴饮。盖其失眠所致,而失眠滋生饕餮;然其形体并不若常患病之人消瘦,较忧郁病患者反更富肌肉,且微带苍白。然若脏腑之一发生炎症,则削弱食欲或营养;双眼凹陷而不眨动;倾向忧郁病者眼前出现青蓝或漆黑之幻象,倾向狂躁者则见较红及绯红之幻景,对许多人而言宛若雷火闪烁,其所受惊骇宛如雷击;某些人之双目亦发红充血。 及至病势顶峰,他们发生遗精;情欲亢进不可抑止,公然交接亦无羞耻或迟疑;若受告诫与叱责激起愤怒,便彻底狂躁发作。自此各人狂乱态势各异:有人失控狂奔,且不知何故又折返原地;有人过了许久才来到亲近之人身边;另有人大声呼号,悲泣洗劫或强暴;亦有人厌恶人群而逃往荒野,自言自语。 然若病情得以缓解,他们则迟钝、安静、多忧;盖因省悟自身疾病,而为这般厄难所苦。 “狂躁症之另一形态。” 某些人割伤自身肢体,在虔诚的妄想中取悦其专属神明,以为神明有所索求;其疯狂仅存于信念本身,在其他事上依然神志清明。他们受管乐与欢愉、或沉醉、或旁人怂恿所激发。此种狂乱乃神圣附体之狂;及至狂热退去,他们神情爽朗、无忧无虑,宛如已向神明完成密仪,然而面无血色且形体干枯,长久受创伤痛苦之累而虚弱不堪。

语法注4 条
  1. 1.6μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι

    这一连串不定词作为说明性不定词(epexegetical infinitive),具体阐释前文“σαόφρων ἐργάτης”(心智清明的劳作者)在实际技艺与职能上的具体表现范围。

  2. 1.6ὧδε εἶχε γνώμης

    此为“ἔχω + 副词 + 属格”的惯用句式,其中的属格 γνώμης 为表示涉及范围的关系属格(genitive of respect),意指“在判断力/心境方面处于如此状态”。

  3. 1.6τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ

    τὸ κῦρος(权威、决定权)在此医学语境中作名词主语,引申为病症的“原发病灶”或“主导根源”。介词短语 ἐπὶ 加与格表适用范围,即“在狂躁症与忧郁病的情况下”。

  4. 1.6καὶ ἔστι τῆς ὑπολήψιος ἡ μανίη μοῦνον

    属格 τῆς ὑπολήψιος 与系动词 ἔστι 构成表语属格(predicate genitive),表所属或范围(“疯狂仅属于/局限于见解本身”),与后文的“τὰ δὲ ἄλλα σωφρονέουσι”(在其他事上依然清醒)形成明确对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.6#2