- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.6#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿勒泰乌斯将狂躁症定义为由热与燥引起的无热性慢性精神错乱,将其与老年迟钝及短暂中毒相区别,并详述了其好发体质、年龄、诱因以及从欣悦型到暴怒型的诸般症状表现。
Κεφ. ς′. περὶ Μανίης. μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο,1 ἀλλʼ ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα, ἢ μανδραγόρη, ἢ ὑοσκύαμος, ἀλλʼ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίσταται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις, γήραος ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος· μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομένη ἀπὸ γήραος οὔτε διαλείπει, καὶ ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομένου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆς ὥρης εὐκρασίῃ. μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε. καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι, Ῥέκται, εὐμαρέες, ἱλαροὶ, παιδιώδεες· ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην ἡ φύσις Ῥέπει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι, οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ νέοισι καὶ οἷσι πάντων ἡ ἀκμή· ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται, τό τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι Ῥήϊστον· δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλησμονὴ ἄμετρος, μέθη, λαγνείη, ἔρωτες ἀφροδισίων· ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος, εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι·2 ἄλλαι δὲ, οὐ μᾶλλον δὲ Ῥηϊδίως ἐκμαίνονται· μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες. καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, ἢ χολῆς, ἢ ἱδρῶτος ἐπίσχῃ τις αἰτίη. καὶ οἷσι μὲν ἡδονὴ ᾖ ἡ μανίη, γελῶσι, παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν· ἄλυπος τοῖσι πέλας ἡ ἰδέη· μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθʼ ὅτε ἐσθῆτάς τε ἐρρήξαντο, καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν· ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ἡ ξυμφορή· ἰδέαι δὲ μυρίαι, τοῖσι μέν γε εὐφυέσι τε καὶ εὐμαθέσι ἀστρονομίη ἀδίδακτος, φιλοσοφίη αὐτομάτη, ποίησις δῆθεν ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον ἡ εὐπαιδευσίη· τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, ἢ λιθοξόοι·3 γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων ἔκπτωσιν καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμμεναι, ὡς μὴ τῷ ὑγρῷ λυθείη.
第六章 论狂躁症 狂躁症的样态在种上虽有万千,在属上却唯有一类;盖就总体而言,它是一种无热的慢性精神错乱。因为假使热病偶有发作,亦非由狂躁症本身特有而生,而是出于其他偶合之事;酒在沉醉中亦能煽起昏乱,某些食物如曼陀罗或天仙子亦使人发狂,然而这些绝不能被称为狂躁症。盖仓促偶发者平息较速,狂躁症却具有顽固持久之性。老年之灾祸——老耄,与此种狂躁症毫无相似之处;盖老耄乃是由于受寒而致感觉麻木、见识与理智昏聩,而狂躁症在病因上属热且燥,在行动上则狂乱暴躁。从老年开始的老耄从不缓解,且与人同归于尽;狂躁症则既有间歇,亦可通过调治彻底止息。然而若依狂躁症本身的病程规律而发生缓解,且该恶疾并未合乎情理地因医术或适宜的时令而愈,则此种间歇并不完全;盖某些看似安然无恙之人,春季的时令、饮食起居的过失、或是偶然的愤怒便又引其旧疾复发。 事实上,生性易怒、急躁、好动、随和、开朗、嬉闹之人皆易罹病;然而天性倾向于相反体貌之人——凡迟钝、多忧、学习迟缓却耐劳苦,且学会之后又善忘者,这等人更易陷入忧郁病,但前者发狂却更早。再者,在年龄方面,体内热气与血液充盈之人易于发狂:如青春期前后之人、青年人,以及处于一切鼎盛之期的人。而凡因黑胆汁而燃起热气、体质转向干燥之人,最易罹患忧郁病。饮食生活亦可致病,如暴饮暴食、无节制的饱胀、酗酒、淫乱与情欲之爱。妇女有时亦会因肉体不洁而发狂,当其子宫发育成熟之时;其他妇女虽不易发狂,然而一旦发狂却极为严重。此皆为诱因。盖若有任何原因阻滞了血液、胆汁或汗液的习惯性排泄,亦同样会煽动男子发病。 凡狂躁表现为欣悦之人,日夜大笑、嬉戏、起舞,公然出入市集,有时甚至头戴花冠,如同赛会中的得胜者;此种形态对身旁之人毫无侵害。但另一些人则因狂怒而发狂:有时他们撕裂衣裳,杀死仆役,并自加残害;此种灾祸对身旁之人亦非全无危险。其表现形态有万千种:在天资聪颖且易于受教者身上,出现无师自通的天文学、自发的哲学、以及宛若得自缪斯的诗作;盖良好的教养即便在疾病中亦具某种功用。而在未受教养之人身上,则表现为挑担、作泥工、充任木匠或石匠。亦会产生奇异之幻觉:一人曾恐惧油瓶坠落,另一人则自以为是一块泥砖而不肯饮水,唯恐被液体溶解。
- 1.6εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο
由条件从句“εἰ + 祈愿语气(ἐπιλάβοι)”与主句“ἄν + 祈愿语气(ἂν... γίγνοιτο)”构成的潜在条件句。表达纯粹的假设可能:即便偶有发热袭来,亦绝非出自狂躁症本身的固有病理。
- 1.6εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι
动词 ἀπανδρόομαι(长大成人、达到成熟)的被动语态不定过去时第三人称复数。此处作比喻用法,指子宫(αἱ μῆτραι)发育成熟的状态,由连词 εὖτε 引导构成时间从句。
- 1.6τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, ἢ λιθοξόοι
由利益与所属与格“τοῖσι δὲ ἀπαιδεύτοισι”所统辖的表语结构发生了转换(轭合结构)。句式首先承接表示行为的抽象名词主格(ἀχθοφορίη, πηλοεργίη),随后转变为具体的动作者名词主格复数(τέκτονες, ἢ λιθοξόοι),后者省去了如“成为/模仿……”类的谓语概念。
