- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了黑胆汁运动所致忧鬱病之病理机制、其与狂躁症之关联、身心症状,以及借助爱情圆满而获愈之病例。
Κεφ. ε′. περὶ Μελαγχολίης. Μέλαινα χολὴ, ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον· κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον·1 ἐν δὲ τοῖσι χρονίοισι, ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος πόνον τελευτᾷ· γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώλεθροι ἔωσι· ἢν δὲ ἄνω Ῥέπῃ ἐς στόμαχον, ἢ ἐς φρένας, μελαγχολίην τεύχει. φῦσάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας, ἰχθυώδεας· διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας, συντρέπει δὲ καὶ τὴν γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ πρόσθεν· μετεξετέροισι δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται, ὀργὴ δὲ ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν μελαγχολικοὺς καλέομεν, χολῇ μὲν τῆς ὀργῆς συμφραζομένης· μελαίνῃ δὲ, πολλῆς καὶ θηριώδεος· τέκμαρ δὲ Ὅμηρος, ἔνθα φησὶ, "Τοῖσι δʼ ἀνέστη Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων Ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι Πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην." τοιοίδε γίγνονται οἱ μελαγχολώδεες, εὖτʼ ἂν ὑπὸ τοῦ κακοῦ κτεινέωνται. ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ·2 δοκέει τε δέ μοι μανίης τε ἔμμεναι ἀρχὴ καὶ μέρος ἡ μελαγχολίη. τοῖσι μὲν γὰρ μαινομένοισι ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δʼ ἐς θυμηδίην ἡ γνώμη τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ ἀθυμίην μοῦνον. ἀτὰρ καὶ μαίνονται μὲν ἐς τὰ πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ πρήσσοντες· μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι· ἀλλʼ ἢ πρὸς φαρμακίην ὕποπτοι, ἢ ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ, ἢ ἐς δεισιδαιμονίην τρέπονται, ἢ μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ ἀθυμίης ἄλλοτε καὶ ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ τοῖσι πλείστοισι· οἱ δὲ μαίνονται. ὅκως δὲ, καὶ ἀπὸ κοίων χωρίων τὰ πολλὰ γίγνονται φράσω. ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ ἡ αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν, ἢ κάτωθεν μελαγχολῶσιν· ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἢ ἀλλαγῇ πάθεος. ἐπʼ ἀμφοῖν δὲ ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι, ἢ καὶ ἀνδρῶν ἐλάσσους· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες ἐκμαίνονται· ἡλικίη, πρὸς ἀκμὴν, καὶ οἱ ἀκμάζοντες· ὥρη θέρος μὲν καὶ φθινόπωρον τίκτει, ἔαρ δὲ κρίνει. τεκμήρια μὲν οὖν οὐκ ἄσημα. ἢ γὰρ ἥσυχοι, ἢ στυγνοὶ, κατηφέες, νωθροὶ ἔασι ἀλόγως, οὔ τινι ἐπʼ αἰτίῃ, μελαγχολίης ἀρχή. ἔτι δὲ καὶ ὀργίλοι προσγίγνονται, δύσθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων ἐκθορυβούμενοι. ἔχει δὲ αὐτέους καὶ τάρβος ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα φοιτῇ, εὖτε καὶ ὄνειροι ἀληθέες, δειματώδεες, ἐναργέες. ὁκόσα γὰρ ὑπὰρ ἐκτρέπονται ὁποίου ὦν κακοῦ, τάδε ἐνύπνιον ὁρέουσι ὥρμησε· πρὸς τὸ Ῥηΐδιον μεταγνῶναι εὔκολοι, αἰσχροὶ, σμικρολόγοι, ἄδωροι, καὶ μετʼ οὐ πολὺ ἁπλοῖ, ἄσωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς, ἀλλὰ ποικιλίῃ νοσήματος· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖσος, φυγανθρωπίη, ὀλόφυρσοι ἐς κενεὰ, ζωῆς κακήγοροι· ἔρανται δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην καὶ μώρωσιν ἡ γνώμη Ῥέπει, ὄκως ἀγνῶτες ἁπάντων, ἢ ἐπιλήσμονες ἑωυτέων, βίον ζώωσι ζωώδεα· ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἡ ἕξις· χροιὴ μελάγχλωρος, ἢν μὴ διεξίῃ κάτω ἡ χολὴ, ἀλλὰ ἀναχέηται ξὺν τῷ αἵματι ἐς τὸ πᾶν· βοροὶ μὲν, ἰσχνοὶ δέ· ὕπνος γὰρ αὐτέοισι τε πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα· ἀγρυπνίη δὲ σκίδνησι ἐς τὴν ἔξω φορήν· τοιγαροῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα. ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ, στρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα, χολόβαφα· φυσώδεες καθʼ ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρωμώδεες, ὡς ἐξ ἁλὸς ὀρυγμίη· ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς ἐπίπαν σμικροὶ, νωθροὶ, ἀδρανέες, πυκνοὶ, ἴκελοι τῷ ψύχεϊ. λόγος ὅτι τῶν τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν ὠφελούντων, ὁ ἔρως μιν ἰήσατο· δοκέω δʼ ἔγωγε ἐρᾶν μὲν αὐτὸν ἀρχῆθεν, κατηφέα δὲ καὶ δύσθυμον ὑπʼ ἀτυχίης τῆς κούρης ἔμμεναι, καὶ μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν· οὗτος οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώσκων· ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆς κατηφείης, καὶ διασκίδνησι ὀργήν τε καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης· καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.3
第五章 论忧郁病 黑胆汁若在急性疾患中显现于上部,则极度致命;但若向下排出,亦绝非全无危险。而在慢性疾患中,一方面,若其下行,则导致痢疾与肝脏疼痛;在妇女中,若在其他方面无生命之虞,它可作为经血之替代性排泄。另一方面,若其向上偏向胃部或膈膜与心智,则引起忧郁病。因为其产生腹胀与恶臭如鱼腥之嗳气,亦向下排出作响之矢气,并扰乱心智。因此古人既称此类患者为忧郁者,亦称其为胀气者。但在另一些人身上,既无胀气亦无黑胆汁产生,唯有纯然之愤怒、悲哀与极度之沮丧。故此我们亦称这些人属于忧郁病,盖愤怒由胆汁表征,而剧烈且凶兽般之愤怒则由黑胆汁表征。荷马亦为此作证,他说道: “阿特柔斯之子、广大统治之英雄阿伽门农, 满怀悲痛,在众人中起立;其漆黑之心 被怒气极大充满,双目则犹如炯炯闪烁之烈火。” 忧郁病患者在被恶疾压倒之时,便成如此模样。 忧郁病乃是一种无热而基于单一妄象之沮丧;且在我看来,忧郁病实为狂躁症之开端与一部分。因为狂躁者之心智有时转向愤怒,有时又转向欢乐,而忧郁病者则唯独偏向悲痛与沮丧。再者,狂躁者在平生大半时光皆陷于发狂,行事昏乱并做出可怖与丑恶之事;然而忧郁病者却非人人呈现同一种形态:他们若非疑心遭人下毒,便是因厌世而遁入荒野,或转向迷信,或厌弃生命。但若从沮丧之中时或产生心情之舒展,则对大多数事物生出欣悦,他们便转为狂躁。 至于此病如何产生,主要自何部位而起,我将予以说明。若病因留驻于季肋部,则盘旋于膈膜周围,胆汁自忧郁病者上部或下部排出。然而若亦使头部产生共感,且急躁之乖谬在生平大半时光中交替为大笑与欢愉,则他们是由于病情之加剧而非病症之转变而转入狂躁。 在二者之中,干燥皆为病因。因此男子会陷于狂躁与忧郁,较男子更年轻者亦然;女子发狂则比男子更为严重。年龄阶段为趋向壮盛之年及正值盛年者;时令方面,夏秋滋生此病,春季则予以裁决。 其征兆并非不显。因为若非出于任何缘由,而是无端地安静、阴郁、沮丧且迟钝,此即忧郁病之始。此外,他们亦变得易怒、消沉、失眠,并常自睡梦中惊醒。 若病情走向加剧,异常之恐惧亦笼罩他们,彼时其梦境逼真、可怖且清晰。盖凡其在清醒时所避之诸般恶事,皆在梦中见其扑面而来。他们极易反悔变计,卑劣、吝啬、不予施舍,但不久之后又变得坦荡、挥霍、大方,这并非出于灵魂之美德,而是由于疾病之多变。若恶疾进一步逼迫,则产生憎恨、避世、虚无之哀叹与对生命之唾弃;他们渴求死亡。在许多人身上,心智趋向麻木与愚钝,以致万事不识,或遗忘自身,过着如兽般之生活。肉体之体况亦走向恶化:除非胆汁向下排出,否则面色黑黄,乃因其与血液一同弥散于全身。他们贪食却消瘦;盖睡眠不能随饮食而维系其四肢,失眠更将营养向外散逸。因此肠道干燥,不通一物。若偶有排泄,粪便亦干燥、呈球状,带有黑色分泌物环绕,且富含胆汁;尿液短少、酸涩、染有胆汁之色。季肋部胀气,伴有恶臭、腐败之嗳气,犹如来自海面之咸腥水气;有时辛辣之液体随胆汁一同呕出。脉搏大体微弱、迟缓、无力、细数,正如受寒之状。 有传说言,此类患者中曾有一人罹患不治之症,爱上一名少女,在医师们徒劳无益之际,爱情医治了他。然而依我之见,他自始至终皆在恋爱,因那少女所致之不幸而沮丧消沉,致使在同城之人看来如同忧郁病者;他甚至未能省察自身之爱意。但当他与那少女结下情缘之时,其沮丧便告止息,怒气与悲哀随之消散,更因欢欣而从消沉中醒悟;盖其心智因爱情这位医师而复归于平静。
- 1.5οὐ κάρτα ἀνώλεθρον
由否定词 οὐ 与表示“无害的、非致命的” ἀνώλεθρον 构成的缓叙法(litotes),意为“绝非全无危险”或“并非完全无害”。
- 1.5ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ
古代医学中对忧郁病的经典定义。介词 ἐπί 支配与格 μιῇ φαντασίῃ 表明引起沮丧的原因或所固着的客体(“基于单一的表象/妄象”),而 ἄνευ τε πυρετοῦ(“无发热”)则是将其与伴有发热的谵妄(如脑膜炎/隔膜炎)相区分的鉴别标志。
- 1.5καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ
动词 καθίσταται 为中间态(“使自身平复、恢复镇定”),τὴν γνώμην 为关涉对格/视点对格(“在心智方面”)。ἔρωτι ἰητρῷ 是表手段或工具的与格,其中 ἰητρῷ 作为同位语修饰名词 ἔρωτι,意为“以爱情作为医师”。
